PostHeaderIcon Α΄ Θεσσαλονικεῖς, κεφ. 1

 

Α΄ πρὸς Θεσσαλονικεῖς

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 1

 

1 Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ πατρὶ καὶ Κυρίῳ ᾿Ιησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ.

2 Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ πάντων ὑμῶν μνείαν ὑμῶν ποι­ούμενοι ἐπὶ τῶν προσευχῶν ἡμῶν, 3 ἀδιαλείπτως μνημονεύοντες ὑμῶν τοῦ ἔργου τῆς πίστεως καὶ τοῦ κόπου τῆς ἀγάπης καὶ τῆς ὑπομονῆς τῆς ἐλ­πίδος τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ ἔμπροσθεν τοῦ Θεοῦ καὶ πατρὸς ἡ­μῶν, 4 εἰδότες, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Θεοῦ, τὴν ἐκλογὴν ὑμῶν, 5 ὅτι τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη εἰς ὑμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυ­νάμει καὶ ἐν Πνεύματι ῾Αγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε οἷοι ἐγενήθημεν ἐν ὑμῖν δι᾿ ὑμᾶς· 6 καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου,(1) δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος ῾Αγίου, 7 ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδο­νίᾳ καὶ ἐν τῇ ᾿Αχαΐᾳ. 8 ἀφ᾿ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου(2) οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ ᾿Αχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι· 9 αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, 10 καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, 10β ᾿Ιησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.

 

 

Παραπομπαί

1. 1) 2Θεσ 1:1-2. Πρξ 17:1-4· 18:5. Ρμ 1:7. 2Κορ 1:19. Εφ 1:2. Κλσ 1:1-2. 1Πετ 1:2· 5:12.

2-3) 2:13· 3:6· 5:8. 2Θεσ 1:3. Ιω 6:29. Ρμ 1:8,9. Κλσ 1:3-5. Εφ 1:15-16. Φιλ 1:3.

4) 2Θεσ 2:13. Ρμ 1:7. Κλσ 3:12. 2Πετ 1:10.

5) 1:9· 2:1. Κλσ 2:2. 1Κορ 2:4, 5· 4:20. 2Κορ 6:6. Εβρ 6:11· 10:22.

6-7) 2:13-14· 4:10. 2Θεσ 1:4· 3:7, 9. Πρξ 5:41· 13:52· 17:5, 6, 11. Ρμ 15:26. 1Κορ 4:16· 11:1· 15:1. Φιλ 3:17. Εβρ 10:34. 1Πετ 1:3.

8) Ρμ 1:8· 16:19. 1Κορ 14:36.

9) 1:6· 2:1. Ιω 17:3. Πρξ 14:15. 1Κορ 12:2.

10) 2Θεσ 1:7, 10. Μτ 3:7. Πρξ 1:11· 2:24. Ρμ 5:9. 1Κορ 1:7. Φιλ 3:20. Κλσ 3:6. Ττ 2:13. Απ 1:7.

 

 

Σημειώσεις 1ου κεφαλαίου

(1) Β.Α. δὲν ἔχει κόμμα.

(2) Β.Α. μετὰ τὸ Κυρίου θέτει ἄνω στιγμήν.