Σελίδα 1 από 1

Κατάκριση

ΔημοσίευσηΔημοσιεύτηκε: Παρ 27 Αύγ 2010, 16:32:25
από MTheodorakis
«τὸν καταλαλοῦντα λάθρᾳ τὸν πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον» (Ψ. ρ’ 5). «μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς» (Πρμ. κ’ 13)· «φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης· ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται, στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν» (Σ. Σολ. α’ 11). «Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον καὶ ἐν πάσῃ δόσει λύπην λόγων» (Σρ. ιη’ 15), διότι «μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψιθυρίζων καὶ ἐν παροικήσει μισηθήσεται» (Σρ. κα’ 28).



«Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου, Ἄφες ἐκβάλω τὸ κάρφος ἀπὸ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου» (Μτ. ζ’ 1-5), «καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε» (Λκ. f’ 37). «Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ Θεοῦ;» (Ρμ. β’ 1-3). «ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν. ὃς μὲν κρίνει ἡμέραν παρ' ἡμέραν, ὃς δὲ κρίνει πᾶσαν ἡμέραν. ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω. ὁ φρονῶν τὴν ἡμέραν Κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν Κυρίῳ οὐ φρονεῖ. καὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει. εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ... Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. γέγραπται γάρ· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον» (Ρμ. ιδ’ 3-6, 10-13). «φοβοῦμαι γὰρ μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μήπως ἔρεις, ζῆλος, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι» (Β’ Κρ. ιβ’ 20). «Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί, ὁ καταλαλῶν ἀδελφοῦ καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου, ἀλλὰ κριτής. εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ ὃς κρίνεις τὸν ἕτερον;» (Ἰκ. δ’ 11-12). «Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν» (Α’ Πτ. β’ 1-2).

Re: Κατάκριση

ΔημοσίευσηΔημοσιεύτηκε: Κυρ 05 Ιουν 2011, 10:16:26
από MTheodorakis
«Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ποιμένα λέγων· Εἰπέ μοι πῶς γένομαι μοναχός; Καὶ εἶπεν ὁ Γέρων· Εἰ θέλεις εὑρεῖν ἀνάπαυσιν καὶ ὧδε καὶ ἐν τῷ μέλλοντι αἰῶνι, ἐπὶ παντὶ πράγματι λέγε· Ἐγὼ τίς εἶμι· καὶ μὴ κρίνῃς τινά» (Τὸ μέγα Γεροντικὸν τ. 2 σ. 480).

«Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα λέγων· Πῶς δύναται ἄνθρωπος ἐκφυγεῖν τὸ κακῶς εἰπεῖν τὸν πλησίον; Λέγει αὐτῷ ὁ Γέρων· Ἡμεῖς καὶ οἱ ἀδελφοὶ ἡμῶν δύο εἰκόνες ἐσμέν· ᾗ δ’ ἄν ὥρᾳ ὁ ἄνθρωπος ἑαυτῷ προσέχῃ καὶ μέμφηται, εὑρίσκεται ἔντιμος παρ’ αὐτῷ ὁ ἀδελφὸς αὐτοῦ· ὅταν δὲ ἑαυτῷ φαίνηται καλός, εὑρίσκει τὸν ἀδελφὸν αὐτοῦ κακὸν ἐνώπιον αὐτοῦ» (ὅπ. πρ. τ. 3 σ. 122).

Re: Κατάκριση

ΔημοσίευσηΔημοσιεύτηκε: Τετ 14 Μάιος 2014, 21:57:19
από MTheodorakis
Ὁ π. Εὐσέβιος Βίττης μιλάει γιὰ τὴν κατάκριση, μιὰ μεγάλη ἀδικία.

http://www.pemptousia.gr/2014/05/%CE%B7-%CE%BA%CE%B1%CF%84%CE%AC%CE%BA%CF%81%CE%B9%CF%83%CE%B7/

Re: Κατάκριση

ΔημοσίευσηΔημοσιεύτηκε: Δευτ 19 Ιαν 2015, 17:48:49
από MTheodorakis
Εἶπεν ὁ ἀββᾶς Παφνούτιος· ὁδεύων ἐν μιᾷ ἐπλανήθην, καὶ γέγονα πλησίον κώμης, καὶ ἴδον τινὰς ὁμιλοῦντας ἀλλήλοις, ἥγουν ἄνδρα μετὰ γυναικός, καὶ εὐθέως ἔστην δεόμενος ὑπὲρ τῶν ἁμαρτιῶν μου, καὶ ἰδοῦ παρέστη μοι ἄγγελος κατέχων ῥομφαίαν καὶ λέγει μοι· Παφνούτιε πάντες οἱ κρίνοντες τοὺς ἀδελφοὺς αὐτῶν ἐν ταύτῃ τῇ ῥομφαίᾳ ἀπολοῦνται· σὺ δὲ ὅτι οὔκ ἔκρινας, ἀλλ' ἐταπείνωσας σεαυτὸν ἐνώπιον τοῦ Θεοῦ, ὡς σὺ τὴν ἁμαρτίαν ποιήσας, διὰ τοῦτο τὸ ὄνομά σου γέγραπται ἐν βίβλῳ ζώντων»
(Εὐεργετινὸς ἔκδ. 1985 τ. 3 σ. 47).


«μὴ τὰς μυίας μιμησώμεθα, ἀλλὰ τὰς μελίττας ζηλώσωμεν»
(Ἰ. Χρυσοστόμου Περὶ ἀσαφείας τῶν προφητειῶν § 10 ἔκδ. ΕΠΕ τ. 1 σ. 384).

Re: Κατάκριση

ΔημοσίευσηΔημοσιεύτηκε: Τρί 11 Απρ 2017, 11:24:13
από MTheodorakis
Λογοδοσία

«ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ» (Ῥωμ. ιδ' 12).

«οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς» (Α' Πέτ. δ' 5).