Σελίδα 1 από 1

Χάρις

ΔημοσίευσηΔημοσιεύτηκε: Σάβ 05 Σεπ 2009, 22:07:36
από MTheodorakis
«ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή» (Πρμ. κβ’, 1), «χάρις ὡς παράδεισος ἐν εὐλογίαις» (Σρ. μ’, 17)· «οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, ἵνα ὥσπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτω καὶ ἡ χάρις βασιλεύσει διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν» (Ρμ. ε', 20-21), «ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν» (Ρμ. f', 14), «χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί» (Α’ Κρ. ιε’, 10), «ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις» (Τίτ. β', 11), «τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ» (Α’ Πτ. β’, 19-20), «ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ» (Α' Πτ. δ', 10), «ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν» (Α' Πτ. ε', 5).

Re: Χάρις

ΔημοσίευσηΔημοσιεύτηκε: Πέμ 27 Ιούλ 2017, 09:12:38
από MTheodorakis
Ὁ Θεὸς λέει «δὲν ἔρχομαι ὅπως θέλεις ἐσὺ κι ὅποτε θέλεις ἐσύ, δὲν μὲ ἐλέγχεις, εἶμαι ἐλεύθερος»

(π. Χαραλάμπους Παπαδοπούλου (π. Λίβυου) Ὁμιλία γιὰ τὶς παρανοήσεις τῆς χαρᾶς).

«τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος» (Ἰω. γ' 8). «τῷ γὰρ Μωϋσεῖ λέγει· ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω. ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ» (Ῥωμ. θ' 15-16).

«Ἡ χάρις ἔρχεται ὅταν παύεις νὰ τὴν περιμένεις...Ὅσο ῥωτᾶμε δὲν ἔχουμε ἐμπειρία Θεοῦ. Ὅταν ἔρθει ἡ χάρις δὲν ῥωτᾶμε, δὲν ὑπαρχουν ἐρωτήσεις»

(π. Χαραλάμπους Παπαδοπούλου (π. Λίβυου) Ὁμιλία γιὰ τὶς παρανοήσεις τῆς χαρᾶς).