2. Λειτουργικὴ ζωή ᾿Εκκλησιαστικὴ ὑμνογραφία ΠΑΡΑΚΛΗΣΙΣ ΕΙΣ ΤΗΝ ΘΕΟΤΟΚΟΝ ΥΠΕΡ ΝΟΣΟΥΝΤΩΝ

 

ΠΑΡΑΚΛΗΣΙΣ ΕΙΣ ΤΗΝ

ΘΕΟΤΟΚΟΝ ΖΩΟΔΟΧΟΝ ΠΗΓΗΝ

ΥΠΕΡ ΝΟΣΟΥΝΤΩΝ

 

ἐν ᾗ προσετέθησαν ἐν τέλει

καὶ δύο εὐχαὶ εἰς πληγὴν θανατικοῦ

 

Σημειώσεις. 1) Τὰ κείμενα προέρχονται ἀπὸ τὸ Ψαλτήριον, τὸ Εὐχολόγιον τὸ Μέγα καὶ τὸ Μ. ῾Ωρολόγιον, ἐπίσημα καὶ ἀρχαῖα βιβλία τῆς ᾿Ορθοδόξου ᾿Εκκλησίας διὰ λειτουργικὴν χρῆσιν (βλ. ᾿Ιωάννου Φουντούλη, «Λειτουργικὴ Α΄», Θεσσαλονίκη 1995, σ. 78-83), ἀπὸ τὸ Μέγα Προσευχητάριον τοῦ ᾿Ανδρέου Σιμωνώφ, ἐκδοθὲν εὐλο­γίᾳ τῆς ῾Ι. Συνόδου (ἐν ᾿Αθήναις 1906), καὶ ἀπὸ τὸν τρίτομον Θησαυρὸν Παρακλητι­κῶν Κανόνων (ἐκδόσεις Παπαδημητρίου, ᾿Αθῆναι 2016 καὶ 2018).

2) Διὰ τὰ κείμενα τῶν Ψαλμῶν ἐλήφθησαν ὑπόψιν τὰ ἑξῆς· α) Ψαλτήριον, ἔκδοσις 3η, τῇ ἐγγράφῳ ἀδείᾳ τῆς ῾Αγίας τοῦ Χριστοῦ Μεγάλης ᾿Εκκλησίας, ἐν Βενετίᾳ, ἐκ τῆς ἐκκλησιαστικῆς τυπογραφίας τοῦ Φοίνικος, ἔτους 1862· β) Ψαλτήριον, ὀρθόδοξος κρι­τικὴ ἔκδοσις, μοναχοῦ ῾Ιερωνύμου Γιανναδάκη, ἔκδοσις ἱ. μονῆς Ζωοδόχου Πηγῆς Λογ­γοβάρδας, Πάρος 2019.

3) Τὸ Μέγα Εὐχολόγιον, κατὰ τὴν νεωτέραν διωρθωμένην ἔκδοσιν αὐτοῦ, ὑπὸ τοῦ ἐκδοτικοῦ οἴκου Παπαδημητρίου, ᾿Αθῆναι 2014. ῾Ωσαύτως καὶ τὸ Μικρὸν ῾Ωρολό­γιον, «περιέχον πάντα ὅσα εὑρίσκονται καὶ ἐν τῷ Μεγάλῳ ῾Ωρολογίῳ», ἐκδόσεις Πα­παδημητρίου, ᾿Αθῆναι 2018. Συμπληρωματικῶς εἰδικαί τινες δεήσεις καὶ ἀναφοραὶ ἐλή­φθησαν ἐκ νεωτέρων ἐπισήμων τελετῶν, ἐκ συνοδικῶν κειμένων, καὶ ἐκ χειρογράφων καὶ δημοσιεύσεων ὀρθοδόξων ἱεραρχῶν ὡς τῶν μακαριστῶν μητροπολιτῶν Διονυσίου Ψαριανοῦ (Σερβίων καὶ Κοζάνης), Πολυκάρπου Λιώση (Σισανίου καὶ Σιατίστης), Νικο­δήμου Βαλληνδρᾶ (Πατρῶν), καὶ ἄλλων.

4) ῾Η ἔναρξις πάσης Παρακλήσεως γίνεται ὡς διατυποῦται ἐνταῦθα, ἐφόσον ψάλ­λεται αὐτόνομος ἐν τῷ ναῷ ἢ ἐκτὸς αὐτοῦ· ἂν ὅμως προηγηθῇ ἑτέρα ἀκολουθία, τὸ «Βασιλεῦ οὐράνιε», τὸ τρισάγιον καὶ τὸ «Δεῦτε προσκυνήσωμεν» παραλείπονται, καὶ ἀρχόμεθα εὐθὺς ἀπὸ τοῦ ψαλμοῦ «Κύριε εἰσάκουσον». (Δ.A.)

 

῾Ο ἱερεύς.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.          

῾Ο ἀναγνώστης.

᾿Αμήν.

[Μὴ ὑπάρχοντος ἱερέως λέγομεν· «Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· ἀμήν»].

῾Ο ἱερεύς.

    Βασιλεῦ οὐράνιε, παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας,

     ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν,

     ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός,

     ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν

     καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος

     καὶ σῶσον, ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

῾Ο ἀναγνώστης.

῞Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. — Κύριε, ἐλέη­σον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

῾Ο ἱερεύς.

῞Οτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

῾Ο ἀναγνώστης.

᾿Αμήν. Κύριε, ἐλέησον (ιβ΄).

Δόξα... Καὶ νῦν...

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

[Ἔν τισι περιοχαῖς οἱ Ψαλμοὶ ἀπαγγέλλονται ἐμμελῶς πως ὑπὸ τοῦ ἀναγνώστου ἢ ψάλλονται ὑπὸ τῶν δύο χορῶν εἰς σύντομον μέλος, ἀλλαχοῦ δὲ δύο ἀναγνῶσται λέ­γουσιν ἕνα παρ᾿ ἕνα στίχον ἐναλλάξ].

Ψαλμὸς ρμβ΄ (142)

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου.

Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθή­σεται ἐνώπιόν σου πᾶς ζῶν.

῞Οτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.

᾿Εκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾿ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.

᾿Εμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν τοῖς ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.

Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.

Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.

᾿Ακουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.

Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.

᾿Εξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.

᾿Εν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.

Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμί.

 

[Εἰ ἔστι δυνατόν (καὶ εἰ δοκεῖ τῷ προεστῶτι), λέγονται καὶ οἱ ἑπόμενοι Ψαλμοί· εἰδάλλως μετάβηθι εὐθὺς εἰς τὸ «Θεὸς Κύριος»].

 

Ψαλμὸς κβ΄ (22)

Κύριος ποιμαίνει με καὶ οὐδέν με ὑστερήσει.

Εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με.

Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.

Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ’ ἐμοῦ εἶ.

Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν.

Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με.

Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύ­σκον με ὡσεὶ κράτιστον.

Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.

 

Ψαλμὸς κf΄ (26)

 

Κύριος φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι;

Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;

᾿Εν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου.

Οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.

᾿Εὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου.

᾿Εὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.

Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.

Τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν να­ὸν τὸν ἅγιον αὐτοῦ.

῞Οτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρᾳ ὕψωσέ με.

Καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ᾿ ἐχθρούς μου.

᾿Εκύκλωσα, καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀ­λαλαγμοῦ· ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ.

Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου.

Σοὶ εἶπεν ἡ καρδία μου· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου· Κύριον ζητήσω· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω.

Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου.

Βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου.

῞Οτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με.

Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.

Μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.

Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.

῾Υπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

 

Ψαλμὸς ξζ΄ (67)

 

ναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

῾Ως ἐκλείπει καπνός, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώ­που πυρός.

Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.

᾿Αγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ.

ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβε­βηκότι ἐπὶ δυσμῶν.

Κύριος ὄνομα αὐτῷ· καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.

Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.

῾Ο Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τά­φοις.

῾Ο Θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ δια­βαίνειν σε ἐν τῇ ἐρήμῳ.

Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινά, ἀπὸ προσώπου τοῦ Θεοῦ ᾿Ισραήλ.

Βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ Θεός, τῇ κληρονομίᾳ σου· καὶ ἠσθένη­σε, σὺ δὲ κατηρτίσω αὐτήν.

Τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ· ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ Θεός.

Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.

῾Ο βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.

᾿Εὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτρυγες περιστερᾶς περι­ηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσου.

᾿Εν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾿ αὐτῆς, χιονωθήσον­ται ἐν Σελμών.

Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον.

῾Ινατί ὑπολαμβάνετε, ὄρη τετυρωμένα, τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θε­ὸς κατοικεῖν ἐν αὐτῷ; καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος.

Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινὰ ἦν, ἐν τῷ ἁγίῳ.

᾿Ανέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις· καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι.

Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ᾿ ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν.

῾Ο Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν· καὶ τοῦ Κυρίου αἱ διέξοδοι τοῦ θανάτου.

Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς δι­απορευομένων ἐν πλημμελείαις αὐτῶν.

Εἶπε Κύριος· ᾿Εκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσ­σης.

῞Οπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾿ αὐτοῦ.

᾿Εθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ.

Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμ­πανιστριῶν.

᾿Εν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν ᾿Ισραήλ.

᾿Εκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες ᾿Ιούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλίμ.

Ἔντειλαι, ὁ Θεός, τῇ δυνάμει σου· δυνάμωσον, ὁ Θεός, τοῦτο ὃ κα­τειργάσω ἐν ἡμῖν.

᾿Απὸ τοῦ ναοῦ σου ἐπὶ ᾿Ιερουσαλήμ, σοὶ οἴσουσι βασιλεῖς δῶρα.

᾿Επιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν.

Τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρείῳ· διασκόρπι­σον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.

῞Ηξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.

Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ.

Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κα­τὰ ἀνατολάς· ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.

Δότε δόξαν τῷ Θεῷ· ἐπὶ τὸν ᾿Ισραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς ᾿Ισραήλ, αὐτὸς δώ­σει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ Θεός.

 

Εἶτα οἱ ψάλται ψάλλουσι τετράκις μετὰ τῶν στίχων αὐτοῦ τὸν ἑξῆς ὕμνον.

    Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν·

     εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α΄. ᾿Εξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλ­μοῖς ἡμῶν.

Εἶτα τὰ κάτωθι τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

῾Ως θησαυρὸν πολυτελῆ ἡ παρθένος

καὶ κρήνην βρύουσαν ῥεῖθρα θαυμάτων

ταύτην τὴν ζωήρυτον πηγὴν δέδωκεν ἅπασι,

νόσους θεραπεύουσαν παθημάτων ποικίλων

φλόγα τε δροσίζουσαν θλίψεως καὶ ὀδύνης·

δι᾿ ὃ καὶ πάντας ἐκθαμβῇ τῆς θείας, Παρθένε, πηγῆς,

τὰ ξένα ταύτης κατάπληκτα τέρατα.

Δόξα, Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,

τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·

εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,

τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων,

τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;

Οὐκ ἀποστῶμεν δέσποινα ἐκ σοῦ·

σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Καὶ εὐθὺς ὁ ἀναγνώστης.

Ψαλμὸς ν΄ (50)

᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

᾿Επὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

῞Οτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός.

Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

᾿Ιδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

᾿Ιδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

῾Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

᾿Ακουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

᾿Απόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὺ ἐγκαί­νισον ἐν τοῖς ἐγκάτοις μου.

Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.

᾿Απόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγε­μονικῷ στήριξόν με.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

῾Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιά­σεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴ­νεσίν σου.

῞Οτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκή­σεις.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

᾿Αγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη ᾿Ιερουσαλήμ.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώμα­τα.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

 

Εἶτα ψάλλομεν τὸν παρόντα κανόνα.

[Οἱ εἱρμοὶ τοῦ κανόνος παρατίθενται ἐνταῦθα διὰ μικροτέρων στοιχείων, διότι, ὡς γνω­στόν, εἰς τὰς Παρακλήσεις οἱ κανόνες ψάλλονται ἄνευ εἱρμῶν.]

Ἦχος πλ. δ΄. ᾿ῼδὴ α΄. ῾Ο εἱρμός.

     ῾Υγρὰν διοδεύσας ὡσεὶ ξηρὰν

     καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών,

     ὁ ᾿Ισραηλίτης ἀνεβόα·

     Τῷ λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πηγὴν ἡ κυήσασα τῆς ζωῆς,

πηγῆς ἐξ ἀφθόνου τῶν πλουσίων σου δωρεῶν

μετάδος, παρθένε, τῷ νοσοῦντι

καὶ τὴν ὑγείαν αὐτῷ νῦν χορήγησον.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

῾Η πύλη τῆς ὄντως ἀνατολῆς,

ἀνάτειλον αἴγλῃ σωτηρίας τῷ χαλεπῶς

ἐν κλίνῃ κειμένἀσθενείας

καὶ ἐκ πυλῶν τοῦ θανάτου ἐξάρπασον.

Δόξα Πατρί.

᾿Ιάματα βρύεις τοῖς τῷ ναῷ

τῷ σῷ προσιοῦσι καὶ νοσήματα τῶν ψυχῶν,

ἁγνή, καὶ σωμάτων ἀπελαύνεις·

δι᾿ ὃ τὸν δοῦλόν σου ἴασαι Δέσποινα.

Καὶ νῦν.

᾿Αφέσεως ὕδωρ ὡς ἀληθῶς

ἐγέννησας, κόρη, καὶ πηγάζεις διὰ παντὸς

πέλαγος θαυμάτων ἰωμένη

τοὺς ἀσθενείας βυθῷ κινδυνεύοντας.

 

᾿ῼδὴ γ΄. ῾Ο εἱρμός.

     Οὐρανίας ἁψῖδος ὀροφουργὲ Κύριε

     καὶ τῆς ἐκκλησίας δομῆτορ, σύ με στερέωσον

     ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης,

     τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Τὸ κατάσκιον ὄρος, τὸ καθαρὸν σκήνωμα

Λόγου τοῦ ἐν σοὶ ἀνεκφράστως κατασκηνώσαντος,

σκιᾶς θανάτου με καὶ πυρετο λαυροτάτου

καὶ πολλῆς κακώσεως, κόρη, ἐξάρπασον.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Οὐρανῶν πλατυτέρα, θεοπρεπὲς τέμενος,

τῆς στενοχωρούσης ὀδύνης τάχος ἐκλύτρωσαι

τὸν προσφυγόντα με ὑπὸ τὴν σκέπην σου, κόρη,

ὅπως μεγαλύνω σε τὴν ὑπερύμνητον.

Δόξα Πατρί.

῾Ο βυθὸς τῶν κακῶν μου εἰς ἀχανὲς πέλαγος,

ἄχραντε, δεινῆς ἀρρωστίας νῦν με συνώθησεν·

ἀλλ᾿ ἡ τὴν ἄβυσσον τῆς εὐσπλαγχνίας τεκοῦσα,

δός μοι χεῖρα, σῶσόν με, κράζει ὁ δοῦλός σου.      

Καὶ νῦν.

῾Η πηγὴ τῆς σοφίας, σοῦ ἐν γαστρὶ ᾤκησε,

Δέσποινα, πηγὴν ἰαμάτων ὅθεν σε ἔδειξε,

ῥεῖθρον ἀφέσεως καὶ ἀδαπάνητον πλοῦτον

καὶ τῶν ἀνυμνούντων σε σκέπην καὶ στήριγμα.

 

῾Ο ἱερεὺς μνημονεύει ὡς εἴθισται, καὶ ἡμεῖς ψάλλομεν τὸ «Κύριε, ἐλέησον» ιβ΄· ἢ ἀντὶ τῆς συνήθους ἐκτενοῦς λέγεται ἡ παροῦσα δέησις ὑπὲρ ἀσθενοῦντος.

῾Ο διάκονος ἢ ὁ ἱερεύς.

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου ἐπά­κουσον καὶ ἐλέησον.

Οἱ ψάλται (εἰς ἑκάστην δέησιν). Κύριε ἐλέησον (γ΄).

τι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου (ἢ ἐπισκόπου) ἡμῶν (δεῖ­νος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτη­ρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ κώμῃνήσχώρᾳ) ταύτῃ, [τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερω­τῶν τοῦ ἁγίου ναοῦ τούτου]. (Τὰ ἐντὸς ἀγκυλῶν λέγονται, μόνον ἐὰν ἡ παράκλη­σις τελῆται ἐν τῷ ναῷ.)

τι δεόμεθα ὑπὲρ τοῦ ἀσθενοῦντος ἀδελφο ἡμῶν (τοῦ δεῖνος) [ἢ ὑπὲρ τῶν ἀσθενούντων ἀδελφῶν ἡμῶν (...)] καὶ τῆς παρὰ τοῦ Θεοῦ ἐπισκέψεως, καὶ ὑπὲρ ὑγείας καὶ σωτη­ρίας αὐτοῦ [ἢ αὐτῶν].

τι δεόμεθα ὑπὲρ τοῦ ἐλεηθῆναι καὶ διαφυλαχθῆναι αὐτὸν [ἢ αὐτοὺς] κατὰ τὸ μέγα τοῦ Κυρίου ἔλεος, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτῷ τε [ἢ αὐτοῖς τε] καὶ ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

τι δεόμεθα ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπισκέψασθαι καὶ ἰάσασθαι αὐτοῦ [ἢ αὐτῶν] πᾶσαν ἀσθένειαν σωματικήν τε καὶ ψυχικήν.

τι δεόμεθα ὑπὲρ τοῦ ἀφεθῆναι αὐτοῦ [ἢ αὐτῶν] τὰς ἁμαρτίας καὶ τὰ ἐξ ἁμαρτιῶν ἐπίπονα, καὶ ὑπὲρ τοῦ ἀποστῆναι ἀπ᾿ αὐτοῦ [ἢ ἀπ᾿ αὐτῶν] πάντα πειρασμὸν καὶ πᾶσαν ἐπανάστασιν τοῦ ἀντικειμέ­νου.

τι δεόμεθα ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἀναστῆναι αὐτὸν [ἢ αὐτοὺς] ἀπὸ τῆς κλίνης καὶ τῆς ἀρρωστίας αὐτοῦ [ἢ αὐτῶν], καὶ ὑπὲρ τοῦ ἀποκαταστῆσαι αὐτὸν [ἢ αὐτοὺς] τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ, ψυχῇ καὶ σώματι ὑγιαίνοντα καὶ προκόπτοντα [ἢ ὑγιαίνοντας καὶ προκόπτοντας] ἐν ἔργοις καὶ λόγοις ἀγαθοῖς.

῾Ο ἱερεὺς τὴν ἐκφώνησιν.

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Σημείωσις. Μὴ ὑπάρχοντος ἱερέως πᾶσαι αἱ αἰτήσεις παραλείπονται, ὁμοίως καὶ τὸ Εὐαγγέλιον καὶ τὸ «Σῶσον, ὁ Θεός, τὸν λαόν σου», ἀντὶ δὲ τῶν δεήσεων ἀναγινώσκεται ἡ παροῦσα εὐχή·

 

Μνήσθητι, Δέσποτα φιλάνθρωπε ὁ Θεὸς ἡμῶν, πάντων τῶν εὐσε­βῶν καὶ ὀρθοδόξων Χριστιανῶν. Μνήσθητι, Κύριε, τῶν αἰχμαλώτων, τῶν ὁδοιπορούντων, τῶν ξενιτευόντων καὶ τῶν ἐν ἀποδημίαις ὄντων, τῶν ἐν θαλάσσῃ, ὕδατι, ἀέρι καὶ διαστήματι πλεόντων, τῶν ἐν αἰχμα­λωσίαις, μετοικεσίαις, ἐξορίαις, φυλακαῖς, μετάλλοις, καὶ ἐν πικραῖς δουλείαις ὄντων, τῶν ἐν θλίψεσι, τῶν ἐν γήρᾳ καὶ ἀδυναμίᾳ, καὶ τῶν ἐν ἀνάγκαις εὑρισκομένων. Μνήσθητι, Κύριε, τῶν νοσούντων, καμνόντων καὶ ἐν ἀσθενείαις κατακειμένων, τῶν νοσηλευομένων ἀδελφῶν ἡμῶν καὶ τῶν χρηζόντων περι­θάλψεως καὶ προστασίας. Ἔτι μνήσθητι, Κύριε, τῶν ἰατρῶν, νοση­λευτῶν, νοσηλευτριῶν, νοσοκόμων καὶ πάντων τῶν βοηθῶν καὶ συν­εργατῶν αὐτῶν, τῶν διακονούντων ἐν τοῖς νοσηλευτικοῖς ἱδρύμασιν, ἰατρικοῖς ἐργαστηρίοις καὶ λοιπαῖς δομαῖς ὑγείας, τήρησον αὐτοὺς ὑγιαίνοντας καὶ ἀπροσίτους ἀπὸ πάσης ἐναντίου δυνάμεως, εὐλόγη­σον δὲ καὶ ἐνίσχυσον αὐτοὺς εἰς τὸ ἔργον αὐτῶν καὶ ἱκάνωσον αὐ­τοὺς πρὸς ἔγκαιρον διάγνωσιν καὶ ἴασιν τῶν ἐν κλίνῃ ἀσθενείας καὶ νόσου κατακειμένων. Ἔτι μνήσθητι, Κύριε, τῆς χώρας καὶ τοῦ γένους ἡμῶν, πάσης ἀρχῆς καὶ ἐξουσίας, τοῦ κατὰ γῆν θάλασσαν καὶ ἀέρα στρατοῦ, τοῦ πυροσβεστικοῦ, τοῦ λιμενικοῦ καὶ τῶν λοιπῶν σωμάτων προστασίας καὶ ἀσφαλείας. Ἔτι δεόμεθά σου, Κύριε, ὑπὲρ τῶν ἀ­γαθοποιούντων, ὑπὲρ τῶν μισούντων, λυπούντων καὶ κακολογούντων ἡμᾶς, ὑπὲρ τῶν ἀγαπώντων καὶ ἐλεούντων ἡμᾶς, ὑπὲρ τῶν διακο­νούντων ἡμῖν τοῖς ἀναξίοις, ὑπὲρ τῶν ἀδελφῶν, συγγενῶν καὶ οἰκείων ἡμῶν, ὅπως παράσχῃς αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Μνήσθητι, Κύριε, τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν καὶ ἐλέησον κατὰ τὸ μέγα σου ἔλεος. Μνήσθη­τι, Κύριε, τῶν προκοιμηθέντων πατέρων, ἀδελφῶν καὶ συγγενῶν ἡ­μῶν καὶ ἀνάπαυσον αὐτοὺς ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Μνήσθητι, Κύριε, πάντων τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ ἡμῶν τῶν ταπεινῶν καὶ ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου· ἐλέησον δὲ καὶ ἀξίωσον πάντας ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν σου τὴν ἐπουράνιον· ἀμήν.

 

Κάθισμα, ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ζωῆς χορηγέ, πηγὴ τῆς ἀναστάσεως,

γείας δοτὴρ καὶ πάντων τὸ κραταίωμα,

ζωοδότα, κράζομεν, καὶ πρὸς σέ, Χριστέ, καταφεύγομεν·

᾿Εκ νοσημάτων παντὸς μολυσμο

προφθάσας ῥῦσαι ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

Δόξα, Καὶ νῦν. Θεοτοκίον.

Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον,

ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον,

ἐκτενῶς βοῶμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον,

καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,

ἡ μόνη ταχέως προστατεύουσα.

 

᾿ῼδὴ δ΄. ῾Ο εἱρμός.

     Εἰσακήκοα, Κύριε,

     τῆς οἰκονομίας σου τὸ μυστήριον,

     κατενόησα τὰ ἔργα σου,

     καὶ ἐδόξασά σου τὴν θεότητα.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

῾Υπὸ πλήθους πταισμάτων μου

πλήθη ὀδυνῶν με περιεκύκλωσαν,

σοῦ τὸ ἔλεος κυκλώσαι με

τῆς τεκούσης Λόγον πολυέλεον.

 

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σφοδροτάταις βαλλόμενος,

κόρη, ἀλγηδόσι καὶ ὀδυνώμενος,

σοὶ προσέδραμον, παντάνασσα,

τῶν πιστῶν τὸ μέγα καταφύγιον.

 

Δόξα Πατρί.

Ζωηφόρε ἀμίαντε,

νῦν θανατηφόρου νόσου ἀπάλλαξον

τὸν ἐν νόσοις ἐταζόμενον

καὶ θανάτου πύλας προσεγγίζοντα.

 

Καὶ νῦν.

Μὴ ὑπνώσω εἰς θάνατον

νόσῳ βαρυτάτ περικυκλούμενος,

ἀκοιμήτῳ δὲ πρεσβείᾳ σου

σῶσόν με, παρθένε, καὶ σωθήσομαι.

 

᾿ῼδὴ ε΄. ῾Ο εἱρμός.

     ῾Ινατί με ἀπώσω ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον,

     καὶ ἐκάλυψέ με τὸ ἀλλότριον σκότος τὸν δείλαιον;

     ἀλλ᾿ ἐπίστρεψόν με καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου

     τὰς ὁδούς μου κατεύθυνον δέομαι.

 

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

᾿Ιαμάτων Πηγήν σε ἔδειξε σοφίας ἡ ἄπειρος ἄβυσσος

ἐκ σοῦ προελθοῦσα, Παναγία παρθένε θεόνυμφε·

ἀλλὰ ὄμβρησόν μοι ἀναψυχῆς ἁγνὴ ῥανίδα,

τὴν πυρὰν τῶν παθῶν μου σβεννύουσαν.

 

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

᾿Επὶ κλίνης ὀδύνης ἐπὶ ἀρρωστίας στρωμνῆς κατακείμενος,

τῆς ζωῆς τὰ τέλη καὶ θανάτου ἐφόδους φαντάζομαι,

ἀλλ᾿ ἐπίσκεψαί με ἐπισκοπῇ σωτηριώδει,

Θεοτόκε, βοᾷ σοι ὁ δοῦλός σου.

Δόξα Πατρί.

Τοῦ δεσπότου τῶν ὅλων ὤφθης καθαρώτατος ναός, πανάμωμε,

καὶ ναὸν τὸν θεῖον σοῦ τῇ κλήσει ἀξίως τιμώμενον,

εὐλογεῖς, παρθένε, πηγὴν ἀφθόνων χαρισμάτων

τοῖς πιστῶς προσιοῦσι δεικνύουσα.

Καὶ νῦν.

᾿Εξ ἀμέτρων πταισμάτων ἄμετροι ἐπῆλθόν μοι νόσοι ἐπάλληλοι·

ἄλλ᾿ ἡ ἄμετρός σου εὐσπλαγχνία ἐπιφθασάτω με,

Παναγία κόρη, ὁ ἀσθενῶν πιστῶς βοᾷ σοι,

δωρουμένη μοι ῥῶσιν καὶ ἔλεος.

 

᾿ῼδὴ f΄. ῾Ο εἱρμός.

     ῾Ιλάσθητί μοι, Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου,

     καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέομαι·

     πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου,

     ὁ Θεὸς τῆς σωτηρίας μου.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

῾Η πύλη ἡ νοητή, τῆς σωτηρίας ἡ εἴσοδος,

τὸν δοῦλόν σου ἐκ πυλῶν θανάτου ἐξάρπασον

καὶ τοῦτον εἰσάγαγε εἰς ὑγείας τρίβους,

σωτηρίας εἰς σκηνώματα.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νοσοῦσάν μου τὴν ψυχήν, ἰάτρευσον, ἀειπάρθενε,

κεκακωμένον πολλαῖς παθῶν μαστιγώσεσι,

τὸ σῶμά μου ἴασαι, ὅπως εὐχαρίστως,

μεγαλύνω σε, πανάμωμε.

Δόξα Πατρί.

῾Ιλέῳ ὄμματι νῦν ἐπίσκεψαί με τὸν δοῦλόν σου,

καὶ πάθη μου τὰ κρυπτὰ θεράπευσον, δέσποινα,

ὅπως τὰ ἐλέη σου φανερῶς κηρύττω,

ἐλεῆμον ἀπειρόγαμε.

Καὶ νῦν.

῾Υπὲρ τὴν προβατικὴν ὁ σὸς ναὸς ἀναδέδεικται,

οὐχ ἕνα κατὰ καιρόν, πολλοὺς δὲ ἰώμενος

τῇ γεύσει τοῦ ὕδατος, οὗ περ, Παναγία,

καθηγίασας, θεόνυμφε.

 

Καὶ γίνεται πάλιν αἴτησις ὑπὲρ ὧν τελεῖται ἡ ἱερὰ παράκλησις, ὡς εἴθισται (βλέπε καὶ τὰς εἰδικὰς αἰτήσεις ἀπὸ γ΄ ᾠδῆς ἢ ἐν τέλει μετὰ τὸ τρισάγιον καὶ τὰ τροπάρια). Μετὰ τὴν ἐκφώνησιν, τὸ κάτωθι.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τῇ Ζωοδόχῳ σου Πηγῇ, θεοχαρίτωτε,

προσενεγκεῖν ὁ εὐτελὴς δοῦλός σου, δέσποινα,

τὸ ἐφύμνιον τεθάρρηκα, Θεοτόκε·

ἀλλ᾿ ὡς μήτηρ τοῦ παντάνακτος ὑπάρχουσα,

τοῦ ἐλέους σου ῥανίδα μοι ἐπίσταξον,

ἵνα κράζω σοι· Χαῖρε, ὕδωρ σωτήριον.

 

[Σημείωσις. Εἰ οὐκ ἔστιν ἱερεύς, τὸ προκείμενον καὶ τὸ Εὐαγγέλιον παραλείπονται καὶ μεταβαίνομεν εὐθὺς εἰς τὸ Δόξα Πατρί, «Πάτερ, Λόγε, Πνεῦμα» κλπ.]

Καὶ εὐθὺς τὸ προκείμενον. Ἦχος β΄.

Μνησθήσομαι τοῦ ὀνόματός σου

ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.  (Δίς)

Στίχ. ῎Ακουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλά­θου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.                                 [Ψ 44:10-11]

Τὸ γ΄.

Τοῦ ὀνόματός σου μνησθήσομαι

ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

῾Ο ἱερεύς.

Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγ­γελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Οἱ ψάλται. Κύριε ἐλέησον (γ΄).

῾Ο ἱερεύς.

Σοφία! ᾿Ορθοί. ᾿Ακούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.   Εἰρήνη πᾶσι.

Καὶ οἱ ψάλται. Καὶ τῷ πνεύματί σου.

ΕΥΑΓΓΕΛΙΟΝ

᾿Εκ τοῦ κατὰ Λουκᾶν (α΄ 39-49, 56).

᾿Εν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ᾿O­ρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾿Ιούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζα­χαρίου καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ ᾿Ελι­σάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ ᾿Ελισάβετ καὶ ἀνεφώνησε φω­νῇ μεγάλῃ καὶ εἶπεν· «Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ᾿Ιδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημέ­νοις αὐτῇ παρὰ Κυρίου». Καὶ εἶπε Μαριάμ· «Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ᾿Ιδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγα­λεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ». ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

 

[Καὶ εὐθὺς ψάλλομεν τὰ ἐφεξῆς τροπάρια]

Δόξα Πατρί. ῏Ηχος β΄.

    Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι,

     ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεί.

    Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον,

     ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος. ᾿Ελέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Τροπάριον, ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

῾Ρεῖθρα τῶν ἰάσεων ἀναβλυστάνεις, παρθένε,

τοῖς πιστῶς προστρέχουσι

τῇ Πηγῇ σου πάντοτε, θεονύμφευτε·

δωρεὰν ῥέεις γὰρ δαψιλῆ καὶ χύδην

τοῖς νοσοῦσι τὰ ἰάματα,

τυφλοὺς ἐμβλέποντας φαίνεις ἐναργῶς προσιόντας σοι,

χωλοὺς πολλοὺς ἀνώρθωσας

καὶ τοὺς παρειμένους συνέσφιγξας·

τὸν δὲ νεκρωθέντα ἐζώωσας προσχύσει τῇ τριττῇ,

ὑδρωπικῶν καὶ δυσπνων τε πάθη ἐθεράπευσας.

Εἶτα ὁ ἱερεύς.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ ᾿Ιωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἐν ἁγίοις πατέ­ρων ἡμῶν καὶ οἰκουμενικῶν μεγάλων διδασκάλων καὶ ἱεραρχῶν· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπα­τόρων ᾿Ιωακὶμ καὶ ῎Αννης· τοῦ ἁγίου (τῆς ἡμέρας, οὗ τὴν μνήμην ἐπιτελοῦμεν) καὶ πάντων σου τῶν ἁγίων· ἱκετεύομέν σε, μόνε πολυέ­λεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέη­σον ἡμᾶς.

Τὸ «Κύριε, ἐλέησον» ιβ΄, καὶ ὁ ἱερεὺς τὴν ἐκφώνησιν.

᾿Ελέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

 

Καὶ ψάλλονται αἱ λοιπαὶ ᾠδαὶ τοῦ κανόνος.

 

᾿ῼδὴ ζ΄. ῾Ο εἱρμός.

     Παῖδες ῾Εβραίων ἐν καμίνῳ

     κατεπάτησαν τὴν φλόγα θαρσαλέως

     καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες·

     Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεός, εἰς τοὺς αἰῶνας.

 

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Πάθει δεινῷ κεκρατημένος,

ὀδυνώμενος καὶ στένων σοι προστρέχω·

τρυχομένης ψυχῆς τὸν πόνον μὴ παρίδῃς,

ἀλλ᾿ εὐμενὴς ὑπάρχουσα ἴασαί με, Θεοτόκε.

 

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

χων πληθὺν ἁμαρτημάτων,

περιέπεσον εἰς πλῆθος νοσημάτων·

ἀλλὰ σοῦ τῇ πολλῇ προσῆλθον δυναστείᾳ·

τῶν ἀναγκῶν μου ῥῦσαί με, παναγία Θεοτόκε.

 

Δόξα Πατρί.

῞Αγιον τέτοκας ἁγίων,

ἁγιότευκτε τῆς θείας ὄντως δόξης·

τῷ ναῷ σου δι᾿ ὃ τοὺς πίστει προσιόντας

καθαγιάζεις, ἄχραντε, λυτρουμένη τῶν κινδύνων.

 

Καὶ νῦν.

Σῶσόν με, σῶσον, Θεοτόκε,

ἡ τὸν εὔσπλαγχνον Θεὸν ἀποτεκοῦσα,

καὶ δεινῶν συμφορῶν καὶ νόσων καὶ κινδύνων

τῇ κραταιᾷ δυνάμει σου ἐξελοῦ, Θεοκυῆτορ.

 

᾿ῼδὴ η΄. ῾Ο εἱρμός.

     ῾Επταπλασίως κάμινον τῶν Χαλδαίων ὁ τύραννος

     τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε·

     δυνάμει δὲ κρείττονι περισωθέντας τούτους ἰδών,

     Τὸν δημιουργὸν καὶ λυτρωτήν, ἀνεβόα,

     οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε,

     λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

᾿Απὸ πασῶν με λύτρωσαι περιστάσεων, ἄχραντε,

βλάβης τε καὶ νόσου, συμφορᾶς καὶ θλίψεως,

ἐχθρῶν τῶν κυνηγούντων με καὶ πολεμούντων πάντοθεν,

καὶ τῆς συνεχούσης τῶν κακῶν τρικυμίας,

προθύμως ἵνα ψάλω· ῾Ιερεῖς ἀνυμνεῖτε,

λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Νενοσηκότα, πάναγνε, τὴν ψυχὴν σὺν τῷ σώματι

καὶ τῶν ἀλγεινῶν ἐν κλίνῃ κατακείμενον,

ἀνάστησον σῶσόν με τῇ μητρικῇ πρεσβείᾳ σου,

καὶ πρὸς εὐφροσύνης μελῳδοῦντα λιμένα

ὁδήγησον βοῶντα· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε,

λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Δόξα Πατρί.

῾Η τοῦ ῾Υψίστου δύναμις ἐπὶ σοὶ κατεσκήνωσε,

δύναμιν ἀνίκητον σὲ περιζώσασα·

δι᾿ ὃ παρειμένον με ἐξ ἀμετρήτων πόνων, ἁγνή,

ἐξ ἀρρωστημάτων, ἐκ παθῶν ἀνιάτων

ἀπάλλαξον καὶ δεῖξον ἀρτιόδρομον ψάλλειν·

Λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν.

Τοῦ Σιλωὰμ ὁ οἶκός σου τιμιώτερος δέδεικται,

ὅν περ, Παναγία, θαυμαστῶς ἡγίασας,

τυφλοὺς καὶ κωφεύοντας καὶ χαλεπῶς πυρέττοντας

καὶ ἀρρωστημάτων προσβολαῖς κλονουμένους,

ἰώμενος καὶ πείθων εὐχαρίστως κραυγάζειν·

Λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

᾿ῼδὴ θ΄. ῾Ο εἱρμός.

     ᾿Εξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς

     καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεὸς

     ὤφθη τοῖς ἀνθρποις σωματικῶς,

     καὶ ἡ γαστήρ σου γέγονεν εὐρυχωροτέρα τῶν οὐρανῶν·

     δι᾿ ὅ σε, Θεοτόκε, ἀγγέλων καὶ ἀνθρώπων

     ταξιαρχίαι μεγαλύνουσιν.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

῾Αγία Θεοτόκε ζῶσα Πηγή,

ἐκ παλάμης τὸ μύρον πηγάζουσα καὶ ποταμοὺς

θείων ἰαμάτων παντοδαπῶν

τοὺς δεομένους δούλους σου πότισον καὶ ἔκπλυνον τῶν παθῶν,

κηλῖδας Θεομῆτορ, ὅπως σε μεγαλύνῃ

ὁ σὸς λαὸς ἐπαγαλλόγμενος.

῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

῾Η πύλη ἣν ὁ ῞Υψιστος διελθὼν

ἀπαράνοικτον πάλιν κατέλιπε

τὰς ἑαυτῆς πύλας ἀνεπέτασεν εὐμενῶς·

οἱ ἐν δεινοῖς ὑπάρχοντες, δεῦτε καὶ προσέλθετε πρὸς αὐτήν,

καὶ ῥῶσιν προσλαβόντες οὐ μὴ καταισχυνθῆτε

φωτὶ τῷ ταύτης σημειούμενοι.

Δόξα Πατρί.

Πηγὴ τῶν ἰαμάτων παναληθής,

κιβωτὲ τοῦ σεπτοῦ ἁγιάσματος, θρόνε Θεοῦ,

τῶν καταπιπτόντων ἡ κραταιὰ

καὶ δυνατὴ ἀνόρθωσις, ἔγειρον ἐκ λάκκου ἁμαρτιῶν

καὶ βόθρου ἀσθενείας καὶ χάους ἀλγηδόνων

τὸν σὸν οἰκέτην δυσωποῦντά σε.

Καὶ νῦν.

Πηγήν σε δωρημάτων καὶ ἀσφαλῆ

τῆς ζωῆς μου προστάτιν καὶ φύλακα φέρω, σεμνή,

σὲ ἐν περιστάσεσι βοηθὸν

καὶ χαρμονὴν ἐν θλίψεσι καὶ ἐν τοῖς κινδύνοις ἀναψυχήν,

ἐπίσκεψιν ἐν νόσοις, λιμένα ἐν ταῖς ζάλαις

καὶ αἰωνίαν ἀπολύτρωσιν.

Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.

᾿Απόστολοι, προφῆται, ἀρχιερεῖς,

ἀθλοφόρων ὁσίων ὁμήγυρις τῶν ἐκλεκτῶν,

τάγματα ἀγγέλων θεοειδῶν

σὲ δυσωποῦσι, Κύριε· Ἴασαι τὸ ἄλγος τοῦ ἀσθενοῦς,

ἐλάφρυνον τὸν πόνον ὡς μόνος ἐλεήμων

καὶ τὴν ὑγείαν αὐτῷ δώρησαι.

 

Εἶθ᾿ οὕτω τὰ παρόντα μεγαλυνάρια.

Ἦχος β΄ (ἢ πλ. β΄ εἱρμολογικός).

 

ξιον ἐστὶν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον

τὴν ἀειμακάριστον καὶ παναμώμητον

καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν χερουβὶμ

καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν σεραφίμ,

τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν,

τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

 

᾿Απὸ τῶν πολλῶν μου ἁμαρτιῶν

ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή·

πρὸς σὲ καταφεύγω τὴν κεχαριτωμένην·

ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.

 

δωρ τὸ ζωήρυτον τῆς Πηγῆς,

μάννα τὸ προχέον τὸν ἀθάνατον δροσισμόν,

τὸ νέκταρ τὸ θεῖον, τὴν ξένην ἀμβροσίαν,

τὸ μέλι τὸ ἐκ πέτρας, ὕμνοις τιμήσωμεν.

 

ασαι τὰ τραύματα τῆς ἐμῆς,

δέσποινα, καρδίας τὰ ἀνίατα καὶ δεινὰ

καὶ τὴν ἀρρωστοῦσαν ἐπίσκεψαι ψυχήν μου,

ἐπίσκεψις ἐν νόσοις, Πηγὴ ἰάσεων.

 

Σπεῦσον, Ζωοδόχος θεία Πηγή,

καὶ τῶν ἀσθενούντων ἡ ταχεῖα ἀπαλλαγή,

τοὺς κεκακωμένους καὶ τετραυματισμένους

ἐκ τῶν ποικίλων νόσων ταχέως ἴασαι.

 

Δέξαι τὰς δεήσεις, μῆτερ Θεοῦ,

τῶν πρὸς σὲ βοώντων ἐν κλαυθμῷ τε καὶ στεναγμοῖς

καὶ ῥῦσαι παντοίας ἐκ βλάβης τε καὶ νόσου

ψυχῶν τε καὶ σωμάτων ὑγείαν δώρησαι.

 

Βλύζει ἡ Πηγή σου ὕδωρ Ζωῆς

τοῖς προσερχομένοις μετὰ πίστεως ἀκραιφνοῦς

καὶ πάθη ἐκπλύνει ψυχῶν τε καὶ σωμάτων·

δι᾿ ὅ, Θεοκυῆτορ, σὲ μακαρίζομεν.

 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,

πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς,

οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου,

ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

 

῾Ο ἀναγνώστης.

 

῞Αγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς).

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ῾Αγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. — Κύριε, ἐλέη­σον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα... Καὶ νῦν...

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

῾Ο ἱερεύς.

῞Οτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ᾿Αμήν.

 

Τροπάρια. ῏Ηχος πλ. β΄.

᾿Ελέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς·

πάσης γὰρ ἀπολογίας ἀποροῦντες,

ταύτην σοι τὴν ἱκεσίαν ὡς δεσπότῃ

οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.

Δόξα Πατρί.

Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν·

μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν,

ἀλλ᾿ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος

καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν·

σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου,

πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν. Θεοτοκίον.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε·

ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν·

ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων·

σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

῾Ο διάκονος ἢ ὁ ἱερεὺς μνημονεύει πάλιν τοῦ ἀσθενοῦς ἢ τῶν ἀσθενῶν ὡς προεση­μειώθη (βλέπε μετὰ τὴν γ΄ ᾠδὴν) ἢ ἐκφωνεῖ τὴν κάτωθι ἐκτενῆ δέησιν (μετὰ τῶν εἰδικῶν αἰτήσεων αὐτῆς).

῾Ο διάκονος ἢ ὁ ἱερεύς.

λέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου ἐπά­κουσον καὶ ἐλέησον.

Οἱ ψάλται ἐν ἑκάστῃ δεήσει. Κύριε ἐλέησον (τρίς).

τι δεόμεθα ὑπὲρ τοῦ ἀρχιεπισκόπου (ἢ ἐπισκόπου) ἡμῶν (δεῖ­νος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

τι δεόμεθα ὑπὲρ τοῦ ἔθνους ἡμῶν καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, ὑπὲρ τοῦ κατὰ γῆν θάλασσαν καὶ ἀέρα φιλοχρίστου στρα­τοῦ, τοῦ πυροσβεστικοῦ σώματος, τοῦ λιμενικοῦ καὶ πάντων τῶν σω­μάτων προστασίας καὶ ἀσφαλείας, καὶ ὑπὲρ τοῦ Κύριον τὸν Θεὸν ἡμῶν ἐπὶ πλέον συνεργῆσαι καὶ κατευοδῶσαι αὐτοὺς ἐν πᾶσι καὶ ὑποτάξαι ὑπὸ τοὺς πόδας αὐτῶν πάντα ἐχθρὸν καὶ πολέμιον.

῎Ετι δεόμεθα ὑπὲρ αἰωνίου μνήμης καὶ μακαρίας ἀναπαύσεως τῶν δούλων τοῦ Θεοῦ πάντων τῶν ἐπ᾿ ἐσχάτως βιαίῳ θανάτῳ ἐν πυρί, ἐν ὕδατι, ἐν συσσεισμῷ, ἐν λοιμῷ ἢ ἄλλως πως μεταστάντων προπατό­ρων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον.

τι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπι­σκέψεως, κυβερνήσεως, κατευοδώσεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθο­δόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πό­λει ( χώρᾳ κώμῃ νήσῳ) ταύτῃ, [τῶν ἐνοριτῶν, ἐπιτρόπων, συν­δρομητῶν, ἀφιερωτῶν, διακονούντων καὶ διακονησάντων, κοπιώντων καὶ ψαλλόντων ἐν τῷ ἁγίῳ ναῷ τούτῳ]. (Τὰ τελευταῖα ταῦτα –τὰ ἐντὸς ἀγκυ­λῶν– λέγονται μόνον ἐὰν ἡ παράκλησις τελῆται ἐν τῷ ναῷ.)

῾Υπὲρ τῶν ἐν γήρᾳ καὶ ἐν ἀνάγκαις ὄντων.

τι δεόμεθα ὑπὲρ πάσης ψυχῆς Χριστιανῶν θλιβομένης τε καὶ κα­ταπονουμένης, ἐλέους Θεοῦ καὶ βοηθείας ἐπιδεομένης· καὶ ὑπὲρ τῶν ἐν γήρᾳ καὶ ἀδυναμίᾳ ὄντων, ὑπὲρ τῶν νοσούντων, καμνόντων καὶ ἐν ἀσθενείαις κατακειμένων, καὶ ὑπὲρ τῶν ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένων, ὅπως τῆς παρὰ τοῦ Κυρίου ταχείας ἰάσεως τύχωσι καὶ ὑπὲρ σωτηρίας τῶν ψυχῶν αὐτῶν.

῾Υπὲρ ἑνὸς ἀσθενοῦντος.

τι δεόμεθα ὑπὲρ τοῦ ἀσθενοῦντος δούλου ( τῆς ἀσθενούσης δούλης) τοῦ Θεοῦ (δεῖνος), ὅπως Κύριος ὁ Θεὸς ἡμῶν φυλάσσῃ αὐ­τὸν ( αὐτὴν) ἀπὸ πάσης νόσου ψυχῆς τε καὶ σώματος ἐπ᾿ αὐτοῦ ( ἐπ᾿ αὐτῆς) ἐπικειμένης καὶ χαρίσηται αὐτῷ ( αὐτῇ) ταχεῖαν καὶ πλήρη ἀποκατάστασιν τῆς ὑγείας καὶ τὴν προτέραν ὁλοκληρίαν.

Ἢ ἀντὶ τῆς προηγουμένης αἰτήσεως, ἐὰν ὦσι πολλοὶ ἀσθενεῖς.

τι δεόμεθα ὑπὲρ τῶν ἀσθενούντων δούλων τοῦ Θεοῦ (καὶ μνη­μονεύει ὀνομαστὶ αὐτῶν, εἰ ἔστι δυνατόν), καὶ ὑπὲρ ἐνισχύσεως πάντων τῶν νοσηλευομένων ἀδελφῶν ἡμῶν, ὅπως Κύριος ὁ Θεὸς ἡμῶν φυλάσσῃ αὐτοὺς ἀπὸ πάσης νόσου ψυχῆς τε καὶ σώματος ἐπ᾿ αὐτῶν ἐπικειμένης καὶ χαρίσηται αὐτοῖς ταχεῖαν καὶ πλήρη ἀποκα­τάστασιν τῆς ὑγείας καὶ τὴν προτέραν ὁλοκληρίαν.

῾Υπὲρ τῶν διακονούντων ἐν τῇ ὑγείᾳ.

τι δεόμεθα ὑπὲρ τῶν θεραπόντων ἰατρῶν, νοσηλευτῶν, νοσηλευ­τριῶν, νοσοκόμων, ὑπὲρ παντὸς τοῦ ἰατρικοῦ, ἐπιστημονικοῦ, διδα­κτικοῦ, διοικητικοῦ, νοσηλευτικοῦ καὶ ὑγειονομικοῦ προσωπικοῦ, καὶ πάντων τῶν βοηθῶν καὶ συνεργατῶν αὐτῶν, τῶν διακονούντων ἐν τοῖς νοσοκομείοις, κλινικαῖς, νοσηλευτικοῖς ἱδρύμασιν, ἰατρικαῖς σχο­λαῖς, ἰατρικοῖς ἐργαστηρίοις καὶ λοιπαῖς δομαῖς ὑγείας, ὅπως Κύριος ὁ Θεὸς ἡμῶν τηρήσῃ αὐτοὺς ὑγιαίνοντας καὶ ἀπροσίτους ἀπὸ ἐναντί­ων δυνάμεων, εὐλογήσῃ δέ, ἐνισχύσῃ καὶ ἱκανώσῃ αὐτοὺς πρὸς ἐπι­τυχῆ ἐπιτέλεσιν τοῦ κοινωφελοῦς ἔργου αὐτῶν.

῾Υπὲρ ὁδοιπορούντων, πλεόντων, ἀποδημούντων.

τι δεόμεθα ὑπὲρ εἰρήνης καὶ καταστάσεως τοῦ σύμπαντος κό­σμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ᾿Εκκλησιῶν, ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ τῶν ὁδοιπορούντων, πλεόντων, ἱπταμένων, ξενιτευόντων καὶ ἐν ἀποδημίαις εὑρισκομένων, ὑπὲρ τῶν ἐν αἰχμαλωσίαις, μετοι­κεσίαις, ἐξορίαις, φυλακαῖς, καὶ ἐν πικραῖς δουλείαις ὄντων ἀδελφῶν ἡμῶν, καὶ ὑπὲρ ἀναρρύσεως καὶ εἰρηνικῆς ἐπανόδου αὐτῶν.

τι δεόμεθα ὑπὲρ τοῦ συνοδεῦσαι τοὺς δούλους τοῦ Θεοῦ (τοὺς δεῖνας), εἴτε διὰ θαλασσῶν λιμνῶν ποταμῶν ἀέρων ἢ ὁδοιποριῶν τὴν πορείαν ποιουμένους, καὶ πάντας ἀποκαταστῆσαι εἰς λιμένας σωτη­ρίους καὶ καταφύγια ἀσφαλῆ, καὶ ὑπὲρ τοῦ γενέσθαι Κύριον τὸν Θε­ὸν ἡμῶν σύμπλουν καὶ συνοδοιπόρον αὐτῶν καὶ τὴν πορείαν αὐτῶν κατευοδῶσαι ἐν πᾶσιν, αὐτῶν δὲ καὶ ἡμῶν τὴν παρεπιδημίαν τὴν ἐν τῷ βίῳ τούτῳ ἀχείμαστον καὶ ἀβλαβῆ διαφυλάξαι.

τι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (τῶν δείνων) καὶ ὑπὲρ τοῦ ῥυσθῆναι αὐτοὺς ἀπὸ πειρατηρίων καὶ λῃστηρίων καὶ πάσης χει­μασίας, ὑπὲρ τοῦ ἀποκαταστῆσαι αὐτοὺς ἐν εἰρήνῃ καὶ εὐρωστίᾳ, δι­καιοσύνης πάσης πρόνοιαν ποιουμένους κατὰ τὰς τοῦ Θεοῦ ἐντολάς, καὶ ὑπὲρ τοῦ γενέσθαι αὐτοὺς πλήρεις τῶν βιοτικῶν καὶ ἐπουρανίων αὐτοῦ ἀγαθῶν.

῾Υπὲρ φίλων καὶ ἐχθρῶν.

τι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ (καὶ μνημονεύει ὀνομα­στὶ ὧν βούλεται ζώντων), καὶ ὑπὲρ τῶν μισούντων, λυπούντων καὶ κακολογούντων ἡμᾶς, ὑπὲρ τῶν ἀγαπώντων καὶ ἐλεούντων ἡμᾶς καὶ διακονούντων ἡμῖν τοῖς ἀναξίοις, καὶ ὑπὲρ τῶν ἐν πνεύματι ἀδελφῶν ἡμῶν ὑγείας τε καὶ σωτηρίας αὐτῶν.

῾Υπὲρ τῶν παρισταμένων.

τι δεόμεθα ὑπὲρ τῶν ἐπιτελούντων τὴν ἱερὰν λιτὴν ταύτην, τῶν συνελθόντων ἐν αὐτῇ καὶ τοῦ περιεστῶτος λαοῦ, καὶ ὑπὲρ τῶν δού­λων τοῦ Θεο(καὶ μνημονεύει ὀνομαστὶ ἐκείνων ὑπὲρ ὧν ἡ παρά­κλησις γίνεται).

τι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν πόλιν (ἢ χώραν ἢ κώμην ἢ νῆσον ἢ μονὴν) ταύτην καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λοιμοῦ, λι­μοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύ­λων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐ­μενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθ' ἡμῶν κινουμένην καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης ἡμῖν δι­καίας αὐτοῦ ἀπειλῆς καὶ ἐλεῆσαι ἡμᾶς.

Οἱ ψάλται. Κύριε ἐλέησον (40).

τι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἐλεῆσαι ἡμᾶς.

Οἱ ψάλται. Κύριε ἐλέησον (τρίς).

῾Ο ἱερεύς.

πάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν πε­ράτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐλέησον ἡμᾶς. [Καὶ εὐθὺς ἡ ἐκφώνησις]. ᾿Ελεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μέλλοντος τοῦ ἱερέως ἐπισυνάψαι τὰς ἐν τέλει τῆς Παρακλήσεως εἰδικὰς εὐχάς, ἢ ἄλλην τινὰ ἁρμόδιον διὰ τὴν περίστασιν, λέγει ἐνταῦθα ὁ ἱερεύς· Εἰρήνη πᾶσι, τῶν ψαλτῶν ἀποκρινομένων· Καὶ τῷ πνεύματί σου, ὁ δὲ διάκονος ἐκφωνεῖ· Τοῦ Κυρίου δεη­θῶμεν, καὶ ὁ ἱερεὺς λέγει τὴν εὐχήν. Εἶτα ποιεῖ τὴν συνήθη (μικρὰν) ἀπόλυσιν.

[Σημείωσις. Μεγάλη ἀπόλυσις λέγεται μόνον ὅτε αἱ Παρακλήσεις συνάπτονται εἰς τὸν ἑσπερινὸν ἢ εἰς τὸν ὄρθρον ἢ σπανιώτερον εἰς τὴν λειτουργίαν.]

 

῾Ο ἱερεύς.

Δόξα σοι, ὁ Θεὸς ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

῾Ο ἀναγνώστης.

Δόξα, Καὶ νῦν. Κύριε ἐλέησον (τρίς). Εὐλόγησον.

῾Ο ἱερεύς.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου αὐτοῦ μητρός, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, [τοῦ ἁγίου τοῦ ναοῦ ἢ τοῦ ἐφόρου τῆς περιοχῆς ἢ τῆς οἰκίας], [τοῦ ἁγίου τῆς ἡμέρας, ἐὰν ἔχῃ δοξαστικόν], καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Εἶτα ψάλλονται τὰ ἑπόμενα.

Τροπάρια, ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ξένα καὶ παράδοξα τῶν οὐρανῶν ὁ Δεσπότης

ἐπὶ σοὶ τετέλεκε κατ᾿ ἀρχάς, Πανάμωμε· καὶ γὰρ ἄνωθεν,

ἐμφανῶς ἔσταξεν, ὑετὸς καθά περ

ἐν τῇ μήτρᾳ σου, Θεόνυμφε,

Πηγὴν δεικνύων σε σύμπαν ἀγαθὸν ἀναβλύζουσαν

πλημμύραν τε ἰάσεων τὰς εὐεργεσίας προρρέουσαν

ἅπασιν ἀφθόνως τοῖς χρῄζουσι τὴν ῥῶσιν τῶν ψυχῶν

καὶ τὴν ὑγείαν τοῦ σώματος, ὕδατι τῆς χάριτος.

 

Μάννα σε οὐράνιον καὶ παραδείσου, παρθένε,

τὴν Πηγὴν τὴν ἔνθεον ὀνομάζω, δέσποινα, προσφυέστατα·

τῆς γὰρ γῆς ἔδραμεν ἡ ῥοὴ καὶ χάρις

τῆς Πηγῆς σου τετραμέρειαν

αὐτῆς καλύπτουσα ξένοις τεραστίοις ἑκάστοτε

καὶ πᾶσι τὸ αἰτούμενον γίνεται τὸ ὕδωρ πινόμενον·

ὅθεν γεγηθτες, Χριστώνυμοι, προστρέχομεν πιστῶς

ἁγιασμόν ἀρυόμενοι πάντοτε γλυκύρροον.

῏Ηχος πλ. δ΄.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου

καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

῏Ηχος β΄.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι,

μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

῾Ο ἱερεύς· Δι᾿ εὐχῶν...

 

* * *

 

 

ΕΥΧΗ ΕΠΙ ΠΑΣΑΝ ΑΡΡΩΣΤΙΑΝ

 

 

Εἰρήνη πᾶσι.

Τοῦ Κυρίου δεηθῶμεν.

 

Δέσποτα Παντοκράτορ, ἰατρὲ ψυχῶν καὶ σωμάτων, ὁ ταπεινῶν καὶ ἀνυψῶν, ὁ παιδεύων καὶ πάλιν ἰώμενος, τὸν ἀδελφὸν ἡμῶν (τόν δε) τὸν ἀσθενοῦντα ἐπίσκεψαι ἐν τῷ ἐλέει σου. Ἔκτεινον τὸν βρα­χίονά σου τὸν πλήρη ἰάσεως καὶ θεραπείας καὶ ἴασαι αὐτὸν ἐξανι­στῶν ἀπὸ κλίνης καὶ ἀρρωστίας. Ἐπιτίμησον τῷ πνεύματι τῆς ἀ­σθενείας· ἀπόστησον ἀπ' αὐτοῦ πᾶσαν πληγήν, πᾶσαν ἀλγηδόνα, πᾶσαν μάστιγα, πάντα πυρετὸν ἢ ῥῖγος· καὶ εἴ τι ἔστιν ἐν αὐτῷ πλημμέλημα ἢ ἀνόμημα, ἄνες, ἄφες, συγχώρησον διὰ τὴν σὴν φι­λανθρωπίαν. Ναί, Κύριε, φεῖσαι τοῦ πλάσματός σου ἐν Χριστῷ Ἰη­σοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ' οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀ­γαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

 

῾Ετέρα εὐχὴ ἐπὶ ἀρρώστου

 

᾿Εκ χειρογράφου τοῦ 13ου αἰῶνος τῆς μονῆς Σινά.

 

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ καλὸς ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὁ τὰς νόσους ἡμῶν ἀπόνως βαστάζων, οὗ τῷ μώλωπι ἡμεῖς πάντες ἰάθημεν, ὁ τὸν θάνατον θανατώσας καὶ τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος, ὁ τὸν Λάζαρον ἐκ νεκρῶν ἀναστήσας τετραήμερον καὶ ἐπισκεψάμενος τὴν πενθερὰν Σίμωνος Πέτρου τοῦ κορυφαίου τῶν ἀποστόλων καὶ ἐπὶ λόγῳ ἀποστήσας αὐτῆς τὸν πυρετόν, ὁ τοῖς δυσὶ χρεωφειλέταις τὸ δάνειον χαρισά­μενος καὶ τῇ ἁμαρτωλῷ γυναικὶ ἄφεσιν δωρησάμενος· αὐτός, πο­λυεύσπλαγχνε Κύριε, μακρόθυμε καὶ πολυέλεε, ἔπιδε ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸν δοῦλόν σου (τόν δε) καὶ δίωξον ἀπ' αὐτοῦ τὴν κεφαλαλγί­αν, τὸ ζῆλος, τὸ βάρος, τὸν καύσωνα· καὶ λύτρωσαι αὐτὸν ἀπὸ φρικιασμοῦ, ἀπὸ ῥίγους, ἀπὸ πυρετοῦ, ἀπὸ ἡμέρας πονηρᾶς καὶ ὥρας, καὶ ἀπὸ ὀφθαλμῶν πονηρῶν ἀνθρώπων, καὶ ἀπὸ πάσης νό­σου καὶ μαλακίας· πράϋνον τὸν πόνον, φυγάδευσον τὸν πυρετόν, δίωξον τὴν ἀσθένειαν, ἵνα καὶ αὐτὸς εἴπῃ κατὰ τὴν προφητείαν Δαυὶδ τὴν λέγουσαν· Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον ἀπ' ἐμοῦ πᾶσαν ἁμαρτίαν καὶ πᾶσαν ῥαθυμίαν, πᾶσαν ἀρρωστίαν καὶ βλασφημίαν. Σὺ γὰρ εἶ ὁ ἀληθινὸς ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ­νων· ἀμήν.

 

 

Σημείωσις. ᾿Αμφότεραι αἱ ὡς ἄνω εὐχαὶ λέγονται ὑπὸ τοῦ ἱερέως. Μὴ ὑπάρχοντος δὲ ἱερέως ἀντ᾿ αὐτῶν ἀναγινώσκεται ἡ εὐχὴ «Μνήσθητι, Δέσποτα φιλάνθρωπε ὁ Θεὸς ἡμῶν», ἣν ζήτει ἀπὸ γ΄ ᾠδῆς, μετὰ τὴν δέησιν ὑπὲρ ἀσθενοῦντος.

 

 

 

* * *

 


 

ΕΥΧΗ ΕΙΣ ΠΛΗΓΗΝ ΘΑΝΑΤΙΚΟΥ

Φιλοθέου Πατριάρχου Κωνσταντινουπόλεως

 

Εἰρήνη πᾶσι.

Τοῦ Κυρίου δεηθῶμεν.

 

Δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ἡ τῶν οἰκτιρμῶν ἀνεξάντλητος πη­γή, τὸ τῆς φιλανθρωπίας ἀνεξιχνίαστον πέλαγος, ἡ ἄπειρος ἄβυσ­σος τῆς μακροθυμίας καὶ τῆς χρηστότητος, ὁ καὶ τὰς κατὰ γενεὰν ἐπαγομένας τῷ γένει τῶν ἀνθρώπων πληγάς τε καὶ μάστιγας συμ­φερόντως διὰ φιλανθρωπίας ὑπερβολὴν ἐπιφέρων, ἵνα τὸ πρὸς τὴν ἁμαρτίαν ἡμῶν ἀκρατὲς καὶ ὀξύρροπον καθά περ τινὶ χαλινῷ τῷ θείῳ σου κατεχόμενον φόβῳ μὴ ἀτάκτως κινῆται κατὰ τῆς θείας εἰκόνος, μηδὲ εἰς τὸ τῆς ψυχῆς εὐγενὲς κακῶς ἐξυβρίζῃ· στῆσον, δεόμεθα, τὴν κατὰ τῆς φύσεως ἡμῶν φερομένην ὀξεῖαν καὶ ἄωρον ταύτην τοῦ θανάτου ῥομφαίαν, ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς παρὰ πάν­τα τὰ ἔθνη ποιήσῃς, μηδὲ τοῖς νοητοῖς καὶ αἰσθητοῖς ἐχθροῖς ἡμῶν παραδώσῃς ἡμᾶς ἐξουθένημα.

Ἐξηρήμωνται πόλεις, ἠφανίσθησαν ἀγοραί, ἱεραὶ πανηγύρεις καὶ τελεταὶ καὶ θείων ὕμνων συστήματα τῷ πλείονι μέρει κατεσιγάσθησαν·[1] οἰκίαι καλαὶ καὶ με­γάλαι, κατὰ τὴν Γραφήν, ἠφανίσθησαν, καὶ οὐκ ἔστιν ὁ κατοικῶν ἐν αὐταῖς. Φόβος καὶ τρόμος ἦλθεν ἐφ' ἡμᾶς, καὶ σκότος ζοφερὸς τοῦ φοβεροῦ τούτου θανάτου πάντας ἐκάλυψεν.

Οὐ φθάνομεν, Δέσποτα, τοὺς τελευτῶντας ὡς ἔθος θρηνεῖν οἱ προσήκοντες, καὶ τὸ τέλος ἡμῶν φθάνει, καὶ ἄλλους ἐπιζητοῦμεν τοὺς θρηνοῦντας, καὶ κοινῷ τῷ τάφῳ παραδιδόμεθα. Οὐδὲ οἱ ζῶντες καὶ φαινόμενοι ζῆν ἤδη νομίζομεν· τῷ φόβῳ τῆς φοβερᾶς ταύτης πληγῆς μικροῦ καὶ ἑαυ­τοῖς ἀπιστοῦμεν· τὸ τοῦ θανάτου σύμβολον καὶ πληγὴν ἔχειν ἕκαστος ἐν ἑαυτῷ φανταζόμενος, καὶ πρὸ τοῦ θανάτου τῷ δέει τοῦ θανάτου χαλεπῶς ἀποθνῄ­σκοντες.

Ταῦτα τῆς κακίας ἡμῶν τὰ ἐπίχειρα, τοῦτο τῶν πονηρῶν καὶ ἀκαθάρτων ἡμῶν πράξεων τὸ κατάλληλον ἀποτέλεσμα, ταῦτα τῆς ἀσελγείας καὶ ἀδικίας καὶ ἐπιορκίας ἡμῶν τὰ δεινὰ κατορθώματα. Οὗτος ὁ τρικέφαλος ὄφις τοὺς πικροὺς ἡμῖν ὀδόντας ἐμπήξας, τὴν φθορὰν καὶ τὸν θάνατον τοῦτον ἐπήγαγε. Διὰ ταῦτα ἔρχεται, φη­σίν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Δι᾿ ὃ οὐδὲ νοη­τοὺς ὀφθαλμοὺς ἐπάραι οὐδὲ προσεύξασθαι καθαρῶς καὶ τὸν ἔλε­ον ἐφελκύσασθαί σου δυνάμεθα, τῷ βάρει τοῦ συνειδότος, καθά περ τινὶ κλοιῷ σιδηρῷ, κατακαμπτόμενος ἕκαστος. Ἀλλὰ μὴ παρα­δῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ ἅγιον, μηδὲ διασκεδά­σῃς τὴν διαθήκην σου, ἵνα μὴ τὸν τῆς μετανοίας καὶ ἐπιστροφῆς καιρὸν ζημιωθῶμεν οἱ τάλανες.

Δι᾿ ὃ καὶ τὴν πληγὴν τοῦ θανάτου ταύτην φιλανθρώ­πως ἐπήγαγες. Οἴδαμεν ὡς πολλάκις τὴν μετάνοιαν ὑποσχόμε­νοι καὶ πολλάκις ψευσάμενοι, τὴν τομὴν κατὰ τὴν ἄκαρπον ἐκείνην συκῆν κατεκρίθημεν. Ἀλλ’ ἔτι καὶ ἔτι μακροθύμησον ὡς φιλάνθρω­πος γεωργός, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπι­στρέψαι καὶ ζῆν αὐτόν, ὁ ἑβδομηκοντάκις ἑπτὰ συγχωρεῖν τοῖς ἀδελφοῖς κελεύων τὰ ἁμαρτήματα, ὁ δυνάμενος ἐκ τῶν σκληρῶν καὶ ἀκάρπων λίθων ἐγείρειν τέκνα τῷ Ἀβραάμ· σοὶ γὰρ μόνῳ πάντα δυνατὰ τὰ παρὰ ἀνθρώποις ἀδύνατα, φιλάνθρωπε Δέσποτα· ἵνα καὶ ἐφ’ ἡμῖν εἰς γενεὰς καὶ γενεὰς δοξασθῇ σου τὸ πανάγιον ὄνομα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

 

[1. Σημείωσις ἐπιμελητοῦ (3/4/2020). ᾿Ιδοὺ ὅτι αὐθεντικῶς μανθάνομεν ἐκ τῶν ἱερῶν κειμένων τὰς ἱερὰς τελετὰς καὶ θείους ὕμνους τῷ πλείονι μέρει κατασιγᾶσθαι ἐν καιροῖς λοιμοῦ καὶ θανατικοῦ καὶ πάσης ἄλλης δεινῆς τοῦ λαοῦ συμφορᾶς. Συντάκτης δὲ τῆς παρούσης εὐχῆς ἐστὶν ὁ ἅγιος Φιλόθεος ὁ Κόκκινος, μαθητὴς καὶ βιογράφος καὶ στερρὸς ὑποστηρικτὴς τοῦ ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ, δεινὸς δὲ θεολόγος καὶ πρόμα­χος τῆς περὶ ἀκτίστου θείας χάριτος ὀρθοδόξου διδασκαλίας, πατριαρχεύσας ἐν Κωνσταν­τινουπόλει κατὰ τὸν 14ον αἰῶνα (1354-1355 καὶ 1364-1376).]

 

 

ΕΥΧΗ ΕΤΕΡΑ, ΟΜΟΙΑ

 

Τοῦ Κυρίου δεηθῶμεν.

 

μάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, πανάγαθε Δέ­σποτα· παρέβημέν σου τὰς σωτηρίους ἐντολάς, τὰς ἱερὰς συνθή­κας ἡμῶν, ἃς ἐπὶ τῷ θείῳ βαπτίσματι κατέναντι τοῦ μεγάλου σου θυσιαστηρίου, ἐνώπιον ἀγγέλων ἐποιησάμεθα καὶ ἀνθρώπων. ᾿Ηθε­τήσαμεν τὸ φρικτὸν Αἷμα τῆς διαθήκης, ἐν ᾧ ἡγιάσθημεν, κοινὸν ἡγησάμενοι, καὶ τῷ Πνεύματι τῆς χάριτος ἐνυβρίσαντες καὶ τῆς φο­βερᾶς καὶ ὑπερφυοῦς υἱοθεσίας καταφρονήσαντες. Πᾶσα Γραφὴ καὶ θεῖος νόμος καὶ διδασκαλία θεόπνευστος, ψόφος κενὸς καὶ ῥή­ματα πράξεως ἔρημα παρ’ ἡμῖν ἐλογίσθησαν· ὀνόματι μόνον καὶ λόγοις τὸ σεπτὸν Εὐαγγέλιον καὶ τὸν ἀληθῆ Χριστιανισμὸν οἱ τά­λανες περιφέρομεν.

Αἱ χεῖρες ἡμῶν πρὸς πᾶσαν ἁρπαγὴν καὶ πλεονεξίαν γεγόνασιν ἐπιτήδειοι· οἱ πόδες ὀξεῖς καὶ ἀνομώτατοι καὶ πρὸς πᾶσαν ἀδικίαν καὶ κακεντρέχειαν ἕτοιμοι, τῆς μερίδος τῶν ἀδελφῶν ἐπιβαίνειν καὶ καταπατεῖν καὶ κατεσθίειν τοὺς πένητας· τὸ στόμα, τὸ τῶν ἱερῶν εὐχῶν τε καὶ λόγων ὄργανον, πάσης αἰσχρότητος καὶ μωρολογίας ἐπιορκίας τε καὶ διαβολῆς ἀπετελέσαμεν ὄργανον· τοὺς ὀφθαλμοὺς ἡμῶν καὶ πάσας ἡμῶν τὰς αἰσθήσεις ἀσωτίας καὶ πάσης ἀσελγείας καθ’ ὑπερβολὴν ἐπληρώσαμεν, τὸν ἐν ἡμῖν βασιλεύοντα νοῦν, τὸ θεῖον ἐκεῖνο σπέρμα καταπατήσαντες, καὶ τὰ μέλη σοῦ τοῦ Χρι­στοῦ πόρνης μέλη ποιήσαντες, καὶ ἀντὶ ναῶν τοῦ Θεοῦ, φθορᾶς καὶ ἀκαθαρσίας ἀποθῆκαι γενόμενοι.

Διὰ τοῦτο, πανάγαθε Δέσποτα, τὴν πολλήν σου φιλανθρωπίαν πρὸς ἀγανάκτησιν ἐτρέψαμεν οἱ ταλαίπωροι· τὸ πλῆθος τῶν σῶν εὐεργεσιῶν εἰς τιμωρίας ἡμῖν ἀφρόνως μετατεθείκαμεν. Καὶ ἐπειδὴ μήτε τοῖς ἡμετέροις ἀγαθοῖς μήτε τοῖς ἀλγεινοῖς τοῦ πλησίον βελ­τίους γεγόναμεν, δικαίως καθ’ ἡμῶν αὐτῶν τὴν δικαίαν σου παί­δευσιν καὶ τὴν πληγὴν ἐκινήσαμεν. Ἀλλὰ μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργή σου παιδεύσῃς ἡμᾶς, Κύριε. Σοὶ μόνῳ ἡμάρ­τομεν, ἀλλὰ καὶ σὲ προσκυνοῦμεν μόνον, καὶ μετὰ συντετριμμένης καρδίας ὡς θυσίαν καθαρὰν τὴν ἐξομολόγησιν προσφέρομεν.

Ἄνες, ἄφες, φιλάνθρωπε Δέσποτα· στῆσον τὴν καθ’ ἡμῶν φερο­μένην δικαίως μάστιγα, νικησάτω τὸ πλῆθος τῶν οἰκτιρμῶν σου τὸ τῶν ἁμαρτιῶν ἡμῶν πονηρὸν σύστημα, τὸ τῆς σῆς ἀπείρου χρηστό­τητος πέλαγος κατακαλυψάτω τῆς κακίας ἡμῶν τὴν πικρὰν θάλασ­σαν. Ἔχομεν τῆς σῆς φιλανθρωπίας ὑποδείγματα μέγιστα· λῃστὰς καὶ πόρνας, τελώνας καὶ τὸν ἄσωτον υἱόν, οἵ τινες ἡμᾶς τοὺς ἀθλί­ους παρευδοκιμοῦσι καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν προάγου­σι. Μετὰ τούτων καὶ ἡμᾶς ἐξομολογουμένους σοι καὶ προσπί­πτοντας πρόσδεξαι, Δέσποτα· εἰ δὲ καὶ τῆς αὐτῶν ἐπιστροφῆς καὶ εἰλικρινοῦς μετανοίας πλεῖστον ἀπολειπόμεθα, τὸ λεῖπον ἀποπλη­ρωσάτω ἡ ἄπειρος ἀγαθότης σου, μᾶλλον δὲ καὶ τὸ πᾶν· ἐπειδὴ καὶ τοῦ παντὸς ὅλως λειπόμεθα.

Ἔχεις οὖν εὐσπλαγχνίαν τε καὶ συγγνώμην παρακαλοῦντάς σε τὸν Σταυρὸν καὶ τὸν ἑκούσιον θάνατον, ὃν ὑπὲρ ἡμῶν τῶν ἀχαρί­στων ὑπέμεινας, τοὺς ἀγῶνας τῶν ἀποστόλων, τοὺς τῶν ὁσίων ἱδρῶτας καὶ τῶν μαρτύρων τὰ αἵματα, καὶ πρὸ πάντων τὴν κοινὴν τῶν ἁπάντων ἐλπίδα καὶ σωτηρίαν, τὴν ὑπὲρ λόγον ἀσπόρως τε­κοῦσάν σε Θεοτόκον· ὧν τὰς ἐντεύξεις φιλανθρώπως δεξάμενος, τῶν παρόντων ἀνιαρῶν καὶ τῆς μελλούσης αἰωνίου κολάσεως ἡμᾶς ἐλευθέρωσον. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἀνάρχου σου Πατρός, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

 

 

᾿Επιμέλεια παρούσης μορφῆς καὶ δημοσιεύσεως·

Διονύσιος ᾿Ανατολικιώτης, 3ῃ ἀπριλίου 2020

 

 

῾Η παροῦσα παράκλησις εἰς μορφὴν φορητοῦ ἐγγράφου (pdf) εὑρίσκεται ἐδῶ.