2. Λειτουργικὴ ζωή ᾿Εκκλησιαστικὴ ὑμνογραφία 1 σεπτεμβρίου· τῶν ἁγίων 40 γυναικῶν μαρτύρων

PostHeaderIcon 1 σεπτεμβρίου· τῶν ἁγίων 40 γυναικῶν μαρτύρων

 

 

 

 

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ

ΤΩΝ ΑΓΙΩΝ ΤΕΣΣΑΡΑΚΟΝΤΑ

ΟΣΙΟΠΑΡΘΕΝΟΜΑΡΤΥΡΩΝ

ΓΥΝΑΙΚΩΝ

 

 

ποιηθεῖσα ὑπὸ μητροπολίτου Μηθύμνης κυροῦ 'Ιακώβου

 

ψαλλομένη τῇ 1ῃ σεπτεμβρίου μετὰ τῆς ἀκολουθίας τῆς ἰνδίκτου

 

Προσημείωσις

 

    Τὴν ἀκολουθία τῶν ἁγίων τεσσαράκοντα γυναικῶν μαρτύρων ἐ­ποί­ησεν ὁ μακαριστὸς μητροπολίτης Μηθύμνης ᾿Ιάκωβος Μαλλιαρὸς τὸ 1975, ἀλλὰ κατὰ τὴν σύνταξιν αὐτῆς δυστυχῶς δὲν ἔλαβε κα­θό­λου ὑπόψιν του ὅτι πρέπει ὁπωσδήποτε νὰ συμ­ψάλ­λε­ται καὶ ἡ ἀκολουθία τῆς ἰνδί­κτου (1η σεπτεμβρίου)· μόνον εἰς τὰ ἀ­να­γνώσματα ὁρίζει τὸ εὐαγγέλιον τῆς ἰνδίκτου.  ὡς ἐκ τούτου ἡ ἀκο­λου­θία του δὲν ἐξυπηρετεῖ ἀπολύτως τὶς ἀ­νάγ­κες τῆς ἐν τῷ ναῷ λα­τρείας καὶ εἶναι κάπως δύσχρηστη.  δὲν εἶναι ἄλ­λωστε ἡ μόνη περί­πτω­σις ᾀσματικῆς ἀκολουθίας μὲ τέτοια προβλήματα.  στὴν πραγ­μα­τικότητα πολλὲς ἀπὸ τὶς λεγόμενες «φυλλάδες» νε­ω­τέ­ρων ἀκο­­λου­θι­ῶν (σὲ πο­σο­στὸ ἴσως καὶ ἄνω τοῦ 50%) ἔχουν σοβαρὲς ἐλλείψεις καὶ ἄλλα λάθη κυ­ρί­ως τυπικοῦ.  στὴν συγκεκριμένη περίπτωσι συντρέχει καὶ τὸ γεγονὸς ὅτι ἀκόμη καὶ ἡ ἀκολουθία τῆς ἰνδίκτου εἰς τὸ μηναῖ­ον ἔχει ἐπί­σης πολλὰ προβλήματα.  μία καλλιτέρα διευθέτησι τῆς ἀκολου­θί­ας τοῦ μη­ναίου πα­ρουσιάζω ἀπὸ τὸ 2007 στὸ ἐτήσιον τυ­πι­κὸν τῶν «Διπτύχων» τῆς ἐκκλησίας τῆς ῾Ελλάδος.  ἐπίσης διὰ τὸ ὀρ­θὸ τυπικὸν τῆς ἀκολουθίας τῶν 40 γυναικῶν μαρτύρων ἔχω γράψει στὴν «Συμβολὴ» 2,24-26· 6,42-44· καὶ 10,34-36.

    ᾿Επειδὴ χρησιμοποιῶ σχεδὸν κάθε χρόνο τὴν ἐν λόγῳ ἀκολουθίαν, ἔχω ἐπιφέρει ὡρισμένες ἀκόμη βελτιώσεις εἰς τὴν τάξιν αὐτῆς.  παραθέτω λοι­πὸν ἐδῶ ὁλό­κλη­ρη τὴν ἀκολουθία πρὸς δόξαν τοῦ σαρκὶ ἐπιφανέντος καὶ τοὺς καιροὺς ἐξουσιάζοντος σωτῆρος ἡμῶν, πρὸς τιμὴν τῶν ἁγίων 40 γυ­ναι­κῶν ὁσιομαρτύρων, ἀλλὰ καὶ μὲ τὴν ἐλπίδα νὰ ἀποτελέσῃ ἀφε­τη­ρίαν ὀρ­θο­τέρας διαρρυθμίσεως καὶ ἄλλων ὁμοίων περιπτώσεων, ὅ­πως παρα­δείγ­ματος χάριν τῆς ἀκολουθίας τῆς θεοτόκου παμμακα­ρί­στου ἢ τοῦ ὁσίου Με­λε­τίου ἢ τῆς ἁγίας Εὐανθίας ἢ τοῦ ὁσίου Συ­μεὼν καὶ ἄλλων ἐνδεχομένως ἁ­γίων, τῶν ὁποίων ἡ ἀκολουθία το­πι­κῶς ἐπίσης δύναται νὰ συμψαλῇ τὴν 1η σε­πτεμ­βρίου.

 

 

    Διονύσιος ᾿Ανατολικιώτης 

 

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

 

    Στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ «Μακάριος ἀνήρ».  eἰς τὸ «Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν στι­χηρὰ προσ­όμοια τῆς ἰνδίκτου δ΄ καὶ ἕτερα τῶν ἁγίων f΄.

 

 

Τῆς ἰνδίκτου. ἦχος α΄. Τῶν οὐρανίων.

 

 

Τῆς αὐτολέκτου καὶ θείας διδασκαλίας Χριστοῦ

τὴν προσευχὴν μαθόν­τες, καθ᾿ ἑκάστην ἡμέραν

βοήσωμεν τῷ κτίστῃ· Πάτερ ἡμῶν

ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν,

τὸν ἐπιούσιον ἄρτον δίδου ἡμῖν

παρορῶν ἡμῶν τὰ πταί­σματα.

 

ς τῶν Ἑβραίων τὰ κῶλα ἐν τῇ ἐρήμῳ ποτέ,

ἀπειθησάντων ὄντως σοὶ τῷ πάντων δεσπότῃ,

ἀξίως κατεστρώθη, οὕτω καὶ νῦν

τὰ ὀστᾶ δια­σκόρ­πισον

τῶν δυσσεβῶν καὶ ἀπίστων Ἀγαρηνῶν

ψαλμικῶς παρὰ τὸν ᾅδην Χριστέ.

 

ἐν Σιναίῳ τῷ ὄρει τὰς πλάκας γράψας ποτέ,

αὐτὸς καὶ νῦν ἐν πόλει Ναζαρὲτ κατὰ σάρκα

βιβλίον κατεδέξω προφητικὸν

ἀναγνῶναι, Χριστὲ ὁ Θεός·

καὶ τοῦτο πτύξας ἐδίδασκες τοὺς λαοὺς

πεπληρσθαι τν Γραφν π σο.

 

Στιχηρὰ προσόμοια τῶν ἁγίων. ἦχος δ΄. 'Ως γενναῖον ἐν μάρτυσι.

 

Τὸν 'Αμμοὺν τὸν διάκονον, 'Αθηνᾶν 'Αντιγόνην τε,

'Ελπινίκην, Μόσχω, Χάιδω, Χαρίκλειαν,

Καλλίστην, Λάμπρω. Πανδώραν ὁμοῦ,

Τρωάδα Δωδώνην τε, 'Ερασμίαν, 'Ερατώ,

Κλεονίκην καὶ Θάλειαν ἐπαινέσωμεν

Μαριάνθην, Εὐτέρπην, 'Αριβοίαν,

'Ακριβῆ καὶ 'Ασπασίαν

ταῖς τῶν ᾀσμάτων τερπνότησι.

 

Τῶν παρθένων ὁ σύλλογος 'Αφροδίτην Διόνην τε,

Πηνελόπην ἅπαντες Θεονύμφην τε,

τὴν Μαργαρίταν Σαπφὼ ὁμοῦ,

Κλειὼ Κλεοπάτραν τε, Πολυμνίαν, Θεανώ,

Μελπομένην ὑμνήσατε Κοραλίαν τε,

Καλλιρρόην ὁμοῦ καὶ Θεανόην,

Πολυνίκην, Τερψιχόρην

ἐν ἱεροῖς μελῳδήμασιν.

 

῾Ερμηνείαν αἰνέσωμεν, Οὐρανίαν ὑμνήσωμεν,

Θεοφάνην ἅμα τε φιλομάρτυρες,

᾿Αδαμαντίνην, γεραίροντες

Χριστὸν τὸν Θεὸν ἡμῶν τὸν καλέσαντα αὐτάς,

παρθενίᾳ καὶ αἵματι, πρὸς οὐράνια

τῶν ἁγίων σκηνώματα, πρεσβεύειν

ὑπὲρ τῶν ἐν εὐσβείᾳ

αὐτὰς τιμώντων καὶ ᾄ­σμασιν.

 

῞Ετερα.  ἦχος ὁ αὐτός. ῎Εδωκας σημείωσιν.

 

Δεῦτε τὰ μνημόσυνα ἀθλητριῶν τεσσαράκοντα

εὐσεβῶς νῦν τελέσωμεν·

αὗται γὰρ φοιτήσασαι τῷ 'Αμμούν, προσῆλθον

μιᾷ τῇ καρδίᾳ καὶ ὡμολόγησαν Χριστὸν

ἀνδρειοφρόνως καθυπομείνασαι

τὸ πῦρ σφαγὴν καὶ θάνατον

τὸν βιαιότατον ἅπασαι·

διὸ νῦν συναπέλαβον τὴν ζωὴν τὴν οὐράνιον.

 

ντως ἀνεδείχθητε, ὦ τεσσαράκοντα ἅγιαι,

ἐκκλησίας καυχήματα,

Εὐτέρπη, Χαρίκλεια, Τερψιχόρη, Μόσχω,

Σαπφὼ Οὐρανία, ἀκολουθήσασαι ᾿Αμμοὺν

τοῖς λόγοις ἔργοις καὶ τοῖς παθήμασι,

καὶ πᾶσαι αἱ ἀθλήτριαι

ἀσκητικῶς συνδεσμούμεναι

διπλῷ στέφει ἐστέφθητε ἐπαξίως, μακάριαι.

 

Θρᾴκη ἐπαγάλλεται ἁγιασθεῖσα τῷ αἵματι

μαρτυρίου, πανένδοξοι,

ὑμῶν, καὶ πρὸς Κύριον ἀναπέμπει αἶνον·

δόξα σοι, βοῶσα, τῷ αἰωνίῳ βασιλεῖ

δωρησαμένῳ μοι πλοῦτον ἄσυλον

χορείαν τεσσαράκοντα

ἀσκητριῶν καὶ πρὸς ἄθλησιν

ὁμοθύμως χωρήσασαν τοῦ λαβεῖν στέφος ἄφθαρτον.

 

Δόξα.  ἦχος πλ. β΄.

 

Μέγας εἶ, Κύριε, καὶ δεδοξασμένος εἰς αἰῶνας·

ἰδοὺ γὰρ ἡ πληθὺς τῶν τεσσαράκοντα παρθένων καὶ ἀσκητριῶν,

προσέρχεταί σοι τῷ μόνῳ Θεῷ,

ἐν παρρησίᾳ ὁμολογήσασα, τὴν καλὴν ὁμολογίαν·

Κύριε πρεσβείαις τῶν μαρτύρων σου

κατάμπεμψον ἡμῖν τὴν ἄφεσιν.

 

Καὶ νῦν. τῆς ἰνδίκτου. ἦχος πλ. β´. Βυζαντίου.

 

Πνεύματι ἁγίῳ συνημμένος,

ἄναρχε Λόγε καὶ Υἱέ,

ὁ πάντων ὁρατῶν καὶ ἀοράτων

συμπαντουργὸς καὶ συνδημιουργός,

τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον,

φυλάττων ἐν εἰρήνῃ τῶν ὀρθοδόξων τὰ πλήθη,

πρεσβείαις τῆς θεοτόκου

καὶ πάντων τῶν ἁγίων σου.

 

    Εἴσοδος, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ παρόντα ἀναγνώσματα (δύο τῆς ἰνδίκτου καὶ ἓν τῶν ἁγίων).

 

 

Προφητεας ᾿Ησαου τ ἀνγνωσμα (61,1-10)

 

    Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· καλέσαι ἐνι­αυ­τὸν Κυρίου δεκτόν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν, πα­ρα­καλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσι Σιών δόξαν ἀντὶ σποδοῦ· ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, καταστολὴν δόξης, ἀντὶ πνεύματος ἀκηδίας, καὶ κληθήσονται γενεά, δικαιοσύνης, φύ­τευ­μα Κυρίου εἰς δόξαν. Καὶ οἰκο­δο­μή­σουσιν ἐρήμους αἰωνίους, ἐξηρη­μω­μένας τὸ πρότερον· ἐξαναστήσονται, καὶ ἀνακαινιοῦσι πόλεις ἐρή­μους, ἐξηρημωμένας ἀπὸ γενεὰς εἰς γενεάν. Καὶ ἥ­ξουσιν ἀλ­λο­γενεῖς ποιμαίνoντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμ­πε­λουρ­γοὶ ὑμῶν. Ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ ἡμῶν. ῾Ρηθήσεται ὑμῖν· ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλού­τῳ αὐ­τῶν θαυμασθήσεσθε, ἀντί της αἰσχύνης ὑμῶν τῆς διπλῆς, καὶ ἀντὶ τῆς ἐντροπῆς, ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν. Διὰ τοῦτο τὴν γῆν αὐτῶν ἐκ δευ­τέρου κληρονομήσουσι, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐ­τῶν. Ἐγὼ γὰρ εἰμι Κύριος, ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγ­ματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς. Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρ­μα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· καὶ ὁ ὁρῶν αὐ­τούς, ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐ­λο­γημένον εἰς τοὺς αἰῶνας ὑπὸ Θεοῦ, καὶ εὐφροσύνη εὐφρανθήσονται ἐπὶ Κύριον.

 

Λευϊτικο τ ἀνγνωσμα (26,3-10 καὶ ἐκλογή)

 

 

    Ἐλάλησε Κύριος τοῖς υἱοῖς Ἰσραήλ, λέγων· Ἐὰν τοῖς προστάγμασί μου πορεύησθε,  καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιῆτε αὐτάς, δώσω τὸν ὑετὸν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐ­τῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει τὸν καρπὸν αὐτῶν, καὶ κατα­λή­ψεται ὑμῖν ὁ ἀλοητὸς τὸν τρυγητόν, καὶ ὁ τρυγητός κατα­λή­ψεται τὸν σπόρον. Καὶ φάγεσθε τὸν ἄρτον ὑμῶν εἰς πλησμονήν, καὶ κατοι­κήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ οὐκ ἔσται ὑμᾶς ὁ ἐκ­φοβῶν· καὶ ἀπολῶ θηρία ἐκ τῆς γῆς ὑμῶν, καὶ πόλεμος οὐ διε­λεύ­σεται διὰ τῆς γῆς ὑμῶν, καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν ἐνώπιον ὑμῶν, καὶ διώξονται ἐξ ὑμῶν πέντε ἑκατόν, καὶ ἑκατόν ὑμῶν διώξονται μυριάδας. Καὶ ἐπιβλέψω ἐφ᾿ ὑμᾶς, καὶ εὐλογήσω ὑμᾶς, καὶ αὐξανῶ ὑμᾶς, καὶ πληθυνῶ ὑμᾶς, καὶ στήσω τὴν διαθήκην μου μεθ᾿ ὑμῶν. Καὶ φάγεσθε παλαιά, καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε. Καὶ οὐ βδελύξεται ἡ ψυχή μου ὑμᾶς, καὶ ἐμπε­ρι­πατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός, καὶ ὑμεῖς ἔσεσθέ μοι λαός. Ἐὰν δὲ μὴ εἰσακούσητέ μου, μηδὲ ποιήσητε τὰ προστάγματά μου ταῦ­τα, ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασί μου προσοχθήσῃ ἡ ψυχὴ ὑμῶν, ὥς τε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, καὶ ἐγὼ ποιήσω οὕτως ὑμῖν. Ἐπιστήσω ἐφ᾿ ὑμᾶς τὴν ἀπορίαν, καὶ σπερεῖτε διακενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται τοὺς πόνους ὑμῶν οἱ ὑπε­ναν­τίοι ὑμῶν. Καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐφ᾿ ὑμᾶς, καὶ πε­σεῖ­σθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν, καὶ διώξονται ὑμᾶς, καὶ φεύ­ξεσθε οὐ­δενὸς διώκοντος ὑμᾶς· καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερη­φανίας ὑ­μῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῖν ὡς σιδηροῦν, καὶ τὴν γῆν ὡσεὶ χαλ­κῆν. Καὶ ἔσται εἰς κενόν ἡ ἰσχὺς ὑμῶν, καὶ ἡ γῆ ὑμῶν οὐ δώσει τὸν σπό­ρον αὐτῆς, καὶ τὰ ξύλα τοῦ ἀγροῦ οὐ δώσει τὸν καρπὸν αὐτῶν. Καὶ ἀποστελῶ ἐφ᾿ ὑμᾶς τὰ θηρία τὰ ἄγρια τῆς γῆς, καὶ ἐξαναλώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς ἐπι­πο­ρευομένη μά­χαι­ρα. Καὶ ἔσται ἡ γῆ ὑμῶν ἔρημος καὶ αἱ ἐπαύλεις ὑμῶν ἔσονται ἔ­ρημοι· ὅτι ὑμεῖς ἐπορεύθητε πρὸς μὲ πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ· λέγει Κύριος ὁ Θεός, ὁ ἅγιος Ἰσραήλ.

 

Παροιμιῶν τ ἀνγνωσμα (31,10-20)

 

 

    Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐ­τῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θε­ρα­παίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐ­γεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύ­χνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμ­φέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς δι­ή­νοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῇ ἐνδε­δυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορ­φύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύ­λαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κα­τοί­κων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περι­ζώ­μα­τα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐ­φράν­θη ἐν ἡμέραις ἐσχάταις.

 

Εἰς τὴν λιτήν.  στιχηρὰ ἰδιόμελα τῶν ἁγίων.  ἦχος α΄.

 

Εὐφραίνονται ἐν πόλῳ οἱ χοροὶ τῶν ἁγίων,

ὅσιοι καὶ μάρτυρες πανηγυρίζουσι·

τεσσαράκοντα γὰρ κόραι

ἀσκήσει καὶ ἀθλήσει λελαμπρυσμέναι

σὺν τῷ διδασκάλῳ αὐτῶν 'Αμμοὺν

τὸν ὄφιν κατεπάτησαν

καὶ νικηφόροι εἰσῆλθον εἰς παστάδα οὐράνιον·

αὐτῶν πρεσβείαις, Κύριε,

τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου

καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

῏Ηχος β΄.

 

Δεῦτε, ἅπαντες πιστοί, τὴν μνήμην τῶν ὁσιομαρτύρων τελέσωμεν·

τῇ ἀσκήσει γὰρ ὁσίως ἀγωνισάμεναι

ἄσβεστον ἐτήρησαν τὴν λαμπάδα

καὶ φαιδρῶς συνεισῆλθον εἰς νυμφῶνα οὐράνιον·

διὸ παριστάμεναι τῷ θρόνῳ τοῦ Παντάνακτος

ἐκτενῶς πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

῏Ηχος γ΄.

 

Εὐφραινέσθω ὁ λαὸς Κυρίου ἐπὶ τῇ μνήμῃ τῶν ἁγίων·

καὶ μεγαλύνθητι, ἡ 'Εκκλησία, ἐπὶ τῇ νίκῃ τῶν ἀθληφόρων·

πᾶσαν πλάνην γὰρ τῶν εἰδώλων πατήσασαι

τὸν Χριστὸν γενναίως ὡμολόγησαν·

οὐ τὸ πῦρ ἐδειλίασαν, οὐ τὸ ξίφος,

οὐ πᾶσαν ἄλλην βάσανον·

ἔνδον γὰρ τῇ καρδίᾳ αὐτῶν

ἐλάλει ἡ χάρις τοῦ Παρακλήτου·

διὸ νομίμως ἀθλήσασαι καὶ στεφανωθεῖσαι

ἱκετεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

῏Ηχος δ΄.

 

Προσελθόντες ἀδελφοί,

κατίδωμεν χορείαν τεσσαράκοντα παρθένων

καλῶς προβιβασθεῖσαν

ὑπὸ διδασκάλου καὶ διακόνου 'Αμμούν·

ὢ τοῦ θαύματος! ὅτι φύσις ἀσθενὴς

γενναίως ἀντέστη τοῖς τυράννοις

καὶ ὑπέμεινε πᾶσαν θλῖψιν

διὰ τὴν βασιλείαν τῶν οὐρανῶν·

αὐτῶν πρεσβείαις, Κύριε,

φώτισον τὰς ψυχὰς ἡμῶν.

 

 

῏Ηχος πλ. α΄.

 

Δεῦτε, ἅπαντες πιστοί,

τὴν μνήμην τῶν ἀθληφόρων τιμήσωμεν·

τὸν Χριστὸν γὰρ ἀγαπήσασαι

καὶ ἀκολουθήσασαι ἀσκητικῶς,

ἀθλητικῶς πρὸς αὐτὸν προσέδραμον,

μετὰ τοῦ διδασκάλου 'Αμμούν·

ἐξέστησαν ἅπαντες καθορῶντες κόρας ἁπαλάς,

ἀνδρείᾳ καὶ καρτερίᾳ κεκοσμημένας,

μαρτυρικῶς εἰσερχομένας πρὸς οὐρανόν·

Κύριε πρεσβειαις αὐτῶν ἐλέησον ἡμᾶς.

 

῏Ηχος πλ. β΄.

 

Μελωδικῶς εὐφημήσωμεν, πιστοί,

τῶν τεσσαράκοντα παρθένων καὶ μαρτύρων

σήμερον τὴν μνήμην

καὶ ἐναρμόνιον μέλος ᾄδοντες εἴπωμεν·

χαίρετε 'Αδαμαντίνη, 'Αθηνᾶ, 'Ακριβή, 'Αντιγόνη καὶ 'Αριβοία·

χαίρετε 'Ασπασία, 'Αφροδίτη, Διόνη,

Δωδώνη, 'Ελπινίκη, 'Ερασμία, 'Ερατώ, 'Ερμηνεία καὶ Εὐτέρπη·

χαίρετε Θάλεια, Θεανώ, Θεανόη, Θεονύμφη καὶ Θεοφάνη,

Καλλιρρόη, Καλλίστη καὶ Κλειώ,

Κλεονίκη, Κλεοπάτρα καὶ Κοραλία·

χαίρετε Λάμπρω, Μαργαρίτα, Μαριάνθη, Μελπομένη,

Μόσχω, Οὐρανία, Πανδώρα καὶ Πηνελόπη·

χαίρετε Πολυμνία, Πολυνίκη, Σαπφώ,

Τερψιχόρη καὶ Τρωάς, Χάιδω καὶ Χαρίκλεια·

πάρεστε δὲ μέσον ἡμῶν ἀοράτως ἀντιδοῦσαι ἡμῖν

τὸ τοῦ Κυρίου μέγα καὶ πλούσιον ἔλεος.

 

Δόξα Πατρί.  ἦχος πλ. δ΄.

 

ν ᾠδαῖς ᾀσμάτων, λαοί,

τὴν μνήμην τῶν ὁσιομαρτύρων τελέσωμεν·

διὰ πυρὸς γὰρ καὶ πικροῦ θανάτου

ἀθλήσασαι γενναίως ἐνώπιον τῶν τυράννων

καὶ καταπλήξασαι τὰ στίφη τῶν ἀθέων,

χαροποιήσασαι δὲ τὰ πλήθη τῶν πιστῶν

ἔλαβον τὸν στέφανον παρὰ Χριστοῦ·

διὸ παρησίαν ἔχουσαι πρὸς Κύριον

ἐκτενῶς πρεσβεύουσιν

ὑπὲρ τῶν τιμώντων τὴν μνήμην αὐτῶν.

 

Καὶ νῦν, θεοτοκίον.  ἦχος ὁ αὐτός.

 

Δέσποινα, πρόσδεξαι

τὰς δεήσεις τῶν δούλων σου

καὶ λύτρωσαι ἡμᾶς

ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Εἰς τὸν στίχον.

   Στιχηρὸν ἓν ἰδιόμελον τῆς ἰνδίκτου καὶ ἕτερα τρία προσόμοια τῶν ἁ­γί­ων.

 

᾿Ιδιόμελον τῆς ἰνδίκτου.  ἦχος β΄.  Κυπριανοῦ.

 

Θαυμαστὸς εἶ ὁ Θεός, καὶ θαυμαστὰ τὰ ἔργα σου,

καὶ αἱ ὁδοί σου ἀνε­ξι­χνίαστοι·

πέλεις γὰρ σοφία τοῦ Θεοῦ

καὶ ὑπόστασις τελεία καὶ δύ­να­μις

συνάναρχός τε καὶ συναΐδιος συνεργία·

διὸ παντοδυνάμῳ ἐξουσίᾳ κσμ ἐ­πεδμησας,

ζητν κλλυνας πλσμα,

νεκφρστως ξ πει­ρνδρου μη­τρς,

μὴ τραπεὶς τῇ θεότητι,

διαθέμενος ὅρους καὶ χρόνους,

εἰς σωτηρίαν ἡμῶν ἀναλλοίωτε,

διὰ τοῦτό σοι βοῶμεν· Ἀγαθὲ Κύριε, δόξα σοι.

 

῞Ετερα προσόμοια τῶν ἁγίων. ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

 

    Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

 

Χαίροις, ἀθλητριῶν ἡ πληθύς,

λελαμπρυσμένη παρθενίᾳ καὶ αἵματι·

καλῶς γὰρ κατηχηθεῖσαι ὑπὸ ὁσίου 'Αμμοὺν

τῇ ἀσκήσει πρῶτον διελάμψατε·

Εὐτέρπη, Χαρίκλεια, Οὐρανία καὶ ἅπασα

τῶν τεσσαράκοντα παρθένων ὁμήγυρις

ἡ παλαίσασα καὶ νομίμως ἀθλήσασα·

πάρεστε μέσον, ἅγιαι, ἡμῶν καταπέμπουσαι

τῶν αἰτημάτων τὴν λύσιν παρὰ Χριστοῦ καὶ τὴν ἄφεσιν,

τιμώντων ἐκ πόθου τὴν ὁσίαν ὑμῶν μνήμην, θεομακάριστοι.

 

    Στίχος. ῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

 

Πάντες οἱ τῶν ἁγίων χοροὶ

τῶν ἀσωμάτων στρατιαί τε καὶ τάγματα

ἐξέστησαν, ἀθλοφόροι, κατανοοῦντες ὑμῶν

τὰς φρικτὰς βασάνους καὶ τὰ σκάμματα,

τὸ πῦρ καὶ τὸν σίδηρον, τὰς μαχαίρας καὶ ἕτερα,

τὰς μαστιγώσεις, φυλακίσεις καὶ θάνατον,

ἃς οἱ κάκιστοι καθ' ὑμῶν ἐτεκτήναντο·

ἃς καὶ καθυπεμείνατε ἀνδρείως καὶ ἔστητε

ἐν τῇ ἀθλήσει γενναίως παρὰ Χριστοῦ δυναμούμεναι·

αὐτὸς γὰρ δωρεῖται τοῖς αὐτὸν ἠγαπηκόσι χάριν καὶ δύναμιν.

 

    Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

 

Χαῖρε ἐν παραδείσῳ, 'Αμμούν,

ταῖς διδαχαῖς καὶ ἀρεταῖς ὁ σοφώτατος·

καλῶς γὰρ ποιμάνας, πάτερ, τὰς ἀθλητρίας Χριστοῦ

ἀρεταῖς ἐνθέοις καὶ διδάγμασιν,

αὐτὰς καθωδήγησας πρὸς νυμφῶνα οὐράνιον

καὶ ἐν νηστείαις ἀγρυπνίαις καὶ δάκρυσιν

ἐγαλούχησας ὡς ποιμὴν ἐνθεώτατος·

δέχου τοίνυν τὰ ἔπαθλα χειρὸς τοῦ παντάνακτος

μετὰ συνάθλων, ὦ πάτερ, καὶ ἐκδυσώπει τὸν Κύριον,

ἡμῖν καταπέμψαι ἱλασμὸν ἁμαρτημάτων καὶ μέγα ἔλεος.

 

Δόξα. τῶν ἁγίων.  ἦχος πλ. α΄.

 

Τῶν τεσσαράκοντα γυναικῶν

ἀσκητριῶν, παρθένων καὶ μαρτύρων, καὶ διακόνου 'Αμμοὺν

τὴν ἐτήσιον μνήμην δεῦτε, πιστοί, τιμήσωμεν·

τῷ Χριστῷ γὰρ ἀκολουθοῦσαι πιστῶς ὡς ἐν τῇ ἀσκήσει,

οὕτω καὶ ἐν ἀθλήσει οὐκ ἠρνήσαντο αὐτόν·

πᾶσαν βάσανον καὶ θλῖψιν ὑπέμειναν·

αἱ μὲν δέκα εἰς πῦρ ἐμβληθεῖσαι,

αἱ δὲ ὀκτὼ μετὰ τοῦ διδασκάλου αὐτῶν ἀποκεφαλισθεῖσαι·

ἕτεραι δὲ δέκα διὰ ξίφους τελειωθεῖσαι,

καὶ ἓξ ὑπὸ μαχαιρῶν,

καὶ αἱ λοιπαὶ διὰ σιδήρων πεπυρακτωμένων·

στεφηφόροι δὲ ἀνῆλθον εἰς οὐρανοὺς

τῷ ἀθανάτῳ Νυμφίῳ ἐκτενῶς πρεσβεύουσαι

ὑπὲρ εἰρήνης τοῦ κόσμου

καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. τῆς ἰνδίκτου.  ἦχος ὁ αὐτός. Ἰωάννου Mοναχοῦ.

 

Σύ, βασιλεῦ, ὁ ὢν καὶ διαμένων καὶ εἰς αἰῶνας ἀτελευτήτους,

δέξαι δυσώπησιν αἰτούντων ἁμαρτωλῶν σωτηρίαν·

καὶ παράσχου, φιλάνθρωπε, τῇ γῇ σου εὐφορίαν,

εὐκράτους τοὺς ἀέρας χαριζόμενος·

τῷ πιστοτάτῳ βασιλεῖ συμπολέμει κατὰ ἀθέων βαρβάρων,

ὡς ποτὲ τῷ Δαυΐδ·

ὅτι ἤλθοσαν οὗτοι ἐν σκηναῖς σου,

καὶ τὸν πανάγιον τόπον ἐμίαναν, σῶτερ·

ἀλλ᾿ αὐτὸς δώρησαι νίκας, Χριστὲ ὁ Θεός,

τῇ πρεσβείᾳ τῆς θεοτόκου·

νίκη γὰρ σὺ τῶν ὀρθοδόξων καὶ καύχημα.

 

   «Νῦν ἀπολύεις», τρισάγιον κ.λπ. καὶ τὰ ἀπολυτίκια.

 

Ἀπολυτίκιον τῆς ἰνδίκτου.  ἦχος β΄.

 

πάσης δημιουργὸς τῆς κτίσεως,

ὁ καιροὺς καὶ χρόνους ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ θέμενος,

εὐλόγησον τὸν στέφανον

τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε,

φυλάττων ἐν εἰρήνῃ τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου,

πρεσβείαις τῆς θεοτόκου, καὶ σῶσον ἡμᾶς.

 

Δόξα. τῶν ἁγίων. ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

 

θλητῶν αἱ χορεῖαι, δεῦτε συνδράμετε

καὶ τεσσαράκοντα κόρας μετὰ 'Αμμοὺν εὐσεβοῦς

μεγαλύνατε λαμπρῶς πανηγυρίζουσαι·

ὅτι ἐνήθλησαν στερρῶς,

τῇ ἀσκήσει ἐν Χριστῷ ῥωσθεῖσαι καὶ λαμπρυνθεῖσαι·

πρεσβεύουσαι τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. τῆς θεοτόκου. ἦχος βαρύς

 

Χαῖρε κεχαριτωμένη θεοτόκε παρθένε,

λιμὴν καὶ προστασία τοῦ γένους τῶν ἀνθρώπων·

ἐκ σοῦ γὰρ ἐσαρκώθη ὁ λυτρωτὴς τοῦ κόσμου·

μόνη γὰρ ὑπάρχεις μήτηρ καὶ παρθένος,

ἀεὶ εὐλογημένη καὶ δεδοξασμένη,

πρέσβευε Χριστῷ τῷ Θεῷ,

εἰρήνην δωρήσασθαι πάσῃ τῇ οἰκουμένῃ.

 

᾿Απόλυσις

 

* * *


 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα τῆς ἰνδίκτου. ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.

 

῾Ο καιροὺς καρποφόρους καὶ ὑετοὺς

οὐρανόθεν παρέχων τοῖς ἐπὶ γῆς,

καὶ νῦν προσδεχόμενος τὰς αἰτήσεις τῶν δούλων σου

ἀπὸ πάσης λύτρωσαι ἀνάγκης τὴν πόλιν σου,

οἱ οἰκτιρμοὶ καὶ γάρ σου εἰς πάντα τὰ ἔργα σου·

ὅθεν τὰς εἰσόδους εὐλογῶν καὶ ἐξόδους,

τὰ ἔργα κατεύθυνον ἐφ᾿ ἡμᾶς τῶν χειρῶν ἡμῶν

καὶ πταισμάτων τὴν ἄφεσιν, δώρησαι ἡμῖν ὁ Θεός·

σὺ γὰρ ἐξ οὐκ ὄντων τὰ σύμπαντα

ὡς δυνατὸς εἰς τὸ εἶναι παρήγαγες.

 

Δόξα. τῶν ἁγίων. ἦχος α΄. Τὸν τάφον σου, σωτήρ.

 

Τριάδα τὴν σεπτὴν ἐδοξάσατε πᾶσαι,

ἀθλήτριαι Χριστοῦ τεσσαράκοντα, πίστει

αὐτὴν ὁμολογήσασαι καὶ γενναίως ἀθλήσασαι·

ὅθεν σήμερον ὑμᾶς τιμῶμεν ἐκ πόθου

μακαρίζοντες τὴν ἱερὰν ὑμῶν μνήμην,

ἐνθέοις ἐν ᾄσμασι.

 

Καὶ νῦν. αὖθις τὸ τῆς ἰνδίκτου.

 

῾Ο καιροὺς καρποφόρους καὶ ὑετοὺς...

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα τῶν ἁγίων.

ἦχος δ΄. Ταχὺ προκατάλαβε.

 

Παρθένοι νεάνιδες αἱ τὸν σωτῆρα Χριστὸν

θερμῶς ἀγαπήσασαι σὺν διδασκάλῳ 'Αμμούν,

αὐτὸν ἱκετεύσατε

δοῦναι τῇ οἰκουμένῃ σταθηρὰν τὴν εἰρήνην,

ἄφεσιν δὲ πταισμάτων τοῖς τιμῶσι τὴν μνήμην

ὑμῶν καὶ κατασβέσαι παθῶν τὴν κάμινον.

 

 

Δόξα. ἕτερον τῶν ἁγίων.

ἦχος δ΄. Ταχὺ προκατάλαβε.

 

μμοὺν τὸν διάκονον καὶ ἀθλητρίας Χριστοῦ

ἀξίως τιμήσωμεν τῇ γενεθλίῳ αὐτῶν

ἡμέρᾳ προσᾴδοντες·

πάρεστε τῇ συνάξει ἀθληφόροι Κυρίου,

νέμουσαι τὰς ἰάσεις τῶν ψυχῶν καὶ σωμάτων

τῶν ἐπικαλουμένων ὑμᾶς, πανεύφημοι.

 

Καὶ νῦν. θεοτοκίον, ὅμοιον.

 

Ταχὺ συνεισέλθωμεν εἰς τὸν νυμφῶνα Χριστοῦ

καὶ πάντες ἀκούσωμεν τῆς μακαρίας φωνῆς

αὐτοῦ τοῦ Θεοῦ ἡμῶν·

δεῦτε, οἱ ἀγαπῶντες τὴν οὐράνιον δόξαν,

μέτοχοι γεγονότες τῶν φρονίμων παρθένων,

φαιδρύνατε τὰς λαμπάδας ὑμῶν διὰ τῆς πίστεως.

 

Μετὰ τὸν πολυέλεον, κάθισμα τῶν ἁγίων γυναικῶν.

ἦχος α´. Τὸν τάφον σου, σωτήρ.

 

᾿Αμνάδες λογικαί, τῷ ἀμνῷ καὶ ποιμένι

προσήχθητε πιστῶς διὰ τοῦ μαρτυρίου,

τὸν δρόμον τελέσασαι καὶ τὴν πίστιν τηρήσασαι·

ὅθεν σήμερον, περιχαρῶς εὐφημοῦμεν,

ἀξιάγαστοι, τὴν ἱερὰν ὑμῶν μνήμην,

Χριστὸν μεγαλύνοντες.

 

Δόξα. Καὶ νῦν. τῆς ἰνδίκτου.

ἦχος δ´.  Κατεπλάγη Ἰωσήφ.

 

῾Ως δεσπότῃ τοῦ παντὸς καὶ χορηγῷ τῶν ἀγαθῶν

σοὶ προσπίπτομεν πιστῶς ἀναβοῶντες ἐκτενῶς·

ὑπὸ τῆς σῆς δυσωπούμενος εὐσπλαγχνίας,

σωτήρ, καὶ ταῖς εὐχαῖς τῆς τεκούσης σε

καὶ πάντων τῶν ἀεὶ εὐαρεστούντων σοι,

ἐνιαυτὸν εὐπρόσδεκτον προσάξαι σοι

ὡς ἀγαθὸς καταξίωσον

τοὺς ἐν οὐσίαις δυσὶ τιμῶντας

καὶ πιστῶς σε δοξάζοντας.

 

 

Τὸ α´ ἀντίφωνον τῶν ἀναβαθμῶν τοῦ δ´ ἤχου.

 

κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη,

ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ καὶ σῶσον, σωτήρ μου.

 

Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου·

ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

 

Δόξα.

῾Αγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται καὶ [καθάρσει] ὑψοῦται,

λαμπρύνεται τῇ τριαδικῇ μονάδι ἱεροκρυφίως.

 

Καὶ νῦν.

῾Αγίῳ Πνεύματι ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα

ἀρδεύοντα ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

 

Προκείμενον.  ἦχος δ´.

 

῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Στίχος. Μακάριος ἀνήρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ.

 

«Πᾶσα πνοὴ» καὶ τὸ εὐαγγέλιον τῶν 10 παρθένων (Ματθ. 25,1-13). ὁ ν΄ ψαλμός.

Δόξα. Ταῖς τῶν ἀθληφόρων.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

 

'Ιδιόμελον. ῏Ηχος β΄.

Τὸν ἐλεήμονα Κύριον καὶ Θεὸν ἡμῶν,

ὦ τεσσαράκοντα, δυσωπεῖτε ἐκτενῶς

ἐπὶ τῇ μνήμῃ ὑμῶν

ἄφεσιν πταισμάτων δωρήσασθαι

καὶ τὸ μέγα ἔλεος.

 

῾Ο ἱερεύς· «Σῶσον, ὁ Θεός».  εἶτα οἱ κανόνες τῆς ἰνδίκτου εἷς καὶ τῶν ἁγίων δύο, αἱ δὲ καταβασίαι «Σταυρὸν χαράξας»

 

Ὁ κανὼν τῆς ἰνδίκτου.  ποίημα Ἰωάννου Μοναχοῦ.

ἦχος α´.  ᾠδὴ α´.  ὁ εἱρμός.

 

«σωμεν πάντες λαοί, τῷ ἐκ πικρᾶς δουλείας

Φαραὼ τὸν Ἰσραὴλ ἀπαλλάξαντι

καὶ ἐν βυθῷ θαλάσσης ποδὶ ἀβρόχῳ ὁδηγήσαντι,

ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται».

 

σωμεν πάντες Χριστῷ, δι᾿ οὗ συνέστη τὰ πάντα

καὶ ἐν ᾧ διατελεῖ ἀδιάπτωτα,

ὡς ἐξ ἀνάρχου φύντι Θεοῦ Πατρὸς ἐνυποστάτῳ Λόγῳ,

ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

 

σωμεν πάντες Χριστῷ, τῷ πατρικῇ εὐδοκίᾳ

ἐπιφανέντι ἐκ παρθένου καὶ κηρύξαντι

ἐνιαυτὸν Κυρίου δεκτόν, ἡμῖν εἰς ἀπολύτρωσιν,

ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται.

 

ν Ναζαρὲτ εἰσελθὼν ὁ παροχεὺς τοῦ νόμου

ἐν ἡμέραις τῶν σαββάτων ἐδίδασκε,

νομοθετῶν Ἑβραίοις, τὴν ἔλευσιν αὐτοῦ τὴν ἄφραστον,

δι᾿ ἧς ὡς ἐλεήμων σώσει τὸ γένος ἡμῶν.

 

Θεοτοκίον

 

δοντες πάντες, πιστοί, τὴν ὑπερθαύμαστον κόρην

τὴν τὸν Χριστὸν τῇ οἰκουμένῃ ἀνατείλασαν

καὶ χαρᾶς τὰ πάντα πληρώσασαν τῆς ἀιδίου ζωῆς,

ἀεὶ ἀνυμνήσωμεν, ὅτι δεδόξασται.

 

Κανὼν τῶν ἁγίων γυναικῶν, οὗ ἡ ἀκροστιχίς·

«στερρῶν γυναικῶν μαρτύρων μέλπω πόνους».

ἦχος δ´.  ᾠδὴ α´.  Ἀνοίξω τὸ στόμα μου. 

 

Στερρῶς τὸν ἀντίπαλον κατηγωνίσασθε, μάρτυρες,

ἀσκήσει μὲν πρότερον, ἔπειτα δεύτερον

τῇ δι᾿ αἵματος ἀθλήσει, διὰ τοῦτο

ὑμῶν τὰ μνημόσυνα πίστει γεραίρομεν.

 

Τρωθεῖσαι τῷ ἔρωτι τοῦ δι᾿ ἡμᾶς ὑπομείναντος

σταυρόν τε καὶ θάνατον, τούτου τοῖς ἴχνεσιν

ἠκολούθησαν αἱ ἅγιαι γυναῖκες,

σαρκὸς τὴν ἀσθένειαν ἐπιλαθόμεναι.

 

λλήνων θρησκεύματα καὶ τῶν δαιμόνων ἱδρύματα

τῷ ὅπλῳ τῆς πίστεως κατηδαφίσατε

καὶ προσήχθητε ναῷ ἐπουρανίῳ

κειμήλια ἔμψυχα, μάρτυρες πάνσεμνοι.

 

 

Θεοτοκίον

῾Ρωσθεῖσαι τῇ χάριτι τοῦ ἐκ τῆς σῆς ἀνατείλαντος

νηδύος, πανάμωμε, κόραι νεάνιδες

διεκρούσαντο βασάνων τρικυμίαν

καὶ σοῦ ἀπηνέχθησαν ὀπίσω χαίρουσαι.

 

῞Ετερος κανὼν τῶν ἁγίων, οὗ ἡ ἀκροστιχίς·

«Τεσσαράκοντα ἀθλητρίας ᾄσμασι στέφω· ὁ 'Ιάκωβος».

ἦχος δ΄. ᾠδὴ α΄. 'Ανοίξω τὸ στόμα μου.

 

Τριάδα τὴν ἄκτιστον καθικετεύω δοθῆναί μοι

τὴν χάριν τὴν ἔνθεον ἐπὶ τῇ μνήμῃ ὑμῶν,

τεσσαράκοντα ἀθλήτριαι Κυρίου,

ὅπως νῦν ἑόρτιον ᾄσω μελῴδημα.

 

Εἰρήνην εὑράμεναι, παρθενομάρτυρες ἔνδοξοι,

καὶ στέφη οὐράνια σὺν διδασκάλῳ 'Αμμούν,

ταῦτα ῥάνατε κἀμοὶ τῷ δεομένῳ,

ὡς ἂν νῦν ἐπάξιον ᾄσω μελῴδημα.

 

Σαρκὸς τὴν εὐπάθειαν 'Αδαμαντίνη παρέδραμες

καὶ ὤφθης ἀκλόνητος σὺν 'Αθηνᾷ τῇ σοφῇ,

διὸ βάσανα ὑπήνεγκας γενναίως,

ὅθεν νῦν ἐπάξιον ᾄδω μελῴδημα.

 

Θεοτοκίον.

 

ρθρίσας πανάχραντε σὲ ἱκετεύω δεόμενος, εἰσάκουσον δέησιν ἐκ κατωδύνου ψυχῆς, καὶ τὴν ἔφεσιν παράσχου σῷ ἱκέτῃ, ὡς ἂν ἐκ καρδίας μου ᾄσω μελῴδημα.

 

Τῆς ἰνδίκτου.  ᾠδὴ γ´.  ὁ εἱρμός.

 

«Στερέωσόν με, Χριστέ,

ἐπὶ τὴν ἄσειστον πέτραν τῶν ἐντολῶν σου

καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου·

οὐκ ἔστι γὰρ ἅγιος πλήν σου φιλάνθρωπε».

 

Στερέωσον, ἀγαθέ,

ἣν κατεφύτευσε πόθῳ, ἐπὶ τῆς γῆς

ἡ δεξιά σου κατάκαρπον ἄμπελον,

φυλάττων σου τὴν ἐκκλησίαν παντοδύναμε.

 

ν ἔργοις πνευματικοῖς

θεοτερπέσι κομῶντας τὸ ἔτος τοῦτο

διαγαγεῖν καταξίωσον, Κύριε,

τοὺς πίστει σε μέλποντας Θεὸν τοῦ παντός.

 

Γαλήνιόν μοι, Χριστέ,

τὸν ἐνιαύσιον κύκλον δίδου, οἰκτίρμον,

καὶ ἔμπλησόν με τῶν λόγων τῶν θείων σου,

οὓς ὤφθης φάσκων Ἰουδαίοις ἐν σάββασιν.

 

Θεοτοκίον

ς μόνην ὑπερφυῶς

τὴν ὑπεράνθρωπον χάριν ἐν τῇ γαστρί σου

δεξαμένην ἀτρέπτως σκηνώσαντα

Χριστὸν τὸν Θεὸν ἡμῶν, ἀεί σε δοξάζομεν.

 

Tῶν ἁγίων γυναικῶν. Τόξον δυνατῶν.

῾Ρώμῃ πανσθενεῖ ῥωννύμεναι

τὴν τῶν ἀντιπάλων κατεπαλαίσατε δύναμιν,

διὰ τοῦτο ὡς νικηφόροι

πρὸς Χριστοῦ ἐστεφανώθητε.

 

φθη τῶν θηρῶν τὰ χάσματα

θείᾳ δυναστείᾳ τοῦ Χριστοῦ ἀνενέργητα,

καὶ ἐρρύσθητε, θεοφόροι,

ἀβλαβεῖς Θεὸν γεραίρουσαι.

 

Νεύσει πρὸς Θεὸν θεούμεναι

τῆς πολυθεΐας τὸν κρυμὸν ἀπεκρούσασθε

καὶ πρὸς θάλψιν τῆς ἄνω δόξης

ἀθληφόροι κατηντήσατε.

Θεοτοκίον

Γνόντες εὐσεβῶς κηρύττομεν

σὲ παναληθῆ Θεοῦ μητέρα πανάμωμε·

διὰ σοῦ γὰρ ἡμῖν ὁ πλάστης

ὁμιλῆσαι κατηξίωσεν.

 

῞Ετερος τῶν ἁγίων. ᾠδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

 

νήλθετε ἅπασαι εἰς ὕψος Θεοῦ ἀρετῶν εὐχαῖς 'Αμμούν,

ὧ 'Ακριβὴ Διόνη τε καὶ ἤδη συνεισήλθετε,

πρὸς τὸν νυμφῶνα κράζουσαι· στεφάνων δόξης ἀξίωσον.

 

῾Ροὴν τῶν αἱμάτων καὶ δακρύων, Δωδώνη προσήνεγκας θερμῶς,

μετ' 'Ασπασίας μέλπουσα ἐν πίστει πρὸς τὸν Κύριον·

ὧ πανοικτίρμον δέσποτα, στεφάνων δόξης ἀξίωσον.

 

Καιρὸς τῶν δακρύων νῦν παρῆλθε, σεμνὴ 'Ελπινίκη παντελῶς,

ῥᾶνον κἀμοὶ τὴν χάριν σου πατεῖν ἐχθροῦ τὰ ἔνεδρα

καὶ ἐκβοᾶν πρὸς Κύριον· στεφάνων δόξης ἀξίωσον.

 

Θεοτοκίον.

 

δοὺ τὰ σὰ τέκνα, ὦ παρθένε, ἀπόδος ἡμῖν μητροπρεπῶς,

ῥῶσιν ψυχῆς καὶ σώματος ποιεῖν Θεοῦ τὸ θέλημα·

ἵνα συμφώνως ψάλλωμεν, στεφάνων δόξης ἀξίωσον.

 

Κοντάκιον τῶν ἁγίων.

῏Ηχος δ΄.  'Επεφάνης σήμερον.

 

Οὐρανὸς ἀγάλλεται σὺν τοῖς ἀγγέλοις,

ἐπὶ μνήμῃ σήμερον ἀσκητριῶν καὶ τοῦ 'Αμμούν,

κεκοσμημένων ἐν αἵμασι·

τῷ γὰρ Κυρίῳ πιστῶς ἠκολούθησαν.

 

Οἶκος.

 

῾Ιερῶς πανηγυρίζοντες πιστοί,

δεῦτε ἐπαίνοις στέψωμεν,

τεσσαράκοντα παρθένους καὶ ἀσκητρίας

σὺν τῷ διδασκάλῳ αὐτῶν 'Αμμοὺν

ἀθλησάσας διὰ τὸν Κύριον·

αἱ μὲν δέκα εἰς πῦρ ἐνεβλήθησαν,

αἱ δὲ ὀκτὼ

μετὰ τοῦ διδασκάλου αὐτῶν ἀπεκεφαλίσθησαν,

ἕτεραι δέκα ξίφος κατὰ στόμα καὶ καρδίαν

δεξάμεναι ἐτελειώθησαν·

ἓξ ὑπὸ μαχαιρῶν κατεκόπησαν·

αἱ δὲ λοιπαὶ ἓξ

σίδηρα πεπυρακτωμένα

κατὰ στόμα λαβοῦσαι

πρὸς Κύριον ἐξεδήμησαν,

ᾧ καὶ πιστῶς ἠκολούθησαν.

 

 

 

Κάθισμα τῶν ἁγίων.

῏Ηχος πλ. α΄. Τὸν συνάναρχον.

Τεσσαράκοντα νύμφαι Κυρίου, χαίρετε,

σὺν 'Αμμοὺν διακόνῳ καὶ διδασκάλῳ ὑμῶν,

καὶ τῷ θρόνῳ παρεστῶσαι τοῦ παντάνακτος,

ἱκετεύετε θερμῶς ὑπὲρ ἡμῶν

τῶν ἐν πίστει καὶ πόθῳ νῦν ἐκτελούντων

τὴν πανίερον θείαν μνήμην καὶ γεραιρόντων ἐν ᾄσμασι.

 

Δόξα, Καὶ νῦν. τῆς ἰνδίκτου.

ἦχος γ´. Ἡ παρθένος σήμερον.

 

ἀρρήτῳ σύμπαντα δημιουργήσας σοφίᾳ

καὶ καιροὺς ὁ θέμενος, ἐν τῇ αὐτοῦ ἐξουσίᾳ,

δώρησαι τῷ φιλοχρίστῳ λαῷ σου νίκας·

ἔτους δὲ τάς τε εἰσόδους καὶ τάς ἐξόδους

εὐλογήσαις κατευθύνων

ἡμῶν τὰ ἔργα πρὸς θεῖόν σου θέλημα.

 

Κανὼν τῆς ἰνδίκτου.  ᾠδὴ δ´.  ὁ εἱρμός.

 

«Κατενόησα, παντοδύναμε, τὴν σὴν οἰκονομίαν

καὶ μετὰ φόβου ἐδόξασά σε, σωτήρ».

 

παρχήν σοι ἐνιαύσιον ὁ λαός σου προσφέρει

ἀγγέλων ὕμνοις δοξολογῶν σε, σωτήρ.

 

ς φιλάνθρωπος καταξίωσον ἀρξαμένους τοῦ ἔτους

καὶ συμπληρῶσαι σοι εὐαρέστως, Χριστέ.

 

Παντοκράτορ μόνε Κύριε, τῶν ἐτῶν τὰς ἑλίξεις

γαληνιώσας τῷ κόσμῳ δώρησαι.

 

Θεοτοκίον

ς λιμένα νῦν τῶν ψυχῶν ἡμῶν καὶ βεβαίαν ἐλπίδα

τὴν Θεοτόκον πάντες ὑμνήσωμεν.

 

Τῶν ἁγίων γυναικῶν.  Ὁ καθήμενος.

 

πομείνασαι βασάνους καὶ στρεβλώσεις τοῦ σώματος

διαφόροις τρόποις θλᾶσίν τε μελῶν καὶ κατάφλεξιν,

τὰς οὐρανίους σκηνώσεις ἐκληρώσασθε

ἀπολαύουσαι ξύλου ζωῆς, ἀξιάγαστοι.

Νεανίδων μακαρίων τὸν ἀγῶνα ἐθαύμασαν

οὐρανῶν δυνάμεις, ὅπως τὸν ἐχθρὸν ἐτροπώσαντο

ἐν γυναικείᾳ τῇ φύσει δυναμούμεναι

τῇ δυνάμει το κ γυναικς νατελαντος.

 

πορρίψασαι τοῦ κόσμου ματαιότητα ἅπασαν

τῷ Θεῷ καὶ μόνῳ ὅλῃ τῇ ψυχῇ ἐκολλήθητε·

ὅθεν ἀσκήσεως πόνους καὶ ἀθλήσεως

ὑπεμείνατε, νύμφαι Χριστοῦ, καρτερώτατα.

 

σχυρότατον ὡς ὅπλον τὸν σταυρὸν περιφέρουσαι

πρὸς τὰς ἐναντίας ἀντιπαρετάξασθε φάλαγγας,

μετὰ Χριστοῦ δὲ τὴν νίκην ἀπηνέγκασθε

τοῦ νικήσαντος κόσμον δυνάμει θεότητος.

 

Θεοτοκίον

Καταβέβηκεν ὡς ὄμβρος ἐπὶ πόκον ἐν μήτρᾳ σου

Κύριος, ὡς ἔφη πάλαι ὁ προφήτης, πανάμωμε,

ὃν ἐν δυσὶ ταῖς οὐσίαις ἀπεγέννησας,

ᾧ κραυγάζομεν· δόξα, Χριστέ, τῇ δυνάμει σου.

 

῞Ετερος τῶν ἁγίων. ᾠδὴ δ΄. 'Ο καθήμενος ἐν δόξῃ.

 

Οὐρανὸς ἡ γῆ ἐφάνη σῇ ἀθλήσει, πανεύφημε,

ὦ Εὐτέρπη θεία, ὅτι τὸν Χριστὸν ἠκολούθησας

καὶ δι' αὐτὸν καὶ τὸ αἷμά σου ἐξέχεας

θερμῶς κράζουσα· δόξα, Χριστέ, τῇ δυνάμει σου.

 

Νοερῶς ἐνατενίζων τὰ παθήματα, ἅγιαι,

καὶ τὰς ἀλγηδόνας ἃς ὑπὲρ Χριστοῦ ὑπεμείνατε,

ἀνδρειοφρόνως θαυμάζων καταπλήττομαι

καὶ βοῶ θερμῶς· δόξα, Χριστέ, τῇ δυνάμει σου.

 

Τὰ οὐράνια ποθοῦσα, τὰ οὐράνια ἔλαβες,

'Ερασμία μάρτυς, ἅμα 'Ερατῷ φλογιζόμεναι

καὶ ἐν βασάνοις τὰ ἄνω ἀτενίζουσαι

συνεψάλλατε· δόξα, Χριστέ, τῇ δυνάμει σου.

 

Θεοτοκίον.

νυμνοῦμέν σου, παρθένε Μαριάμ, καὶ δοξάζομεν

τέκνον σου τὸ θεῖον, ὃ ἐν ταῖς βασάνοις ἐδόξασαν

αἱ τεσσαράκοντα κόραι ἀγαλλόμεναι

καὶ συμψάλλουσαι· δόξα, Χριστέ, τῇ δυνάμει σου.

 

Τῆς Ἰνδίκτου. ᾠδὴ ε´.  ὁ εἱρμός

 

«κ νυκτὸς ὀρθρίζοντες ὑμνοῦμέν σε, Χριστέ,

τὸν τῷ Πατρὶ συνάναρχον καὶ σωτῆρα τῶν ψυχῶν ἡμῶν·

τὴν εἰρήνην τῷ κόσμῳ παράσχου, φιλάνθρωπε».

 

πληρῶν τὰ σύμπαντα χρηστότητος, Χριστέ,

σὺ εὐκραῆ καὶ εὔφορον εὐλογίαις στεφανούμενον

τὸν πολύκυκλον χρόνον τοῖς δούλοις σου δώρησαι.

 

Τὴν τοῦ ἔτους ἄμειψιν ἀνάδειξον ἡμῖν

μεταβολὴν πρὸς κρείττονα εἰρηναίαν τε κατάστασιν

τοῖς εἰδόσι σε, Λόγε, Πατρὶ συναΐδιον.

 

π γς λλυθας συνάναρχε Πατρὶ

τοῖς αἰχμαλώτοις ἄφεσιν καὶ πηροῖς ἀνάβλεψιν

πρὸς Πατρὸς ἀναγγέλλων, ὁ χρόνων ἐπέκεινα.

 

Θεοτοκίον

 

Τὰς ἡμῶν ἐλπίδας, θεοτόκε ἁγνή,

καὶ τὴν ἡμῶν πεποίθησιν ἐπὶ σὲ ἀνατιθέμεθα·

εὐμενῆ ἡμῖν δίδου, παρθένε, ὃν ἔτεκες.

 

 

Τῶν ἁγίων γυναικῶν. Ἀσεβεῖς οὐκ ὄψονται.

 

ς ἀμνάδες ἄμωμοι, ὡς θύματα δεκτά,

τῷ ἀμνῷ τῷ ἀληθινῷ

καὶ ποιμένι, μάρτυρες, προσηνέχθητε,

προσφοραὶ ὁλόκληροι καὶ δεκτὰ ὁλοκαυτώματα.

 

Νεκρωθεῖσαι σώματι ἐζήσατε ψυχῇ

τοῦ νεκρώσαντος τὴν ἰσχὺν

τοῦ θανάτου, μάρτυρες, ὡς μιμησάμεναι,

καὶ σταυρὸν καὶ θάνατον καὶ τὰ πάθη τὰ ἑκούσια.

 

Μίαν γνώμην φέρουσαι ἐν σώμασι πολλοῖς,

ἕνα Κύριον Ἰησοῦν

διαφόροις μάστιξι καταξαινόμεναι

καὶ πυρὶ καιόμεναι ὡμολόγουν αἱ θεόφρονες.

 

Θεοτοκίον

νόρθωσον πεσόντα με ἐν λάκκῳ πειρασμῶν

καὶ κυβέρνησον ἡ Θεὸν

κυβερνήτην τέξασα, μόνη Πανάμωμε,

τὸν τὰ πρὶν ἑνώσαντα διεστῶτα ἀγαθότητι.

 

῞Ετερος τῶν ἁγίων. ᾠδὴ ε΄. 'Εξέστη τὰ σύμπαντα.

 

μμοὺν ὁσιώτατε, ἀγάλλου νῦν καὶ χόρευε

θρόνῳ παρεστὼς Θεοῦ ἀξίως

μετὰ σῶν τέκνων ἀσκητριῶν καὶ κορῶν,

διὰ στέφη ἀθλήσεως ὑμῶν,

ἅπερ ἀπειλήφατε πρὸς Χριστοῦ, παμμακάριστοι.

 

Θεὸν ἠγαπήσατε τὸν ποιητὴν τοῦ σύμπαντος,

μῆτερ Θεανὼ σὺν Θεονύμφῃ,

μέσον τυράννων ὁμολογοῦσαι αὐτὸν

τοῦ κόσμου σωτῆρα, καὶ λαμπρὰ

γέρα ἀπειλήφατε πρὸς Χριστοῦ παμμακάριστοι.

 

Λιμένα ἐφθάσατε τῶν οὐρανῶν, πανεύφημοι,

ἅμα Καλλιρρόῃ Θεανόῃ,

πεποικιλμέναι τῷ μαρτυρίῳ ὁμοῦ

καὶ πᾶσι δωρεῖσθε δαψιλῶς

στέφη τὰ οὐράνια πρὸς Χριστοῦ, παμμακάριστοι.

Θεοτοκίον

Κυρία καὶ δέσποινα, ἐπάκουσον δεήσεως

ἡμῶν τῶν οἰκτρῶς νῦν προσπιπτόντων

καὶ τὴν ὑγείαν ἀποδιδοῦσα ἡμῖν

εἰρήνη τῷ ἔθνει σταθηρὰν

καὶ βίου διόρθωσιν πρὸς Χριστοῦ, παμμακάριστε.

 

Τῆς ἰνδίκτου.  ᾠδὴ f´.  ὁ εἱρμός.

 

«Τὸν προφήτην διέσωσας ἐκ τοῦ κήτους, φιλάνθρωπε·

κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων ἀνάγαγε δέομαι».

 

Πολιτείας ἀπάρξασθαι εὐαρέστου σοι, δέσποτα,

σὺν τῇ ἐτησίῳ ἀπάρξει ἡμᾶς καταξίωσον.

 

μερῶν τῶν τοῦ πνεύματος ἐν μεθέξει τοῦ νόμου σου

ἀνάδειξον πλήρεις, οἰκτίρμον, σωτήρ, τοὺς ὑμνοῦντάς σε.

 

Θεοτοκίον

Τοὺς εἰς σὲ καταφεύγοντας ἀπὸ πάσης δεόμεθα

ῥῦσαι ἀπειλῆς, ἡ τεκοῦσα Χριστὸν τὸν Θεὸν ἡμῶν.

 

Τῶν ἁγίων γυναικῶν.  Ἐβόησε προτυπῶν.

 

῾Ρηγνύμενον καὶ ποσὶ γυναικῶν συμπατούμενον

καθορῶσα ἡ προμήτωρ ἐνθέως ἀγάλλεται

τὸν αὐτὴν δολίως

παραδείσου τὸ πρὶν ἐξορίσαντα.

 

Τὴν ἄσκησιν τῇ ἀθλήσει προθύμως συνάψασαι

τῷ νυμφίῳ τῶν ψυχῶν νῦν ἀφθόρως συνήφθητε

καὶ νυμφῶνι θείῳ

γηθομένῃ ψυχῇ ἐναυλίζεσθε.

 

Ὑψούμενα τῶν βασάνων τὰ ἄγρια κύματα

τῶν μαρτύρων τὰς ὁλκάδας βυθίσαι οὐκ ἴσχυσαν,

κραταιᾷ χειρὶ γὰρ

πρὸς τοὺς θείους λιμένας κατήντησαν.

 

῞Ετερος τῶν ἁγίων. ᾠδὴ f΄. Τὴν θείαν ταύτην.

 

Τὴν θείαν ταύτην πανήγυριν

'Αμμούν τε καὶ κορῶν τεσσαράκοντα πανηγυρίζοντες

πνευματικῶς εὐφραινόμεθα

σὺν ἀθλητῶν χορείαις Χριστὸν δοξάζοντες.

 

῾Ρανίσιν αἵματος ἅγιαι,

ἐχθροῦ τοῦ νοητοῦ κατηργήσατε μηχανουργήματα

καὶ νικηφόροι ἀνήλθετε

πρὸς οὐρανοῦ νυμφῶνα Χριστὸν δοξάζουσαι.

 

῾Αγίων δῆμοι ἀγγέλων τε

ὁρῶντες Κλεοπάτραν δι' αἵματος ἐπιδημήσασαν

σὺν τῇ Κλειῷ πρὸς σκηνώματα

τῶν οὐρανῶν, συνῆλθον Χριστὸν δοξάζοντες.

 

Θεοτοκίον

῏Ω μῆτερ νύμφη ἀνύμφευτε,

προσδέχου Κοραλίαν τοῖς αἵμασιν ἐναποστάζουσαν,

μονογενὴς γὰρ τυγχάνουσα,

ἀθλητικῶς προσῆλθε Χριστὸν δοξάζουσα.

 

Κοντάκιον τῆς Ἰνδίκτου. ᾿Ιακώβου πρωτοψάλτου.

ἦχος δ΄, «῾Ο ὑψωθεὶς ἐν τῷ σταυρῷ»

 

῾Ο τῶν αἰώνων ποιητὴς καὶ δεσπότης,

Θεὲ τῶν ὅλων ὑπερούσιε ὄντως,

τὴν ἐνιαύσιον εὐλόγησον περίοδον,

σῴζων τῷ ἐλέει σου τῷ ἀπείρῳ, οἰκτίρμον,

πάντας τοὺς λατρεύοντας σοὶ τῷ μόνῳ δεσπότῃ,

καὶ ἐκβοῶντας φόβῳ, λυτρωτά·

εὔφορον πᾶσι τὸ ἔτος χορήγησον.


Ὁ οἶκος

 

ρρήτῳ πάντα ὡς Θεῷ ποιήσαντι σοφίᾳ

ἰσχύι τε παντουργικῇ διασῴζοντι πάντα

τὸν ὕμνον δέει ἐκ ψυχῆς προσάγομεν

ἐντρόμως δυσωποῦντες παρασχεῖν εὐφορίαν τῇ γῇ

ἐν τῇ σήμερον ἐτησίῳ ἀπαρχῇ,

παντὸς ῥυσθῆναι δυσχεροῦς, ὁρατῶν καὶ ἀοράτων δυσμενῶν,

ἐν ταῖς αἰσίαις κράζοντες περιόδοις·

εὔφορον πᾶσι τὸ ἔτος χορήγησον, Κύριε.

 

Συναξάριον

 

Μὴν σεπτέμβριος, ἔχων ἡμέρας λ΄.

Τῇ Α΄  τοῦ αὐτοῦ μηνός, ἀρχὴ τῆς 'Ινδίκτου, ἤτοι τοῦ νέου ἔτους.

Στίχοι

Ἴνδικτον ἡμῖν εὐλόγει νέου χρόνου,

ὦ καὶ παλαιὲ καὶ δι᾿ ἀνθρώπους νέε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων τεσσαράκοντα γυναικῶν μαρ­τύ­ρων, παρθένων καὶ ἀσκητριῶν, καὶ 'Αμμοὺν διακόνου καὶ διδα­σκά­λου αὐτῶν.

Στίχοι

Δισεικαρίθμοις παρθένοις πῦρ καὶ ξίφος

Θεοῦ προεξένησαν Υἱὸν νυμφίον.

Εἰς τὸν ᾿Αμμούν.

Ἀμμοὺν καλύπτραν ἔμπυρον δεδεγμένος

τὸ σαρκικὸν κάλυμμα χαίρων ἐξέδυ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ποιοῦμεν τοῦ γενομένου θαύματος παρὰ τῆς ἁγίας Θεοτόκου ἐν τῇ μονῇ τῶν Μιασηνῶν.

Στίχοι

Αὐθαιρέτως ἄνεισιν ἄγρα τις ξένη,

λίμνης βυθοῦ πάντιμος εἰκὼν παρθένου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ γενο­μένου ἐμπρησμοῦ.

Στίχοι

Θυμοῦ Θεοῦ πῦρ ἐκκαὲν Μωσῆς λέγει

ἐμπρησμὸν ἐξέκαυσε τῇ πόλει μέγαν.

 

Τῇ αὐτῇ ἡμέρα, ἡ κοίμησις 'Ιησοῦ τοῦ Ναυή.

Στίχοι

Ὃν τοῦ τρέχειν ἔστησεν ἥλιον πάλαι.

Λιπὼν Ἰησοῦς, ἥλιον δόξης βλέπει.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων καὶ αὐταδέλφων Εὐό­δου, Καλλίστης καὶ 'Ερμογένους.

Στίχοι

Κάλλιστον ὄντως εὗρε Καλλίστη τέλος

σὺν τοῖς καλοῖς τμηθεῖσα διττοῖς συγγόνοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Συμεὼν τοῦ στυ­λίτου.

Στίχοι

Λιπὼν Συμεὼν τὴν ἐπὶ στύλου βάσιν,

Τὴν ἐγγὺς εὗρε τοῦ Θεοῦ Λόγου στάσιν.

ὑψιβάτης Συμεὼν σεπτεμβρίου ἔκθανε πρώτῃ.

 

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς ἁγίας Μάρθας, μητρὸς τοῦ ὁσίου Συ­μεών.

Στίχοι

Ἐν γῇ ξενίζει Μάρθα τὸν Χριστὸν πάλαι.

σὲ δὲ ξενίζει, Μάρθα, Χριστὸς ἐν πόλῳ.

 

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς ὁσίας Εὐανθίας

Στίχοι

Εὖ μάλα ἐξήνθησεν ἡ Εὐανθία

ἀνθηφοροῦσα ἀρετὰς ἀνθηπνόους[1].

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος Μελέτιος ὁ νέος, ὁ ἐν τῷ ὄρει Μυιουπό­λε­ως (Κιθαιρῶνι) ἀσκήσας ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

Σαυτὸν καθάρας, Μελέτιε τρισμάκαρ,

ὤφθης δοχεῖον Πνεύματος τοῦ ἁγίου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος νεομάρτυς 'Αγγελῆς ὁ ἐν Κωνσταν­τι­νου­πό­λει μαρτυρήσας κατὰ τὸ 1680 ξίφει τελειοῦται.

Στίχοι

Ἄνθρωπος μὲν ἦν Ἀγγελῆς κατ᾿ οὐσίαν,

τμηθεὶς δὲ ὤφθη ἄγγελος σὺν ἀγγέλοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Συμεὼν τοῦ στυλίτου τοῦ ἐν Λέσβῳ.

Στίχοι

Λέσβου τὸ θρέμμα Συμεὼν τὸν στυλίτην

ὑμνείτω Λέσβος ἐν θείῳ ναῷ τούτου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις τοῦ ὁσίου πατρὸς ἡμῶν 'Αντωνίου τοῦ νέ­ου τοῦ ἐκ Μακεδονικῆς Βεροίας.

Στίχοι[2]

᾿Ονητὸν ᾿Αντώνιος ἴσχυε τὸν πόλον,

χρυσοῦν μὲν οὐχί, δακρύων δὲ τὸ πρέον.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Νικολάου τοῦ ἐν Κρή­τῃ.

Στίχοι

Νικήσας, Νικόλαε, ἐχθρὸν τὸν πλάνον

νίκης γέρας εἴληφας παρὰ Κυρίου.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ἀμήν.

 

 

Κανὼν τῆς ἰνδίκτου.  ᾠδὴ ζ΄.  ὁ εἱρμός.

 

«Οἱ παῖδες εὐσεβείᾳ συντραφέντες,

δυσσεβοῦς προστάγματος καταφρονήσαντες,

πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ᾿ ἐν μέσῳ τῆς φλογὸς

ἑστῶτες ἔψαλλον· ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ».

 

᾿Αρχόμενοι τοῦ ἔτους καὶ τῶν ὕμνων,

ἀπαρχὴν ποιούμεθα τῷ βασιλεύοντι

Χριστῷ, βασιλείαν τὴν ἀπέραντον, ὁ ὀρθόδοξος λαὸς

εὐσεβῶς μέλποντες· ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ.

 

ὢν πρὸ τῶν αἰώνων, ἐπ᾿ αἰῶνά τε

καὶ ἔτι Κύριος, τοῖς ἀναμέλπουσι,

Χριστέ, ἡ πηγὴ τῆς ἀγαθότητος, τῶν χρηστῶν σου δωρεῶν

τὸ ἔτος πλήρωσον, ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ.

 

Θεοτοκίον

 

Οἱ δοῦλοι τῷ δεσπότῃ εἰς πρεσβείαν

τὴν ἁγνὴν μητέρα σου σοὶ προβαλλόμεθα,

Χριστέ, ἀπὸ πάσης περιστάσεως, τὸν λαόν σου, ἀγαθέ,

ῥυσθῆναι ψάλλοντα· ὁ τῶν πατέρων Θεός, εὐλογητὸς εἶ.

 

 

Τῶν ἁγίων γυναικῶν.  Ὁ διασώσας ἐν πυρί.

 

῾Ως ἀκατάπληκτον τὸ σόν, φρόνημα Ἀμμοὺν θεοφόρε·

καὶ γὰρ ἐξάρχων τοῦ χοροῦ τῶν παρθένων

βασάνους οὐκ ἔπτηξας σὺν αὐταῖς τελειούμενος

ὡς διάκονος καὶ μύστης τῆς θείας δόξης.

 

Νυμφαγωγὸς οἷα σοφός, λόγοις ὑπαλείφεις ἀνδρείας

πρὸς τὸν νυμφίον ἀφορᾶν καὶ σαρκὸς

καρτερεῖν τὰ ἐπίπονα κραυγαζούσας τὰς μάρτυρας·

ὁ Θεὸς ὁ τῶν πατέρων, εὐλογητὸς εἶ.

 

Μὴ ἀποκάμωμεν, ἰδού, ἤνοικται τὸ στάδιον, κόραι·

στῶμεν ἀνδρείως, ὁ Χριστὸς τοὺς στεφάνους

προτείνει, τοῦ σώματος ἑαυτῶν μὴ φεισώμεθα,

ἀνεβόων αἱ γενναῖαι ἐν τῷ σταδίῳ.

 

Θεοτοκίον

Εὐλογημένος ὁ καρπὸς τῆς εὐλογημένης γαστρός σου,

ὃν εὐλογοῦσιν οὐρανῶν αἱ δυνάμεις,

βροτῶν τε συστήματα, ὡς ἡμᾶς λυτρωσάμενον

τῆς κατάρας τῆς ἀρχαίας, εὐλογημένη.

 

῞Ετερος τῶν ἁγίων.  ᾠδὴ ζ΄.  Οὐκ ἐλάτρευσαν.

 

Στεφανούμεναι τῇ χάριτι τοῦ πνεύματος, ἀειμακάριστοι,

καὶ τῇ δυνάμει Χριστοῦ, ἀνδρείως ὑπέστητε

θλίψεις κακώσεις τε, ἀναμέλπουσαι·

ὁ τῶν πατέρων Κύριος καὶ Θεός, εὐλογητὸς εἶ.

 

γαλλόμενοι, 'Αμμοὺν σὺν ταῖς συνάθλοις σου, μὴ διαλείπετε,

καὶ Μαργαρίτα σεμνή, βοᾶν πρὸς τὸν Κύριον

πάντοτε ἅγιαι, ἵνα ψάλλωμεν·

ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Μαριάνθην, Μελπομένην μακαρίζομεν πανηγυρίζοντες,

ὕμνοις ὑμνοῦντες Χριστὸν τὸν ταύτας ἐν χάριτι

ἐπισκιάσαντα, καὶ συμψάλλομεν·

ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Θεοτοκίον.

Βασιλέα τῶν ἁπάντων ὡς κυήσασαν, μῆτερ ἀνύμφευτε,

καὶ τὸν δεσπότην παντός, τοῦ κόσμου ἱκέτευε

δοῦναι τοῖς μέλπουσι, τὰ αἰτήματα·

ἵνα συμφώνως ψάλλωμεν· ὁ Θεός, εὐλογητὸς εἶ.

 

Τῆς ἰνδίκτου.  ᾠδὴ η´.  ὁ εἱρμός.

 

«Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ διαφυλάξαντα παῖδας

καὶ τὴν βροντῶσαν κάμινον μεταβαλόντα εἰς δρόσον

Χριστὸν τὸν Θεὸν ὑμνεῖτε

καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας».

 

ς ἀρχηγῷ τῆς σωτηρίας, Χριστέ, ἀπαρχήν σοι προσφέρει

τὴν ἐνιαύσιον, ἡ σεπτὴ Ἐκκλησία

κραυγάζουσα· Ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Τὸν ἐκ μὴ ὄντων τὰ πάντα σοφῶς καινουργήσαντα κτίστην

καὶ διεξάγοντα τῶν καιρῶν τὰς ἑλίξεις

βουλήματι, ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

 

Τῷ διεξάγοντι τὰ πάντα Θεῷ καὶ καιροὺς ἀλλοιοῦντι

πρὸς τὴν πολύτροπον τῶν ἀνθρώπων

κυβέρνησιν ψάλλομεν· Ὑμνεῖτε,

καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

 

Θεοτοκίον

Τὴν θεομήτορα παρθένον ἁγνὴν ἐν ἐτῶν περιόδοις

καὶ ἑλίξεσιν, ὀρθοδόξων βροτῶν

τὰ συστήματα, ὑμνοῦμέν σε

ὡς θεοτόκον καὶ πάντων σωτηρίαν.

 

 

Τῶν ἁγίων γυναικῶν. ᾿Απήμονας παῖδας ἐν καμίνῳ.

 

Λαμπροὺς καὶ φαιδροὺς ὡς ἐξ αἱμάτων

χιτῶνας μαρτυρικῶς περιεβάλεσθε

συναπεκδυσάμεναι ὄντως τὸν φθειρόμενον

ταῖς ἁμαρτίαις ἄνθρωπον, καὶ ἀναμέλπουσαι·

τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα,

καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Πλουσίου φωτὸς φωτοχυσίαις,

ἡλίου τοῦ νοητοῦ θείαις λαμπρότησι,

μάρτυρες, λαμπόμεναι, νύκτα παρεδράμετε

τῆς ἀθεΐας, ψάλλουσαι ἐν ὁμονοίᾳ ψυχῆς·

τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα,

καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

ς ἄρνες, ὡς ἄσπιλοι ἀμνάδες,

ὡς θεῖαι περιστεραὶ καὶ ἐθελούσια,

θύματα προσήχθητε, μάρτυρες, τῷ κτίσαντι,

καὶ ὡς θυσίαι ἄμωμοι, συμφώνως ψάλλουσαι·

τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα,

καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Προστάξει τυράννων παρανόμων

τὸν ἄδικον θάνατον ὑπέστητε,

μέλη συγκοπτόμεναι, ῥάβδοις συντριβόμεναι,

ἀνηλεῶς τυπτόμεναι, ξίφει τεμνόμεναι·

διὸ τὰς ἀθανάτους κληροῦσθε

ἐν ἀγαλλιάσει πλουσίας ἀντιδόσεις.

 

Θεοτοκίον

 

πίσω σου ἔδραμον γυναῖκες

τῶν μύρων τῶν ἡδυπνόων ἐπαισθόμεναι,

πάναγνε Θεόνυμφε, μόνη ἀπειρόγαμε,

τοῦ ἐκ γαστρός σου λάμψαντος μονογενοῦς σου Υἱοῦ,

καὶ σοὶ συμβασιλεύουσιν ὄντως

ἀνυμνολογοῦσαι Χριστὸν εἰς τοὺς αἰῶνας.

 

 

 

῞Ετερος τῶν ἁγίων.  ᾠδὴ η΄.  Παῖδας εὐαγεῖς.

 

῞Απας ὁ χορὸς τῶν ἀσωμάτων

προσῆλθε προϋπαντῆσαι ἀγαλλόμενος

πάσας τοῦ Κυρίου μου νύμφας τεσσαράκοντα

καὶ κατανύξει ἔψαλε σεμνῶς ἐν ᾄσμασι·

τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα,

καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

 

Στόμα σου τιμῶμεν, Πολυμνία,

καλῶς γὰρ ἐν παρρησίᾳ ὡμολόγησας

πίστιν σου τὴν ἔνθεον μετὰ τῶν συνάθλων σου·

διὸ πιστοὶ γεραίροντες συμφώνως ψάλλομεν·

τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα,

καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

 

Θεοτοκίον

῞Ολος ὁ χορὸς τῶν ἀθληφόρων,

ἐν αἷς καὶ ἡ Πολυνίκη, μητροπάρθενε,

ᾄσμασι γεραίρουσι τόκον σου ὡς αἴτιον

τῆς ἑαυτῶν βραβεύσεως καὶ πᾶσαι ᾄδουσι·

τὸν Κύριον ὑμνεῖτε, τὰ ἔργα,

καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Τῆς ἰνδίκτου.  ᾠδὴ θ´.  ὁ εἱρμός.

 

«Τύπον τῆς ἁγνῆς λοχείας σου

πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος,

καὶ νῦν καθ᾿ ἡμῶν τῶν πειρασμῶν ἀγριαίνουσαν

κατασβέσαι αἰτοῦμεν τὴν κάμινον,

ἵνα σε, Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν».

 

Λόγε τοῦ Θεοῦ καὶ δύναμις,

ἡ ἀληθὴς σοφία καὶ ἐνυπόστατος,

ἡ συνέχουσα καὶ κυβερνῶσα τὰ πάντα σοφῶς

καὶ τὸν νῦν ἐπιστάντα τοῖς δούλοις σου,

καιρὸν ἐν καταστάσει γαληνιώσῃ διεξάγαγε.

 

Μόνη πρὸ αἰώνων πέφυκας

ὡς ποιητὴς αἰώνων καὶ βασιλεύουσα,

τρισυπόστατε, μία θεότης ἀμέριστε,

ταῖς λιταῖς τῆς ἁγνῆς θεομήτορος,

τὸν νικηφόρον τῇ κληρουχίᾳ σου ἀνάδειξον.

 

Θεοτοκίον

 

Σῶτερ τοῦ παντὸς καὶ πρύτανι,

δημιουργὲ καὶ παντοκράτορ τῆς κτίσεως,

ταῖς δεήσεσι τῆς ἀλοχεύτως τεκούσης σε,

τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι,

τηρῶν τὴν ἐκκλησίαν ἀκαταπαύστως ἀστασίαστον.

 

 

Τῶν ἁγίων γυναικῶν. Εὔα μὲν τῷ τῆς παρακοῆς.

 

Νάουσιν ἰάσεων κρουνοὺς τοῖς χρῄζουσιν

ὡς ἐκ κρήνης αἱ πανόλβιοι,

παύουσι λύμην νοσημάτων,

παθῶν ἀποδιώκουσι καύσωνα,

καρδίας τῶν φιλοθέων ἀρδεύουσι

πρὸς εὐκαρπίαν θείων πράξεων.

 

θεῖος διάκονος Ἀμμούν Κελσίνα τε

καὶ πρὸς τούτοις τεσσαράκοντα

θεῖαι θεόφρονες γυναῖκες,

ἀθλήσασαι νομίμως ἐστέφθησαν·

καὶ νῦν μετὰ ἀγγέλων χορεύουσιν,

ἃς κατὰ χρέος μακαρίζομεν.

 

ψώθητε κράτος κατ᾿ ἐχθρῶν ἀράμεναι,

ἀγγέλοις ὡμοιώθητε,

ξύλου τρυφᾶτε ἀκωλύτως

ζωῆς ἐν παραδείσῳ, θεόνυμφοι,

πηγὴν νῦν τῶν καλῶν κατειλήφατε

ὑπὲρ τοῦ κόσμου ἱκετεύουσαι.

 

Θεοτοκίον

 

Σοφίας χωρίον ὑπὲρ νοῦν τῆς κρείττονος

ἀνεδείχθης, κόρη ἄμωμε,

ἔμψυχος θρόνος τε καὶ πύλη·

διὸ ὡς βασιλίδα ἠγάπησαν,

παρθένοι σε, παρθένε, ὀπίσω σου

ἀπενεχθεῖσαι τῆς θεόπαιδος.

 

 

῞Ετερος τῶν ἁγίων.  ᾠδὴ θ΄.  ῞Απας γηγενής.

 

Τέκνα σου ἡμεῖς, ἐκράζετε, ἅγιαι Τρωὰς Χαρίκλεια,

ἐν φλογὶ καιόμεναι, Θεὸν τῶν ὅλων ἐπικαλούμεναι·

καὶ ὁ Χριστὸς εἰσήκουσεν ὑμῶν δεήσεως, καὶ πρὸς θεῖα

οὐρανῶν σκηνώματα κατεσκήνωσεν, ἔνθα ἀγάλλεσθε.

 

Φάνηθι, σωτήρ, καὶ δὸς μετὰ πίστεως ἀκολουθῆσαί σοι

καὶ τὰς τεσσαράκοντα, 'Αμμοὺν ἐβόα πίστει δεόμενος·

καὶ ὁ Χριστὸς εἰσήκουσε θερμῆς δεήσεως, καὶ πρὸς θεῖα

οὐρανῶν σκηνώματα κατεσκήνωσεν, ἔνθα ἀγάλλονται.

 

῎Ωφθητε πιστοῖς ἀστέρες ὑπέρλαμπροι αἱ τεσσαράκοντα,

ἐν τῇ γῇ φωτίζουσαι τῆς ἐκκλησίας ἅπαν τὸ πλήρωμα·

διὸ Χριστὸς ἐδόξασεν ὑμᾶς ἐν θαύμασι, καὶ πρὸς θεῖα

οὐρανῶν σκηνώματα κατεσκήνωσεν, ἔνθα ἀγάλλεσθε.

 

Θεοτοκίον

 

Σῶμα καὶ ψυχήν, Μαρία θεόνυμφε, σοὶ παρατίθημι,

ἡ χορεία ἔκραζε θείῳ νυμφίῳ αἵματι στάζουσα·

διὸ Χριστὸς ἐδόξασε τὰς τεσσαράκοντα, καὶ πρὸς θεῖα

οὐρανῶν σκηνώματα κατεσκήνωσεν, ἔνθα ἀγάλλονται.

 

᾿Εξαποστειλάριον τῆς ἰνδίκτου.

 

῏Ηχος β΄.  Τοῖς μαθηταῖς.

 

Θεὲ θεῶν καὶ Κύριε, τρισυπόστατε φύσι,

ἀπρόσιτε ἀΐδιε, ἄκτιστε καὶ τῶν ὅλων,

δημιουργὲ παντοκράτορ, σοὶ προσπίπτομεν πάντες,

καὶ σὲ καθικετεύομεν· Τὸ παρὸν ἔτος τοῦτο,

ὡς ἀγαθός, — εὐλογήσας φύλαττε ἐν εἰρήνῃ

τοὺς βασιλεῖς καὶ ἅπαντα τὸν λαόν σου, οἰ­κτίρ­μον.

 

'Εξαποστειλάριον τῶν ἁγίων.  Γυναῖκες ἀκουτίσθητε.

 

μμοὺν θεομακάριστε, μετὰ συνάθλων πρέσβευε

ὡς παρεστὼς τῇ Τριάδι, σὺν μαθητρίαις ἀξίως,

ὑπὲρ εἰρήνης, ἅγιε, τοῦ κόσμου καὶ τὰ σκάνδαλα,

φυγεῖν τοῦ πολεμήτορος, ὡς παρρησίας τυχόντες

παρὰ τοῦ πάντων δεσπότου.

 

῞Ετερον τῆς ἰνδίκτου, ὅ ἐστὶ καὶ θεοτοκίον.  Τοῖς μαθηταῖς.

 

Δημιουργὸς καὶ πρύτανις πάσης κτίσεως πέλων,

καιροὺς καὶ χρόνους θέμενος ἐν τῇ σῇ ἐξουσία,

τὸν ἐνιαύσιον κύκλον εὐλογίαις, οἰκτίρμον,

χρηστότητος στεφάνωσον, ἐν εἰρήνῃ φυλάττων

σοῦ τὸν λαὸν — ἀβλαβῆ ἀπήμαντον δυσωποῦμεν,

πρεσβείαις τῆς τεκούσης σε καὶ τῶν θείων ἀγγέλων.

 

 

Εἰς τοὺς αἴνους ἱστῶμεν στίχους f΄ καὶ ψάλλομεν στιχηρὰ ἰδιόμελα τῆς ἰνδίκτου γ΄ καὶ τῶν ἁγίων προσόμοια ἕτερα γ΄.

 

Ἰδιόμελον τῆς ἰνδίκτου.

ἦχος δ´.  Ἰωάννου μοναχοῦ.

 

Στίχος. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

 

βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων,

καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ·

πάντα γὰρ ἐν σοφίᾳ ἐποίησας,

καιροὺς ἡμῖν καὶ χρόνους προθέμενος·

διὸ εὐχαριστοῦντες κατὰ πάντα καὶ διὰ πάντα βοῶμεν·

Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου

καὶ καταξίωσον ἡμᾶς ἀκατακρίτως βοᾶν σοι·

Κύριε δόξα σοι.

 

Ὁ αὐτός.  Ἀνδρέου Πυροῦ

 

Στίχος. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

 

Αἱ πορεῖαί σου, ὁ Θεός, αἱ πορεῖαί σου μεγάλαι καὶ θαυμασταί·

διὸ τῆς οἰκονομίας σου τὴν δυναστείαν μεγαλυνοῦμεν,

ὅτι φς κ φωτς, πεδμησας εἰς ταλαίπωρον κσμον σου,

καὶ τὴν πρώτην ἀνεῖλες ἀρὰν τοῦ παλαιοῦ Ἀδάμ,

ὡς ηὐδόκησας, Λόγε,

καὶ ἡμῖν ἐν σοφίᾳ καιροὺς καὶ χρόνους ὑπέθου

τοῦ δοξάζειν τὴν παντουργικήν σου ἀγαθότητα·

Κύριε, δόξα σοι.

 

 

Ἦχος β΄.  Γερμανοῦ.

Στίχος. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

 

τε τῷ πάθει σου, Κύριε, τὴν οἰκουμένην ἐστερέωσας,

τότε καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν,

γυναῖκες ἠνδρίσαντο κατὰ τοῦ πικροτάτου τυράννου·

καὶ τὴν ἧτταν τῆς μητρὸς ἀνακαλεσάμεναι

πάλαι ἐν τῇ τρυφῇ τοῦ παραδείσου γεγόνασιν,

εἰς δόξαν σοῦ τοῦ γεννηθέντος ἐκ γυναικὸς

καὶ σώσαντος τὸ γένος τῶν ἀνθρώπων.

 

Τῶν ἁγίων.  ἦχος α΄.  Τῶν οὐρανίων ταγμάτων.

 

Στίχος. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλ­τη­ρίῳ καὶ κιθάρᾳ.

 

Οἱ ἐπὶ γῆς συνελθόντες, πανηγυρίσωμεν

ἀθλητριῶν τὴν μνήμην σὺν 'Αμμοὺν διακόνῳ,

ὅπως ταῖς πρεσβείαις αὐτῶν πανοικὶ

τῆς ἀφέσεως τύχωμεν·

αἱ τεσσαράκοντα κόραι γὰρ τὸν Θεὸν

καὶ σωτῆρα ἱκετεύουσιν.

 

Στίχος. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορ­δαῖς καὶ ὀργάνῳ.

 

ν τῇ ἀσκήσει τὸ πρῶτον προεκαθάρθητε

καὶ διὰ μαρτυρίου τὸν ποδήρη χιτῶνα

ἅπασαι ἀξίως εὐχαῖς τοῦ 'Αμμοὺν

τὸν λευκὸν ἐνεδύθητε

καὶ στεφηφόροι συνοῦσαι ἐν οὐρανοῖς

μετ' ἀγγέλων συναγάλλεσθε.

 

Στίχος. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμ­βά­λοις ἀλαλαγμοῦ· πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

 

῏Ω τεσσαράκοντα κόραι αἱ ἐναθλήσασαι

ὑπὲρ Χριστοῦ ἐν Θρᾴκῃ καὶ τυχοῦσαι τῆς δόξης,

ῥάνατε πλουσίως τὴν χάριν ἀεὶ

τοῦ Κυρίου τὸ θέλημα

ἡμᾶς ποιεῖν ἐν γῇ ταύτῃ ὡς οὐρανῷ

ὑπ' ἀγγέλων ἀεὶ γίνεται.

 

Δόξα.  ἦχος πλ. α΄.

 

῏Ω τεσσαράκοντα παρθένοι καὶ ἀθλήτριαι,

παριστάμεναι σὺν τῷ διδασκάλῳ ὑμῶν 'Αμμοὺν

τῷ θρόνῳ τῷ φρικτῷ μετὰ πάντων τῶν ἁγίων

καὶ προσκυνοῦσαι τῷ ζῶντι εἰς αἰῶνας αἰώνων,

μνήσθητε καὶ ἡμῶν, φιλάδελφοι οὖσαι,

τῶν οἰκτρῶς δεομένων νῦν·

αἰτοῦσαι τῷ κόσμῳ εἰρήνην, τῇ ἐκκλησίᾳ ὁμόνοιαν,

καὶ ἡμῖν τοῖς μέλπουσι, τῇ γενεθλίῳ ὑμῶν ἡμέρᾳ,

ἄφεσιν ἁμαρτιῶν εὑρεῖν καὶ τὸ μέγα ἔλεος.

 

Καὶ νῦν.  ἦχος πλ. δ´.  Γερμανοῦ.

 

ἀρρήτῳ σοφίᾳ συστησάμενος τὰ σύμπαντα,

Λόγε Χριστὲ ὁ Θεός,

ὁ καιροὺς καὶ χρόνους ἡμῖν προθέμενος,

τὰ ἔργα τῶν χειρῶν σου εὐλόγησον,

τὸν δὲ πιστὸν βασιλέα ἐν τῇ δυνάμει σου εὔφρανον

διδοὺς αὐτῷ κατὰ βαρβάρων τὴν ἰσχὺν

ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

 

 

 

* * *


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ ᾠδὴ τῆς ἰνδίκτου καὶ ἡ f΄ τῶν ἁγίων.

 

[᾿Ανεξαρτήτως τῆς οἱασδήτινος τοπικῶς συμψαλλομένης ἀκολου­θί­ας ἁγίου τινός, εἰς τὰ ἀναγνώσματα θεωρῶ ὀρθότερον νὰ προτι­μῶν­ται πάντοτε τὰ τῆς ἰνδίκτου, πλὴν βεβαίως ἕνθα διατηρεῖται τὸ ἀρ­χαῖ­ον ἔθος τῶν διπλῶν ἀναγνωσμάτων.]

 

Προκείμενον τῆς ἰνδίκτου.

᾿Απόστολος τῆς ἰνδίκτου, πρὸς Τιμόθεον.

Tέκνον Τιμόθεε, παρακαλῶ πρῶτον...

Ζήτει σαββάτῳ λγ´ ἐπιστολῶν

 

῞Ετερος ἀπόστολος τῶν ἁγίων γυναικῶν.  ζήτει τῇ κυριακῇ τῶων ἁγίων πάντων.

 

᾿Αλληλούια τῆς ἰνδίκτου. Ἦχος δ´.

Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιὼν καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν ᾿Ιερουσαλήμ.

Στίχ. Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

 

Εὐαγγέλιον τῆς 'Ινδίκτου. ᾿Εκ τοῦ κατὰ Λουκᾶν.

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Ναζαρέτ...

 

῞Ετερον εὐαγγέλιον, τῶν ἁγίων γυναικῶν. Κατὰ Ματθαῖον.

᾿Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων...

Ζήτει τῇ τετάρτῃ τῆς γ΄ ἑβδομάδος Ματθαίου.

 

Κοινωνικόν

Τῆς ἰνδίκτου. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρη­στό­τη­τός σου, Κύριε.  ἀλληλούια.

῞Ετερον τῶν ἁγίων. ᾿Αγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέ­πει αἴνεσις.  ἀλληλούια.

῞Ετερον. Εἰς μνημόσυνον αἰώνιον ἔσονται δίκαιοι.  ἀλληλούια.

῞Ετερον. ἦχος δ΄· ῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.  ἀλληλούια.

῞Ετερον. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. ἀλληλούια.

 

* * *


 

ΠΑΡΑΡΤΗΜΑ

 

῞Ετερον δοξαστικὸν[3] τῶν ἁγίων γυναικῶν.

 

Εἰς τοὺς αἴνους, πρὸς τὸ «Τῶν ἁγίων πατέρων ὁ χορός».

ἦχος πλ. δ΄.  ὑπὸ Δ.Ν.Μ.

 

Τῶν ὁσίων παρθένων ὁ χορὸς

τῷ τοῦ σωτῆρος πόθῳ πτερωθεὶς

'Αμμοὺν διακόνῳ συνυπετάγη,

βίου ἀμέμπτου γεωργήσασαι τὴν χάριν·

καὶ τῇ μὲν ἀσκήσει ἔλαμψαν ὁσίως,

τῇ δὲ ἀθλήσει ᾔσχυναν τὸν ὄφιν·

ἃς ἀνυμνοῦντες συμφώνως μακαρίσωμεν λέγοντες·

ὦ μητέρες θεοειδεῖς καὶ ὁσιομάρτυρες τῆς δόξης τοῦ Κυρίου,

δοχεῖα πολύτιμα τῶν χαρισμάτων τοῦ Πνεύματος,

τῆς ἐν Χριστῷ ζωῆς αἱ θεοτύπωτοι στῆλαι,

οἱ ὁλόφωτοι λύχνοι τῆς εὐσεβείας,

γυναικῶν μοναζουσῶν ἀστέρες,

τῆς ἐσωτέρας ἐρήμου περιφανῆ καλλωπίσματα,

ἐκτενῶς πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

* * *

 

Μεγαλυνάριον

 

Τὴν σεμνὴν χορείαν ἀθλητριῶν

τὴν λελαμπρυσμένην τῇ ἀσκήσει διὰ Χριστὸν

μετὰ διδασκάλου 'Αμμοὺν δεῦτε συμφώνως

ἐπαίνοις ἐγκωμίων πάντες τιμήσωμεν.

 

* * *

 



[1] ῾Ετέρα γραφή· ἀνθοπλόους.

[2] ᾿Εκ τῆς παλαιᾶς ἀκολουθίας, ἐκδόσεως 1958, εὐγενῶς ἀποσταλείσης μοι παρὰ Δημη­τρί­ου Καλπακίδη, πρωτοψάλτου.

[3] ῾Ο παρὼν ὕμνος ἐστὶ μικρὰ παραλλαγὴ εἰς τὸ ὅμοιον δοξαστικὸν τῶν αἴνων τὸ εὑ­ρι­σκό­μενον εἰς τὴν ἀκολουθίαν τῶν ὁσίων πατέρων τῶν ἐν τῇ σκήτει τῆς ἁγίας Ἄννης τῆς ἐν Ἄθῳ.  ἡ δὲ ἀκολουθία ἐκείνη ποίημα ἐστὶ Γερασίμου μοναχοῦ τοῦ Μικραγιαννανίτου, τὸ δὲ ῥηθὲν δοξαστικὸν πεποίηται κατὰ τὸ δοξαστικὸν τῶν πατέρων «Τῶν ἁγίων πατέρων ὁ χορός».