«προσεδεχόμην τὸν σώζοντά με, ἀπὸ ὀλιγοψυχίας» (ψ. νδ’, 9).
«μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων» (Πρμ. ιδ’, 29).
«ὀλιγόψυχον ἄνδρα τίς ὑποίσει;» (Πρμ. ιη’, 14).
«πάσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ, καὶ γε ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ· καὶ γε τοῦτο ματαιότης ἐστίν» (Ἐκκ. β’, 23).
«παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν...αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς» (Ἠσ. λε’, 4).
«Κύριος Ὑψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν» (Ἠσ. νζ’, 15).
«γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο» (Λκ. κβ’, 44).
«παραμυθεῖσθε τοὺς ὀλιγοψύχους» (Α’ Θεσ. ε’, 14).
«υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος. ὅν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὅν παραδέχεται» (Ἑβ. ιβ’, 5, 6).