«δι’ ἀγγέλλων ὑδάτων καὶ πηγῶν τήρησις, ὁμοῦ τε καὶ ἴασις» (Εἰς τὴν σύναξιν τῶν οὐρανίων ταγμάτων, 2 ἔκδ. Φιλοκαλία τῶν νηπτικῶν καὶ ἀσκητικῶν τ. 18 σ. 84).
«Οὐκ ἄν δὲ εἴη ψάλλειν συνετῶς, εἰ μὴ ἐκεῖνο φυλαχθείη, τὸ ἐν τῇ χοροστασία μὴ προάρχεσθαι τοῦ στίχου, ἕως ἄν ὁ προῤῥηθεὶς τέλος λάβῃ, εἴ τε μεγαλοφώνως, εἴ τε μικροφώνως γινομένης τῆς ψαλμωδίας, καὶ εἴ τε σχολαιότερον εἴ τε ἐπιδρομικότερον ἐρχομένου τοῦ στίχου» (Κατήχησις μικρὰ 99 ἔκδ. Ὀρθόδοξος Κυψέλη τ. 2 σ. 252).
«Οὐ δοίης ὅπερ λέγουσι μικρὸν σχῆμα, ἔπειτα μετὰ χρόνους ἕτερον ὡς μέγα. Ἕν γὰρ τὸ σχῆμα, ὥς περ καὶ τὸ βάπτισμα, καθὼς οἱ ἅγιοι πατέρες ἐχρήσαντο» (Ἐπιστολὴ Βιβλίον Α’, 10 Νικολάῳ μαθητῇ τ. 3 σ. 69).
«Παραστέλλονται ψαλμωδίαι ἀρχαιοπαράδοτοι, ἐν αἷς περὶ εἰκόνων ᾄδεταί τι» (Ἐπιστολὴ Βιβλίον Β’, 15 Πατριάρχῃ Ἱεροσολύμων τ. 3 σ. 264).
«Ἐὰν τις χρίσειε δεδοικὼς εἰκόνα Χριστοῦ, ἤ τινος τῶν ἁγίων ἐνιαυτὸν εἰργέσθω τῆς κοινωνίας» (Ἐπιστολὴ Β’, 40 Ναυκρατίῳ τέκνῳ τ. 3 σ. 325).