«ἕν ἐστιν σημαντικὸν τῆς θείας φύσεως ὄνομα, τὸ ἀῤῥήτως περὶ αὐτῆς ἡμῖν θαῦμα κατὰ ψυχὴν ἐγγινόμενον» (Κατὰ Εὐνομίου λόγος γ’ 6, 4 ἔκδ. Ε.Π.Ε. τ. 3 σ. 296).
«εἷς ἄνθρωπος κατωνομάσθη τὸ πᾶν, ὅτι τῇ δυνάμει τοῦ Θεοῦ οὔ τε τι παρῴχηκεν οὔ τε μέλλει, ἀλλὰ καὶ τὸ προσδοκώμενον ἐπίσης τῷ παρόντι τῇ περιεκτικῇ τοῦ παντὸς ἐνεργείᾳ περικρατεῖται. Πᾶσα τοίνυν ἡ φύσις ἡ ἀπὸ τῶν πρώτων μέχρι τῶν ἐσχάτων διήκουσα, μία τις τοῦ ὄντος ἐστὶν εἰκών» (Περὶ κατασκευῆς ἀνθρώπου, 16 τ. 5 σ. 126).
«Ἡ γὰρ τῶν πάντων πρὸς ἄλληλα σύμπνοιά τε καὶ συμπάθεια τάξει καὶ κόσμῳ καὶ ἀκολουθίᾳ διοικουμένη ἡ πρώτη τε καὶ ἀρχέτυπος καὶ ἀληθής ἐστι μουσική» (Εἰς τὰς ἐπιγραφὰς τῶν ψαλμῶν 1, 3 τ. 6 σ. 32).
«τὰ θεόπνευστα ῥήματα...ἡ ἀγαθὴ ἀποθήκη» (Εἰς τὸ ᾎσμα ᾀσμάτων πρόλογος τ. 7 σ. 18, 20).
«οὐ γὰρ ἀσφαλὴς τῶν μελλόντων ἐγγυητὴς ἡ συνήθεια» (ὅπ. πρ. λόγος β’ τ. 7 σ. 78).
«δεῖ γὰρ...ἀγαπᾷν...τὴν γυναῖκα..., εἰ μέν τις καθαρωτέρας ἐστὶ ψυχῆς, ὡς ὁ Χριστὸς τὴν Ἐκκλησίαν, ὁ δὲ ἐμπαθέστερος, ὡς τὸ ἴδιον σῶμα» (ὅπ. πρ. λόγος δ’ τ. 7 σ. 138).
«φησὶ πάλιν πρὸς τὴν ἐγηγερμένην ὅτι ῾῾ἀνάστηθι’’ καὶ πρὸς τὴν ἐλθοῦσαν ὅτι ῾῾ἐλθέ’’ (ᾎσμα β’, 13)·οὔ τε γὰρ τῷ οὕτως ἀνισταμένῳ λείψει ποτὲ τὸ ἀεὶ ἀνίστασθαι, οὔ τε τῷ τρέχοντι πρὸς τὸν Κύριον ἡ πρὸς τὸν θεῖον δρόμον εὐρυχωρία δαπανηθήσεται» (ὅπ. πρ. λόγος ε’ σ. 178).
«Πέτραν δὲ νοοῦμεν τὸν Κύριον, ὅς ἐστι φῶς καὶ ἀλήθεια καὶ ἀφθαρσία καὶ δικαιοσύνη, δι’ ὧν ἡ πνευματικὴ ὁδὸς διαπλακοῦται» (ὅπ. πρ. λόγος ια’ σ. 362).