Σελίδα 1 από 1

Ἀϋπνία

ΔημοσίευσηΔημοσιεύτηκε: Τρί 29 Δεκ 2009, 21:51:18
από MTheodorakis
«Ἀγρυπνία πλούτου ἐκτήκει σάρκας, καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον. μέριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμόν, καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνος» (Σρ. λα', 1-2). «Θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον» (Σρ. μβ', 9).

Re: Ἀϋπνία

ΔημοσίευσηΔημοσιεύτηκε: Κυρ 02 Αύγ 2015, 14:22:16
από MTheodorakis
«Εὐχὴ πρὸ τοῦ ὕπνου.

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν τοῦ ὕπνου χρῆσιν εἰς σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων χαρισάμενος, καὶ αὐτός, ὡς πάντα τὰ φυσικὰ καὶ ἀδιάβλητα ἡμῶν πάθη, καὶ τὸν ὕπνον καταδεξάμενος, χάρισαι ἡμῖν ὕπνον εἰρηνικόν, ἀπέλασον ἀφ' ἡμῶν πᾶσαν φαντασίαν καὶ ἐπιβουλὴν δαιμόνων, ῥῦσαι ἡμᾶς τῆς τῶν ῥυπαρῶν καὶ αἰσχρῶν λογισμῶν ἐνθυμήσεως, ἁγίασον ἡμῶν τὸν νοῦν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα, ἅγνισον ἡμῶν τὸν λογισμόν, τὴν παρθενίαν συντήρησον, ἐγρήγορον καὶ ἐλαφρὸν τὸν ὕπνον ἡμῶν ποίησον, καὶ ἀνάστησον ἐν καιρῷ εὐθέτῳ παραστῆναι καὶ ἀποδοῦναί σοι τὰς εὐχὰς ἡμῶν πρεσβείαις τῆς ἀχράντου σου Μητρὸς καὶ ἐπουρανίων δυνάμεων, τοῦ ἁγίου προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων καὶ πανευφήμων ἀποστόλων, προφητῶν καὶ μαρτύρων, καὶ πάντων τῶν ἁγίων σου νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων».

(χφ. Σινὰ 959 εὐχολόγιο ια' αἰ. φ. 148v ἔκδ. Dmitrievskij τ. 2 σσ. 63-64).