Σελίδα 1 από 1

Ἐπιφάνιος Σαλαμίνος Κύπρου (+403)

ΔημοσίευσηΔημοσιεύτηκε: Κυρ 14 Ιουν 2009, 16:03:35
από MTheodorakis
«πόθεν δὲ ‘’βρυγμὸς ὀδόντων’’ γίνεται ἐν τῇ κρίσει, ὦ ἠλίθιε, ἐὰν μὴ ἀνάστασις σωμάτων γένηται;» (Πανάριον βιβλίον α’ ἔκδ. Β.Ε.Π.Ε.Σ. τ. 75 σ. 125).

«Ἄνευ δὲ διακόνου ἐπίσκοπον ἀδύνατον εἶναι» (ὅπ. πρ. βιβλίον γ’ τ. 76 σ. 320).

«...ἄχρι Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου, Ἔσδρα τε τοῦ ἱερέως καὶ τῶν ἄλλων. Καὶ οὐδαμοῦ γυνὴ ἱεράτευσεν. Ἐλεύσομαι δὲ καὶ εἰς τὴν Καινὴν Διαθήκην. Εἰ ἱερατεύειν γυναῖκες Θεῷ προσετάσσοντο ἤ κανονικὸν τι ἐργάζεσθαι ἐν Ἐκκλησίᾳ, ἔδει μάλλον αὐτὴν τὴν Μαρίαν ἱερατείαν ἐπιτελέσαι ἐν Καινῇ Διαθήκη...Ἀλλ’ οὐκ εὐδόκησεν. Ἀλλ’ οὐδὲ βάπτισμα διδόναι πεπίστευται, ἐπεὶ ἠδύνατο ὁ Χριστὸς μᾶλλον παρ’ αὐτῆς βαπτισθῆναι ἤ περ παρὰ Ἰωάννου...Ἦσαν δέ, φησί, τέσσαρες θυγατέρες Φιλίππῳ τῷ Εὐαγγελιστῇ προφητεύουσαι, οὐ μὴν ἱερουργοῦσαι, καὶ ἦν Ἄννα προφῆτις θυγάτηρ Φανουήλ, ἀλλ’ οὐχ ἱερατείαν πεπιστευμένη...ἄχρι διακονισσῶν μόνον τὸ ἐκκλησιαστικὸν ἐπεδεήθη τάγμα, χῆρας τε ὀνόμασε καὶ τούτων τὰς ἔτι γραοτέρας πρεσβύτιδας, οὐδαμοῦ δὲ πρεσβυτερίδας ἤ ἱερίσσας προσέταξε» (ὅπ. πρ. σσ. 466-467).

«τὴν Μαρίαν μηδεὶς προσκυνείτω...καὶ εἰ καλλίστη ἡ Μαρία καὶ ἁγία καὶ τετιμημένη, ἀλλ’ οὐκ εἰς τὸ προσκυνεῖσθαι» (ὅπ. πρ. σσ. 471-472).

«εἰσῆλθε θυρῶν κεκλεισμένων καὶ μετὰ τὸ εἰσελθεῖν ἐδείκνυε νεῦρα καὶ ὀστᾶ, τύπον ἥλων καὶ τύπον λόγχης» (ὅπ. πρ. σ. 507).