Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Κανόνες Δ. Συζήτησης
῾Η χρῆσις τοῦ δημοσιευομένου ὑλικοῦ καὶ τῶν συνημμμένων ἀρχείων διέπεται ἀπὸ τοὺς παρακάτω ὅρους·
α) γιὰ τὰ πνευματικὰ δικαιώματα viewtopic.php?f=138&t=430&p=1237#p1236
β) γιὰ τὰ ἐμπορικὰ δικαιώματα viewtopic.php?f=138&t=430&p=1237#p1237

Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 22:07:37

    ΠΡΟΛΟΓΟΣ
Εἰς τὸ διαδίκτυον ὑπάρχουν ἀμέτρητες ἱστοσελίδες ἀπὸ ἐπισήμους φορεῖς ἢ ἰδιῶτες ποὺ ἀνήκουν εἰς τὴν ὀρθόδοξον χριστιανικὴν ἐκκλησίαν, στὶς ὁποῖες ἱστοσελίδες παρουσιάζονται ποικίλα στοιχεῖα ἀπὸ τὴν ὀρθόδοξον θεολογίαν, τὴν λατρείαν, τὸν πολιτισμὸν καὶ λοιπά. πρὸ ὀλίγων ἐτῶν κάποιος ἀνεζήτει εἰς τὸ διαδίκτυον νὰ εὕρῃ τὸ περίφημον συνοδικὸν τῆς ὀρθοδοξίας, διὰ τὸ ὁποῖον ὅλοι σχεδὸν οἱ ὀρθόδοξοι ἔχουν ἀκούσει, ἀλλὰ ἐλάχιστοι τὸ γνωρίζουν καὶ ἀκόμη ὀλιγώτεροι ἔχουν ἀναγνώσει πλῆρες τὸ κείμενόν του. ἂν ἐνθυμοῦμαι καλῶς, ὁ ἐρευνητὴς ἐκεῖνος διεπίστωσε ὅτι ὑπάρχει τὸ συνοδικὸν τῆς ὀρθοδοξίας εἰς ἀγγλικὴν μετάφρασιν, ἴσως καὶ εἰς ἄλλες γλῶσσες, ἀλλὰ εἰς τὸ πρωτότυπον ἑλληνικὸν κείμενόν του δὲν ὑπῆρχε σὲ καμμίαν ἱστοσελίδα· παρεπονεῖτο δὲ δι᾿ αὐτὴν τὴν ἔλλειψιν καὶ ἐζητοῦσε ἀπὸ ὅσους διατηροῦν χριστιανικὴν ἱστοσελίδα νὰ ἀναρτήσουν τὸ περίφημον συνοδικὸν εἰς κοινὴν θέαν.

῾Ομολογῶ ὅτι τότε ἐσυνειδητοποίησα καὶ ἐγὼ ὅτι δὲν εἶναι σωστὸν αὐτὸ τὸ σπουδαῖον δογματικὸν κείμενον τῆς ἐκκλησίας νὰ ἀπουσιάζῃ ἐκ τοῦ παγκοσμίου διαδικτυακοῦ χώρου καὶ ἠθέλησα νὰ ἀποπειραθῶ νὰ ἀναπληρώσω τὸ κενόν. σήμερον λοιπὸν δημοσιεύω ἐδῶ τὸ συνοδικὸν τῆς ὀρθοδοξίας, ἀφοῦ πρῶτον ἤλεγξα δι᾿ ἄλλην μίαν φορὰν καὶ διεπίστωσα ὅτι ἀκόμη εἰς τὸ διαδίκτυον ὑφίσταται τὸ κενόν. ἂν πάντως ἔχῃ ἤδη ἀναρτηθῆ κάπου ἀλλοῦ καὶ ἁπλῶς ἐγὼ τὸ ἀγνοῶ ἢ δὲν κατώρθωσα νὰ τὸ εὕρω διαδικτυακῶς, αὐτὸ θὰ εἶναι εὐχάριστον δι᾿ ἐμὲ καὶ ἐπωφελὲς διὰ τὴν ἐκκλησίαν.

Εὐχαριστῶ ἐκ βαθέων ὅσους συνεργάστηκαν μαζί μου εἰς τὸν σκοπὸν αὐτόν, διότι καὶ πάλιν ὁμολογῶ ὅτι μόνος μου δὲν θὰ κατώρθωνα νὰ ἑτοιμάσω τὸ κείμενον πρὸς δημοσίευσιν. οἱ κυριώτεροι συνεργάτες μου ἦσαν δύο, ἐκ τῶν ὁποίων ὁ ἕνας εἶναι ὁ κύριος Χρ. Κονταξῆς, μέλος τῶν «διαλόγων», μὲ νομικὲς σπουδές, ἐκλεκτὸς ἱεροψάλτης καὶ πρόθυμος συνεργάτης, εἰς τὸν ὁποῖον ἰδιαιτέρως πρέπουν εὐχαριστίες, διότι ἐσυμπλήρωσεν ἕνα ἐκτενὲς τμῆμα τοῦ κειμένου καὶ ὑπεβλήθη εἰς τὸν κόπον τῆς διορθώσεως ὁλοκλήρου τοῦ συνοδικοῦ. χωρὶς τὴν ἀμέριστον συνεισφοράν του ἡ ἐκ μέρους μου ἀνάρτησις τοῦ παρόντος κειμένου θὰ καθυστεροῦσεν ἐπὶ πολὺ ἀκόμη.

Τὸ κείμενον ποὺ προσφέρεται εἶναι τὸ «Συνοδικὸν τῆς ᾿Ορθοδοξίας», ποὺ ἐκδίδεται εἰς τὸ λειτουργικὸν βιβλίον τοῦ Τριῳδίου. ἂν καὶ ἐκεῖ ὑπάρχει σχετικὴ πρόβλεψις νὰ ἀναγινώσκεται ὁλόκληρον τὸ συνοδικὸν κατὰ τὴν μεγάλην τεσσαρακοστὴν εἰς τὴν κυριακὴν τῆς ὀρθοδοξίας, ἐντούτοις αὐτὸ δὲν τηρεῖται τοὐλάχιστον κατὰ τοὺς τελευταίους αἰῶνες. μάλιστα ὑπάρχει ἐδῶ καὶ κάποιο παράδοξον ἀπὸ πλευρᾶς τυπικοῦ, ἀλλὰ αὐτὸ εἶναι ἄλλο θέμα. δὲν πρόκειται πάντως περὶ ἑνὸς ἁπλοῦ ἀντιγράφου ἐκ τοῦ Τριῳδίου, ἀλλὰ ἐπεξεργάστηκα τὸ τελικὸν κείμενον ὡς ἑξῆς·
1) ἐγένετο ἀρίθμησις ὅλων τῶν παραγράφων τοῦ Συνοδικοῦ (128 ἐν συνόλῳ)·
2) εἶχα ὑπόψει μου διαφόρους ἐκδόσεις κειμένου καὶ λειτουργικάς, τὰς ὁποίας συνέκρινα·
3) τὶς ἕτερες γραφὲς καὶ ἄλλες διαφορὲς ὑπεσημείωσα ἐν ἑκάστῃ παραγράφῳ δι᾿ ἀστερίσκου·
4) λέξεις ἐλλείπουσαι ἐκ διαφόρων ἐκδόσεων ἢ ἄλλως πως ἀμφιβαλλόμεναι ἐσημάνθησαν δι᾿ ἀγκύλης ([...])·
5) ὡρισμένα βιβλικὰ χωρία ἢ κατὰ λέξιν ῥήσεις τινὰς ἔθεσα ἐντὸς εἰσαγωγικῶν·
6) συνεπλήρωσα ὡρισμένους ὑποτίτλους ἐπὶ τὸ σαφέστερον καὶ ἀκριβέστερον, διότι τὸ σημερινὸν συνοδικὸν ἀπηρτίσθη ἐκ παραγράφων ποὺ προσετίθεντο εἰς τὸ ἀρχικὸν κείμενον κατὰ τὴν πάροδον τῶν αἰώνων·
7) μὲ ἐρυθρὸν χρῶμα ἐσημάνθησαν οἱ ὑπότιτλοι, δευτερεύοντα τινὰ στοιχεῖα, καὶ ὡρισμέναι λέξεις ἀνήκουσαι περισσότερον εἰς τὰς λειτουργικὰς διατάξεις τοῦ Τριῳδίου παρὰ εἰς τὸ καθ᾿ αὑτὸ σῶμα τοῦ κειμένου.

Διευκρινίζω ὅτι τὸ κείμενον ποὺ προσφέρεται δὲν εἶναι κριτικόν, ἂν καὶ κατὰ τὸ τελικὸν στάδιον ἑτοιμασίας συνέκρινα διάφορες ἐκδόσεις, ὅσες εἶχα ὑπόψει μου, εἴτε ὅλου τοῦ συνοδικοῦ εἴτε ὡρισμένων μόνον τμημάτων του, τὰ ὁποῖα εἶχαν δημοσιευθῆ σὲ κριτικὴν ἔκδοσιν ἄλλων ἐργασιῶν, ὄχι τοῦ συνοδικοῦ. ἐκτὸς ἀπὸ τὸ βιβλίον τοῦ Τριῳδίου τὸ συνοδικὸν ὑπάρχει καὶ εἰς ἄλλες ἐκδόσεις καὶ σὲ χειρόγραφα φυσικά. ἐκεῖ διαπιστώνομεν ὅτι ὑπάρχουν διάφορες παραλλαγὲς τοῦ κειμένου, καὶ περισσότερες μάλιστα παράγραφοι, πρᾶγμα φυσικὸν ἄλλωστε διὰ τὸ ἐν λόγῳ κείμενον. πρὸς τὸ παρὸν δίδομεν μόνον τὸ κείμενον τοῦ Τριῳδίου, καὶ ἀργότερον ἴσως νὰ δημοσιεύσωμεν καὶ ἄλλα τμήματα τοῦ συνοδικοῦ, ποὺ σήμερον δὲν ὑπάρχουν εἰς τὸ κείμενον τῶν ἐντύπων λειτουργικῶν βιβλίων μας.

᾿Ελπίζω καὶ ἡ παροῦσα προσφορὰ τῆς «Συμβολῆς» νὰ ἀποβῇ χρήσιμος εἰς τοὺς ὀρθοδόξους ἀδελφοὺς καὶ νὰ γίνῃ εὐμενῶς δεκτὴ ὅπως συνέβη καὶ μὲ τὴν ἄλλην προσφορὰν τῆς ἱστοσελίδος μας, τοὺς προλόγους ὅλων τῶν προσομοίων εἰς ὅλους τοὺς ἤχους (viewtopic.php?f=34&t=85).
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 22:10:32

    ΣΥΝΟΔΙΚΟΝ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ

    Προοίμιον (ἢ τίτλος)
§1 Ἐποφειλομένη πρὸς Θεὸν ἐτήσιος εὐχαριστία καθ’ ἣν ἡμέραν ἀπελάβομεν τὴν τοῦ Θεοῦ ἐκκλησίαν σὺν ἀποδείξει τῶν τῆς εὐσεβείας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακίας δυσσεβημάτων.

    (Κυρίως Συνοδικόν)
§2 Προφητικαῖς ἑπόμενοι ῥήσεσιν ἀποστολικαῖς τε παραινέσεσιν εἴκοντες καὶ εὐαγγελικαῖς ἱστορίαις στοιχούμενοι(*), τῶν ἐγκαινίων τὴν ἡμέραν ἑορτάζομεν. ᾿Ησαΐας μὲν γάρ φησιν ἐγκαινίζεσθαι νήσους πρὸς τὸν Θεόν, τὰς ἐξ ἐθνῶν ὑπαινιττόμενος ἐκκλησίας· εἶεν δ’ ἂν ἐκκλησίαι, οὐχ αἱ τῶν ναῶν ἁπλῶς οἰκοδομαὶ καὶ φαιδρότητες, ἀλλὰ τῶν ἐν αὐταῖς εὐσεβούντων τὸ πλήρωμα, καὶ οἷς ἐκεῖνοι τὸ θεῖον ὕμνοις καὶ δοξολογίαις θεραπεύουσιν. ὁ δὲ ἀπόστολος, αὐτὸ τοῦτο παραινῶν, «ἐν καινότητι ζωῆς περιπατῆσαι» διακελεύεται καὶ «εἴ τις ἐν Χριστῷ καινὴ κτίσις» ἀνακαινίζεσθαι. τὰ δέ γε κυριακὰ λόγια τὴν προφητικὴν δεικνύντα κατάστασιν, «ἐγένετο, φησίν, τὰ ἐγκαίνια ἐν ᾿Ιεροσολύμοις καὶ χειμὼν ἦν», εἴτε νοητὸς καθ’ ὃν τὸ τῶν Ἰουδαίων ἔθνος κατὰ τοῦ κοινοῦ σωτῆρος τὰς τῆς μιαιφονίας ἐκίνει καταιγίδας καὶ τὸν τάραχον, εἴτε καὶ ὁ τὰς σωματικὰς αἰσθήσεις τῇ τοῦ ἀέρος ἐπὶ τὸ κρυμῶδες παραλυπῶν μεταβολῇ. γέγονε γὰρ δή, γέγονε καὶ καθ’ ἡμᾶς χειμὼν οὐχ ὁ τυχών, ἀλλ’ ὁ τῷ ὄντι τῆς μεγάλης κακίας ἐκχέων τὴν ὠμότητα, ἀλλ’ ἤνθησεν ἡμῖν τῶν χαρίτων τοῦ Θεοῦ τὸ πρωτοκαίριον ἔαρ, ἐν ᾧ καὶ τὴν εὐχαριστήριον τῶν ἐπ’ ἀγαθοῖς θερισμῶν* τῷ Θεῷ συνεληλύθαμεν ποιήσασθαι, ὡς ἂν φαίημεν ψαλμικώτερον· «θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά, μνήσθητι ταύτης». καὶ γὰρ τοὺς ὀνειδίσαντας Κύριον ἐχθροὺς καὶ τὴν τούτου ἁγίαν προσκύνησιν ἐν ἁγίαις εἰκόσιν ἐξατιμώσαντας ἐπαρθέντας τε καὶ ὑψωθέντας τοῖς δυσσεβήμασι, κατέρραξεν αὐτοὺς ὁ τῶν θαυμασίων Θεὸς καὶ τὸ τῆς ἀποστασίας φρύαγμα κατηδάφισεν, οὐδὲ παρεῖδε τὴν φωνὴν τῶν βοώντων πρὸς αὐτόν· «μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν· οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου»**. ἀντάλλαγμα δ’ ἂν εἶεν τοῦ Χριστοῦ οἱ τῷ θανάτῳ αὐτοῦ ἐξαγορασθέντες καὶ πεπιστευκότες αὐτῷ διά τε λόγων ἀνακηρύξεως καὶ εἰκονικῆς ἀνατυπώσεως, δι’ ὧν τὸ μέγα τῆς οἰκονομίας ἔργον τοῖς λελυτρωμένοις ἐπιγινώσκεται, διὰ σταυροῦ τε καὶ τῶν πρὸ τοῦ σταυροῦ καὶ μετὰ τὸν σταυρὸν παθῶν τε καὶ θαυμάτων αὐτοῦ· ἐξ ὧν καὶ ἡ τῶν αὐτοῦ παθημάτων μίμησις εἰς ἀποστόλους, ἐκεῖθέν τε εἰς μάρτυρας διαβαίνει, καὶ δι’ αὐτῶν μέχρις ὁμολογητῶν καὶ ἀσκητῶν κάτεισι.

(*) ῞Ολες οἱ λειτουργικὲς ἐκδόσεις ἔχουν «στοιχειούμενοι»
* ῾Ετέρα γραφή· «ἐν ᾧ τὸν εὐχαριστήριον ἐπ’ ἀγαθοῖς θερισμὸν»
** [Ψα 88, 47-48]
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 22:12:25

§3 Τούτου τοίνυν τοῦ ὀνειδισμοῦ, «οὗ ὠνείδισαν οἱ ἐχθροὶ Κυρίου, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ αὐτοῦ», ἐπιμνησθεὶς ὁ Θεὸς ἡμῶν ὁ τοῖς ἰδίοις σπλάγχνοις παρακαλούμενος καὶ ταῖς μητρικαῖς αὐτοῦ δεήσεσιν ἐπικαμπτόμενος, ἔτι δὲ καὶ ἀποστολικαῖς καὶ πάντων τῶν ἁγίων, οἳ συνεξυβρίσθησαν αὐτῷ καὶ συνεξουθενώθησαν ἐν ταῖς εἰκόσιν, ἵνα, ὥς περ συνέπαθον σαρκί, οὕτως ἄρα, ὡς ἔοικε, καὶ ταῖς κατὰ τῶν σεπτῶν εἰκόνων αὐτῷ συγκοινωνήσωσιν ὕβρεσιν, ἐνήργησεν ὕστερον ὅ τι βεβούληται σήμερον, καὶ πέπραχε δεύτερον ὅ περ ἐτέλεσε πρότερον. πρότερον μὲν γάρ, μετὰ πολυετῆ τινα χρόνον τῆς τῶν ἁγίων εἰκόνων ἐκφαυλίσεως καὶ ἀτιμίας, ἐπανέστρεψε τὴν εὐσέβειαν εἰς ἑαυτήν· νυνὶ δέ, ὅ περ ἐστὶ δεύτερον, μικροῦ μετὰ τριάκοντα ἔτη κακώσεως, κατηρτίσατο τοῖς ἀναξίοις ἡμῖν τὴν τῶν δυσχερῶν ἀπαλλαγὴν καὶ τῶν λυπούντων τὴν ἀπολύτρωσιν καὶ τῆς εὐσεβείας τὴν ἀνακήρυξιν καὶ τῆς εἰκονικῆς προσκυνήσεως τὴν ἀσφάλειαν καὶ τὴν πάντα φέρουσαν ἡμῖν τὰ σωτήρια ἑορτήν. ἐν γὰρ ταῖς εἰκόσιν ὁρῶμεν τὰ ὑπὲρ ἡμῶν τοῦ δεσπότου πάθη, τὸν σταυρόν, τὸν τάφον, τὸν ᾅδην νεκρούμενον καὶ σκυλευόμενον, τῶν μαρτύρων τοὺς ἄθλους, τοὺς στεφάνους, αὐτὴν τὴν σωτηρίαν, ἣν ὁ πρῶτος ἡμῶν ἀθλοθέτης καὶ ἀθλοδότης καὶ στεφανίτης «ἐν μέσῳ τῆς γῆς κατειργάσατο». ταύτην σήμερον τὴν πανήγυριν ἑορτάζομεν, ἐν ταύτῃ εὐχαῖς καὶ λιτανείαις συνευφραινόμενοί τε καὶ συναγαλλόμενοι, ψαλμοῖς ἐκβοῶμεν καὶ ᾄσμασιν.

    [Ἔξω, τρίς]
§4 Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ἡμῶν ὁ ποιῶν θαυμάσια μόνος.
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 22:15:14

§5 Τοὺς φαυλιστὰς γὰρ τῆς σῆς δόξης ἐξεμυκτήρισας, τοὺς τολμητὰς κατὰ τῆς εἰκόνος καὶ θρασεῖς, δειλοὺς καὶ πεφευγότας ἀπέδειξας.

§6 Ἀλλ’ ἡ μὲν εἰς Θεὸν εὐχαριστία καὶ τὸ δεσποτικὸν κατὰ τῶν ἀντιπάλων τρόπαιον ἐν τούτοις· τὰ δέ γε κατὰ τῶν εἰκονομαχούντων ἆθλά τε καὶ παλαίσματα ἕτερος λόγος καὶ λογογραφία διεξοδικωτέρα δηλώσει. ὡς ἐν καταπαύσει δέ τινι τῇ μετὰ τὴν ἐρημικὴν πάροδον, εἰς κατάσχεσιν τῆς νοητῆς ᾿Ιερουσαλὴμ καθεστῶτες, μωσαϊκῇ τινι μιμήσει, μᾶλλον δὲ θεϊκῇ διακελεύσει, οἷα στήλῃ τινὶ ἐκ μεγίστων λίθων συνηρμοσμένῃ καὶ πρὸς ἀποδοχὴν γραφῆς διατιθεμένῃ, ταῖς τῶν ἀδελφῶν καρδίαις τάς τε εὐλογίας αἳ ὀφείλονται τοῖς νομοφυλακτοῦσι καὶ τὰς ἀρὰς δὲ αἷς ἑαυτοὺς ὑποβάλλουσιν οἱ παρανομοῦντες, δίκαιόν τε καὶ ὀφειλόμενον δεῖν ᾠήθημεν ἀναγράψαι. δι᾿ ὃ φαμὲν τάδε·

§7 Τῶν τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου παρουσίαν λόγῳ, στόματι, καρδίᾳ καὶ νοΐ, γραφῇ τε καὶ εἰκόσιν ὁμολογούντων, αἰωνία ἡ μνήμη (γ΄).

§8 Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως τὸ ἐν οὐσίαις διάφορον καὶ ταύτης [τὸ] κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατὸν καὶ ἀόρατον, τὸ παθητὸν καὶ ἀπαθές, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ τῇ μὲν θεϊκῇ οὐσίᾳ τὸ ἄκτιστον καὶ τὰ ὅμοια προσαρμοζόντων, τῇ δὲ ἀνθρωπίνῃ φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτὸν ἀνομολογούντων καὶ λόγῳ καὶ εἰκονίσμασιν, αἰωνία ἡ μνήμη (γ΄).

§9 Τῶν πιστευόντων καὶ διακηρυκευομένων ἤτοι εὐαγγελιζομένων τοὺς λόγους ἐπὶ γραμμάτων, τὰ πράγματα ἐπὶ σχημάτων, καὶ εἰς μίαν ἑκάτερον* συντελεῖν ὠφέλειαν, τήν τε διὰ λόγων ἀνακήρυξιν καὶ τὴν δι’ εἰκόνων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμη (γ΄).

* ῾Ετέρα γραφή· «ἕκαστον»

§10 Τῶν τῷ λόγῳ ἁγιαζόντων τὰ χείλη, εἶτα τοὺς ἀκροατὰς διὰ τοῦ λόγου, εἰδότων τε καὶ κηρυσσόντων ὡς ἁγιάζεται μὲν ὁμοίως διὰ τῶν σεπτῶν εἰκόνων τὰ ὄμματα τῶν ὁρώντων, ἀνάγεται δὲ δι’ αὐτῶν ὁ νοῦς πρὸς θεογνωσίαν, ὥς περ καὶ διὰ τῶν θείων ναῶν καὶ τῶν ἱερῶν σκευῶν καὶ τῶν ἄλλων κειμηλίων, αἰωνία ἡ μνήμη (γ΄).

§11 Τῶν ἐπισταμένων ὡς ἡ ῥάβδος καὶ αἱ πλάκες, ἡ κιβωτὸς καὶ ἡ λυχνία καὶ ἡ τράπεζα καὶ τὸ θυμιατήριον τὴν παναγίαν προέγραφέ* τε καὶ προδιετύπου παρθένον τὴν θεοτόκον Μαρίαν, καὶ ὡς ταῦτα μὲν προετύπου ταύτην, οὐ γέγονε δὲ ἐκείνη ταῦτα, γέγονε δὲ κόρη καὶ διαμένει μετὰ τὴν θεογεννησίαν παρθένος, καὶ διὰ τοῦτο μᾶλλον κόρην αὐτὴν τοῖς εἰκονίσμασι γραφόντων ἢ τοῖς τύποις σκιαγραφούντων, αἰωνία ἡ μνήμη (γ΄).

* ῾Ετέρα γραφή· «προδιέγραφέ τε»

§12 Τῶν τὰς προφητικὰς ὁράσεις, ὡς αὐτὸ τὸ θεῖον αὐτὰς ἐσχημάτιζε καὶ διετύπου, εἰδότων καὶ ἀποδεχομένων καὶ πιστευόντων ἅ περ ὁ τῶν προφητῶν χορὸς ἑωρακότες διηγήσαντο, καὶ τὴν *τῶν ἀποστόλων καὶ εἰς Πατέρας διήκουσαν ἔγγραφόν τε καὶ ἄγραφον παράδοσιν κρατυνόντων, καὶ διὰ τοῦτο εἰκονιζόντων τὰ ἅγια καὶ τιμώντων, αἰωνία ἡ μνήμη (γ΄).

* ᾿Ενιαχοῦ προστίθεται «διὰ τῶν»
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 22:19:17

§13 Τῶν συνιέντων Μωσέως λαλοῦντος· «προσέχετε ἑαυτοῖς ὅτι τῇ ἡμέρᾳ ᾗ ἐλάλησε Κύριος ὁ Θεὸς ἐν Χωρὴβ ἐπὶ τοῦ ὄρους, φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, ὁμοίωμα δὲ οὐκ εἴδετε», καὶ εἰδότων ἀποκριθῆναι ὀρθῶς· εἰ δὲ εἴδομέν τι, ἀληθῶς δὲ εἴδομεν, ὡς ὁ τῆς βροντῆς υἱὸς ἡμᾶς ἐδίδαξεν· «ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν, ὃ ἐθεασάμεθα τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ταῦτα μαρτυροῦμεν», καὶ πάλιν ὡς οἱ ἄλλοι τοῦ Λόγου μαθηταί· «καὶ συνεφάγομεν αὐτῷ καὶ συνεπίομεν», οὐ πρὸ τοῦ πάθους μόνον, ἀλλὰ καὶ μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν· τῶν γοῦν διαστέλλειν θεόθεν δυναμωθέντων τὴν ἐν τῷ νόμῳ παραγγελίαν καὶ τὴν ἐν χάριτι διδασκαλίαν, καὶ τὸ ἐν ἐκείνῳ μὲν ἀόρατον, ἐν ταύτῃ δὲ καὶ ὁρατὸν καὶ ψηλαφητόν, καὶ διὰ τοῦτο τὰ ὁραθέντα τε καὶ ψηλαφηθέντα εἰκονογραφούντων καὶ προσκυνούντων, αἰωνία ἡ μνήμη (γ΄).

§14 Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν*, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν· οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν, Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες.

* ῾Ετέρα γραφή· «συμπεφώνηκεν»

    [Ἔξω]
§15 Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξεν.

§16 Ἐπὶ τούτοις τοὺς τῆς εὐσεβείας κήρυκας ἀδελφικῶς τε καὶ πατροποθήτως, εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας ὑπὲρ ἧς ἠγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν·
    [Χαμαί]
Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου τῶν ὡς ἀληθῶς ἀρχιερέων Θεοῦ καὶ τῆς ὀρθοδοξίας προμάχων καὶ διδασκάλων, αἰωνία ἡ μνήμη (γ΄).

§17 Ἰγνατίου, Φωτίου, Στεφάνου, Ἀντωνίου καὶ Νικολάου τῶν ἁγιωτάτων καὶ ὀρθοδόξων πατριαρχῶν, αἰωνία ἡ μνήμη (γ΄).

§18 Ἅπαντα τὰ κατὰ τῶν ἁγίων πατριαρχῶν Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, Ἰγνατίου, Φωτίου, Νικηφόρου, Ἀντωνίου, καὶ Νικολάου γραφέντα ἢ λαληθέντα, ἀνάθεμα (γ΄).

§19 Ἅπαντα τὰ παρὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ τὴν διδασκαλίαν καὶ ὑποτύπωσιν τῶν ἁγίων καὶ ἀοιδίμων πατέρων καινοτομηθέντα ἢ μετὰ τοῦτο πραχθησόμενα, ἀνάθεμα (γ΄).

§20 Στεφάνου τοῦ ὁσιομάρτυρος καὶ ὁμολογητοῦ τοῦ νέου αἰωνία ἡ μνήμη (γ΄).

§21 Εὐθυμίου, Θεοφίλου καὶ Αἰμιλιανοῦ, τῶν ἀοιδίμων ὁμολογητῶν καὶ ἀρχιεπισκόπων, αἰωνία ἡ μνήμη (γ΄).

§22 Θεοφυλάκτου, Πέτρου, Μιχαὴλ καὶ Ἰωσήφ, τῶν μακαρίων μητροπολιτῶν, αἰωνία ἡ μνήμη (γ΄).

§23 Ἰωάννου, Νικολάου καὶ Γεωργίου, τῶν τρισολβίων ὁμολογητῶν καὶ ἀρχιεπισκόπων, καὶ πάντων τῶν ὁμοφρονησάντων αὐτοῖς ἐπισκόπων, αἰωνία ἡ μνήμη (γ΄).

§24 Θεοδώρου τοῦ πανοσίου ἡγουμένου τοῦ Στουδίτου* αἰωνία ἡ μνήμη (γ΄).

* ῾Ετέρα γραφή· «τῶν Στουδίου»

§25 Ἰσαακίου τοῦ θαυματουργοῦ καὶ Ἰωαννικίου τοῦ προφητικωτάτου αἰωνία ἡ μνήμη (γ΄).

§26 Ἱλαρίωνος τοῦ ὁσιωτάτου ἀρχιμανδρίτου καὶ ἡγουμένου τῶν Δαλμάτων αἰωνία ἡ μνήμη (γ΄).

§27 Συμεὼν τοῦ ὁσιωτάτου στυλίτου αἰωνία ἡ μνήμη (γ΄).

§28 Θεοφάνους τοῦ ὁσιωτάτου ἡγουμένου τοῦ μεγάλου Ἀγροῦ αἰωνία ἡ μνήμη (γ΄).
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 22:32:41

§29 Αὗται ὡς εὐλογίαι πατέρων ἀπ’ αὐτῶν εἰς ἡμᾶς τοὺς υἱοὺς ζηλοῦντας αὐτῶν τὴν εὐσέβειαν διαβαίνουσιν· ὡσαύτως δὲ καὶ αἱ ἀραὶ τοὺς πατραλοίας καὶ τῶν δεσποτικῶν ἐντολῶν ὑπερόπτας καταλαμβάνουσι· δι᾿ ὃ κοινῇ πάντες, ὅσον εὐσεβείας πλήρωμα, οὕτως αὐτοῖς τὴν ἀρὰν ἣν αὐτοὶ ἑαυτοὺς* ὑπεβάλοντο ἐπιφέρομεν·

* ῾Ετέρα γραφή· «ἑαυτοῖς»

§30 Τοῖς λόγῳ μὲν τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Θεοῦ Λόγου δεχομένοις, ὁρᾶν δὲ ταύτην δι’ εἰκόνων οὐκ ἀνεχομένοις, καὶ διὰ τοῦτο ῥήματι μὲν κατασχηματιζομένοις, πράγματι δὲ τὴν σωτηρίαν ἡμῶν ἀρνουμένοις, ἀνάθεμα (α΄).

§31 Τοῖς τῷ ῥήματι τοῦ ἀπεριγράπτου κακῶς προσφυομένοις, καὶ διὰ τοῦτο μὴ βουλομένοις εἰκονογραφεῖσθαι τὸν παραπλησίως ἡμῖν σαρκὸς καὶ αἵματος κεκοινωνηκότα Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ ἐντεῦθεν φαντασιασταῖς δεικνυμένοις, ἀνάθεμα (α΄).

§32 Τοῖς τὰς μὲν προφητικὰς ὁράσεις, κἂν μὴ βούλοιντο, παραδεχομένοις, τὰς δ’ ὀφθείσας αὐτοῖς εἰκονογραφίας —ὢ θαῦμα!— καὶ πρὸ σαρκώσεως τοῦ Λόγου μὴ καταδεχομένοις, ἀλλ’ ἢ αὐτὴν* τὴν ἄληπτόν τε καὶ ἀθέατον οὐσίαν ὀφθῆναι τοῖς τεθεαμένοις κενολογοῦσιν, ἢ εἰκόνας μὲν ταῦτα τῆς ἀληθείας καὶ τύπους καὶ σχήματα ἐμφανισθῆναι τοῖς ἑωρακόσι συντιθεμένοις, εἰκονογραφεῖν δὲ ἐνανθρωπήσαντα τὸν Λόγον καὶ τὰ ὑπὲρ ἡμῶν αὐτοῦ πάθη οὐκ ἀνεχομένοις, ἀνάθεμα (α΄).

* ᾿Ενιαχοῦ προστίθεται· «αὐτὴν ἐκείνην»

§33 Τοῖς ἀκούουσι τοῦ Κυρίου ὡς «εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοὶ» καὶ τὰ ἑξῆς, καὶ τὸ «προφήτην ὑμῖν ἀναστήσει ὁ Κύριος ὁ Θεὸς ἡμῶν ὡς ἐμὲ» τοῦ Μωσέως λέγοντος, συνιοῦσιν, εἶτα λέγουσι δέξασθαι μὲν τὸν προφήτην, οὐκ εἰσάγουσι δὲ δι’ εἰκονισμάτων τὴν τοῦ προφήτου χάριν καὶ τὴν παγκόσμιον σωτηρίαν, ὡς ὡράθη, ὡς συνανεστράφη ἀνθρώποις, ὡς πάθη καὶ νόσους ἰάσεως μείζονας ἐθεράπευσεν, ὡς ἐσταυρώθη, ὡς ἐτάφη, ὡς ἀνέστη, ὡς πάντα [τὰ] ὑπὲρ ἡμῶν ἔπαθέ τε καὶ ἐποίησε· τοῖς οὖν ταῦτα τὰ παγκόσμια καὶ σωτήρια ἔργα ἐν εἰκόσιν ὁρᾶν μὴ ἀνεχομένοις μηδὲ τιμῶσιν αὐτὰ καὶ προσκυνοῦσιν, ἀνάθεμα (γ΄).

§34 Τοῖς ἐπιμένουσι τῇ εἰκονομάχῳ αἱρέσει, μᾶλλον δὲ τῇ χριστομάχῳ ἀποστασίᾳ, καὶ μήτε διὰ τῆς μωσαϊκῆς νομοθεσίας πρὸς τὴν σωτηρίαν αὐτῶν ἀναχθῆναι βουλομένοις μήτε ταῖς ἀποστολικαῖς διδασκαλίαις ἐναστραφθῆναι* τὴν εὐσέβειαν προαιρουμένοις μήτε [ταῖς] πατρικαῖς παραινέσεσι καὶ εἰσηγήσεσι τῆς πλάνης αὐτῶν ἐπιστραφῆναι πειθομένοις μήτε τῇ συμφωνίᾳ τῶν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησιῶν τοῦ Θεοῦ δυσωπουμένοις, ἀλλ’ ἐφ’ ἅπαξ ἑαυτοὺς τῇ τῶν Ἰουδαίων καὶ ῾Ελλήνων μερίδι καθυποβαλλομένοις**· ἃ γὰρ ἀμέσως ἐκεῖνοι εἰς τὸ πρωτότυπον βλασφημοῦσι, καὶ οὗτοι διὰ τῆς αὐτοῦ εἰκόνος εἰς αὐτὸν ἐκεῖνον τὸν εἰκονιζόμενον τολμᾶν οὐκ ἐρυθριῶσι· τοῖς οὖν ἀνεπιστρόφως τῇ πλάνῃ ταύτῃ κατεχομένοις καὶ πρὸς πάντα λόγον θεῖον καὶ πνευματικὴν διδασκαλίαν τὰ ὦτα βεβυσμένοις, ὡς ἤδη λοιπὸν σεσηπόσι καὶ τοῦ κοινοῦ σώματος τῆς Εκκλησίας ἀποτεμοῦσιν ἑαυτούς, ἀνάθεμα (γ΄).

* ῾Ετέρα γραφή· «ἐναστραφῆναι»
** ῾Ετέρα γραφή· «καθυποβαλλομένους»


§35 Τοῖς εἰσάγουσιν ἐπὶ τῆς ἀρρήτου ἐνσάρκου οἰκονομίας τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καινοφωνίας τινάς, καὶ λέγουσιν ἢ φρονοῦσι προσκυνεῖν τὸ ἀνθρώπινον τοῦ Χριστοῦ τῇ ἀπροσίτῳ θεότητι δουλικῶς, καὶ τὴν δουλείαν ἀίδιον κεκτῆσθαι ὡς οὐσιώδη καὶ ἀναπόβλητον, ἀνάθεμα (γ΄).

§36 Τοῖς μὴ μετὰ πάσης εὐλαβείας χρωμένοις τῇ κατ' ἐπίνοιαν διαιρέσει πρὸς δήλωσιν μόνον τῆς ἑτερότητος τῶν ἐν Χριστῷ συνδραμουσῶν ἀρρήτως δύο φύσεων καὶ ἐν αὐτῷ ἀσυγχύτως καὶ ἀδιαιρέτως ἡνωμένων, ἀλλὰ καταχρωμένοις τῇ τοιαύτῃ διαιρέσει καὶ λέγουσι «τὸ πρόσλημμα οὐ τῇ φύσει μόνον ἕτερον, ἄλλα καὶ τῇ ἀξίᾳ» καὶ ὅτι «λατρεύει Θεῷ καὶ ὑπηρεσίαν προσφέρει δουλικὴν καὶ [τιμὴν] τὴν προσήκουσαν ἀπονέμει ὡς ὀφειλήν, καθά περ τὰ λειτουργικὰ πνεύματα τὰ τῷ Θεῷ ὑπηρετοῦντά τε καὶ λατρεύοντα δουλικῶς», καὶ ἰδίᾳ «τὸ πρόσλημμα ἀρχιερέα μέγιστον εἶναι» διδάσκουσι, καὶ οὐχὶ τὸν Θεὸν Λόγον ὅτι γέγονεν ἄνθρωπος, ὡς διὰ τῶν τοιούτων τὸν ἕνα Χριστὸν τὸν Κύριον ἡμῶν καὶ Θεὸν διαιρεῖν τολμῶσιν ὑποστατικῶς, ἀνάθεμα (γ΄).

§37 Τοῖς λέγουσιν, ὅτι τὴν ἐν τῷ καιρῷ τοῦ κοσμοσωτηρίου πάθους τοῦ Κυρίου καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσαχθεῖσαν ὑπὲρ τῆς ἡμῶν σωτηρίας παρ' αὐτοῦ θυσίαν τοῦ τιμίου αὐτοῦ σώματός τε καὶ αἵματος, ὡς ἀρχιερέως, κατὰ τὸ ἀνθρώπινον δι' ἡμᾶς χρηματίσαντος, ὅτι περ ὁ αὐτὸς καὶ Θεὸς καὶ θύτης καὶ θῦμα, κατὰ τὸν πολὺν ἐν θεολογίᾳ Γρηγόριον, προσήγαγε μὲν αὐτὸς τῷ Θεῷ καὶ Πατρί, οὐ προσεδέξατο δὲ ὡς Θεὸς μετὰ τοῦ Πατρός, αὐτός τε ὁ μονογενὴς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς διὰ τούτων ἀποξενοῦσιν αὐτόν τε τὸν Θεὸν Λόγον καὶ τὸ ὁμοούσιον καὶ ὁμόδοξον τούτου παράκλητον Πνεῦμα τῆς θεοπρεποῦς ὁμοτιμίας τε καὶ ἀξίας, ἀνάθεμα (γ΄).

§38 Τοῖς τὴν καθ' ἕκαστην προσαγομένην θυσίαν ὑπὸ τῶν παραλαβόντων ἀπὸ Χριστοῦ τὴν τῶν θείων μυστηρίων ἱερουργίαν, μὴ δεχομένοις τῇ ἁγίᾳ Τριάδι προσάγεσθαι, ὡς ἀντιφθεγγομένοις ἐντεῦθεν τοῖς ἱεροῖς καὶ θείοις πατράσι Βασιλείῳ τε καὶ Χρυσορρήμονι, οἷς συμφωνοῦσι καὶ οἱ λοιποὶ θεοφόροι πατέρες ἐν τοῖς οἰκείοις λόγοις τε καὶ συγγράμμασιν, ἀνάθεμα (γ΄).

§39 Τοῖς ἀκούουσι μὲν τοῦ σωτῆρος περὶ τῆς παρ' αὐτοῦ παραδοθείσης τῶν θείων μυστηρίων ἱερουργίας λέγοντος· «τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», μὴ ἐκλαμβανομενοις δὲ ὀρθῶς τὴν ἀνάμνησιν, ἀλλὰ τολμῶσι λέγειν ὅτι καινίζει φανταστικῶς καὶ εἰκονικῶς τὴν ἐπὶ τοῦ τιμίου σταυροΰ παρὰ τοῦ σωτῆρος ἡμῶν προσαχθεῖσαν θυσίαν τοῦ ἰδίου σώματός τε καὶ αἵματος, εἰς κοινὸν τῆς ἀνθρωπίνης φύσεως λύτρον τε καὶ ἐξίλασμα, ἡ καθ' ἑκάστην προσαγομένη θυσία παρὰ τῶν τὰ θεῖα ἱερουργούντων μυστήρια, καθὼς ὁ σωτὴρ ἡμῶν καὶ δεσπότης τῶν ὅλων παρέδωκε· καὶ διὰ τοῦτο ἄλλην εἶναι ταύτην παρὰ τὴν ἐξ ἀρχῆς τῷ σωτῆρι τετελεσμένην εἰσάγουσι καὶ πρὸς ἐκείνην φανταστικῶς καὶ εἰκονικῶς ἀναφερομένην, ὡς κενοῦσι τὸ τῆς φρικτῆς καὶ θείας ἱερουργίας μυστήριον, δι' οὗ τὸν τῆς μελλούσης ζωῆς ἀρραβῶνα λαμβάνομεν, καὶ ταῦτα τοῦ θείου πατρὸς ἡμῶν Ἰωάννου τοῦ χρυσορρήμονος διατρανοῦντος τῆς θυσίας τὸ ἀπαράλλακτον καὶ μίαν καὶ τὴν αὐτὴν εἶναι φάσκοντος ἐν πολλαῖς τῶν τοῦ μεγάλου Παύλου ῥητῶν ἐξηγήσεσιν, ἀνάθεμα (γ΄).

§40 Τοῖς τὰς χρονικὰς διαστάσεις ἐπὶ τῆς καταλλαγῆς τῆς ἀνθρωπίνης φύσεως πρὸς τὴν θείαν καὶ μακαρίαν φύσιν τῆς ζωαρχικῆς καὶ πανακηράτου Τριάδος ἐπινοοῦσι καὶ παρεισάγουσι, καὶ πρότερον* μὲν τῷ μονογενεῖ Λόγῳ νομοθετοῦσιν ἐξ αὐτῆς κατηλλάχθαι ἡμᾶς τῆς προσλήψεως, ὕστερον δὲ τῷ Θεῷ καὶ Πατρὶ κατὰ τὸ σωτήριον πάθος τοῦ σωτῆρος Χριστοῦ, καὶ διαιροῦσι τὰ ἀδιαίρετα**, τῶν θείων καὶ μακαρίων πατέρων διὰ τοῦ τῆς οἰκονομίας μυστηρίου παντὸς καταλλάξαι ἡμᾶς ἑαυτῷ τὸν μονογενῆ διδασκόντων, καὶ*** δι’ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ τῷ Θεῷ καὶ Πατρί, ἀκολούθως δὲ πάντως καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, ὡς καινῶν καὶ ἐκφύλων ἐφευρεταῖς, ἀνάθεμα (γ΄).

* ῾Ετέρα γραφή· «πρῶτον»
** ῾Ετέρα γραφὴ ἐσφαλμένως· «ἰδιαίτερα»
*** ᾿Ενιαχοῦ παραλείπεται τὸ «καὶ»
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 22:36:11

§41 Ἀναστασίῳ, Κωνσταντίνῳ καὶ Νικήτᾳ, τοῖς ἐπὶ τῶν Ἰσαύρων κατάρξασι τῶν αἱρέσεων, ὡς ἀνιέροις καὶ ὁδηγοῖς ἀπωλείας, ἀνάθεμα (γ΄).

§42 Θεοδότῳ, Ἀντωνίῳ καὶ Ἰωάννῃ, τοῖς ἀλληλοπροξένοις τῶν κακῶν καὶ ἑτεροδιαδόχοις τὴν δυσσέβειαν, ἀνάθεμα (γ΄).

§43 Παύλῳ τῷ εἰς Σαῦλον ἀποστρέψαντι καὶ Θεοδώρῳ τῷ ἐπικαλουμένῳ Γάστῃ καὶ Στεφάνῳ τῷ Μολύτῃ, ἔτι δὲ καὶ Θεοδώρῳ τῷ Κριθίνῳ καὶ Λουλουδίῳ* τῷ Λέοντι, καὶ πρὸς τούτοις, εἴ τις τοῖς εἰρημένοις ὅμοιος τὴν δυσσέβειαν, ἐν ὁποίῳ ἂν εἴη καταλόγῳ κλήρου, ἀξιώματος τινὸς ἢ ἐπιτηδεύματος ἐξεταζόμενος· τούτοις ἅπασιν ἐπιμένουσιν αὐτῶν τῇ δυσσεβείᾳ, ἀνάθεμα (γ΄).

* ῾Ετέρα γραφή· «Λαλουδίῳ»

§44 Γεροντίῳ τῷ ἐκ Λάμπης μὲν ὁρμωμένῳ, ἐν δὲ τῇ Κρήτῃ τὸν ἰὸν τῆς αὐτοῦ μυσαρᾶς αἱρέσεως ἐξεμέσαντι καὶ ἠλειμμένον ἑαυτὸν ἀποκαλέσαντι ἐπ’ ἀνατροπῇ —φεῦ!— τῆς σωτηριώδους οἰκονομίας τοῦ Χριστοῦ σὺν τοῖς διεστραμμένοις αὐτοῦ δόγμασι καὶ συγγράμμασι καὶ τοῖς ὁμόφροσιν αὐτῷ, ἀνάθεμα (γ΄).
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 22:43:49

Κατὰ τοῦ Ἰταλοῦ Ἰωάννου, κεφάλαια ια΄ (ἢ ι΄)

    α΄
§45 Τοῖς ὅλως ἐπιχειροῦσιν οἵαν δή τινα ζήτησιν καὶ διδαχὴν τῇ ἀρρήτῳ ἐνσάρκῳ οἰκονομίᾳ τοῦ σωτῆρος ἡμῶν καὶ Θεοῦ ἐπάγειν καὶ ζητεῖν οἵῳ τρόπῳ αὐτὸς ὁ Θεὸς Λόγος τῷ ἀνθρωπίνῳ φυράματι ἥνωται καὶ τὴν προσληφθεῖσαν σάρκα κατὰ τίνα λόγον ἐθέωσε, καὶ λόγοις διαλεκτικοῖς φύσιν καὶ θέσιν ἐπὶ τῆς ὑπὲρ φύσιν καινοτομίας τῶν δύο φύσεων τοῦ Θεοῦ καὶ ἀνθρώπου λογομαχεῖν πειρωμένοις, ἀνάθεμα (γ΄).

    β΄
§46 Τοῖς εὐσεβεῖν μὲν ἐπαγγελλομένοις, τὰ τῶν Ἑλλήνων δὲ δυσσεβῆ δόγματα τῇ ὀρθοδόξῳ καὶ καθολικῇ ἐκκλησίᾳ περί τε ψυχῶν ἀνθρωπίνων καὶ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἄλλων κτισμάτων ἀναιδῶς ἢ μᾶλλον ἀσεβῶς ἐπεισάγουσιν, ἀνάθεμα (γ΄).

    γ΄
§47 Τοῖς τὴν μωρὰν τῶν ἔξωθεν φιλοσόφων λεγομένην σοφίαν προτιμῶσι καὶ τοῖς καθηγηταῖς αὐτῶν ἑπομένοις καὶ τάς τε μετεμψυχώσεις τῶν ἀνθρωπίνων ψυχῶν ἢ καὶ ὁμοίως τοῖς ἀλόγοις ζῴοις ταύτας ἀπόλλυσθαι καὶ εἰς τὸ μηδὲν χωρεῖν δεχομένοις, καὶ διὰ τούτων ἀνάστασιν καὶ κρίσιν καὶ τὴν τελευταίαν τῶν βεβιωμένων ἀνταπόδοσιν ἀθετοῦσιν, ἀνάθεμα (γ΄).

    δ΄
§48 Τοῖς τὴν ὕλην ἄναρχον καὶ τὰς ἰδέας ἢ συνάναρχον τῷ δημιουργῷ πάντων καὶ Θεῷ δογματίζουσι, καὶ ὅτι περ οὐρανὸς καὶ γῆ καὶ τὰ λοιπὰ τῶν κτισμάτων ἀίδιά τε εἰσὶ καὶ ἄναρχα καὶ διαμένουσιν ἀναλλοίωτα, καὶ ἀντινομοθετοῦσι τῷ εἰπόντι· «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι», καὶ ἀπὸ γῆς κενοφωνοῦσι καὶ τὴν θείαν ἀρὰν ἐπὶ τὰς ἑαυτῶν ἄγουσι κεφαλάς, ἀνάθεμα (γ΄).

    ε΄
§49 Τοῖς λέγουσιν ὅτι οἱ τῶν Ἑλλήνων σοφοὶ καὶ πρῶτοι τῶν αἱρεσιαρχῶν, οἱ παρὰ τῶν ἑπτὰ ἁγίων καὶ καθολικῶν συνόδων καὶ παρὰ πάντων τῶν ὀρθοδοξίᾳ λαμψάντων πατέρων ἀναθέματι καθυποβληθέντες ὡς ἀλλότριοι τῆς καθολικῆς ἐκκλησίας, διὰ τὴν ἐν λόγοις αὐτῶν κίβδηλον καὶ ῥυπαρὰν* περιουσίαν, κρείττονες εἰσὶ κατὰ πολὺ καὶ ἐνταῦθα καὶ ἐν τῇ μελλούσῃ κρίσει** τῶν εὐσεβῶν μὲν καὶ ὀρθοδόξων ἀνδρῶν, ἄλλως δὲ κατὰ πάθος ἀνθρώπινον ἢ ἀγνόημα πλημμελησάντων, ἀνάθεμα (α΄).

* Ἑτέρα γραφή· «μυσαρὰν»
** ᾿Ενιαχοῦ προστίθεται ἐνταῦθα τὸ «καὶ»

§50 Τοῖς μὴ πίστει καθαρᾷ καὶ ἁπλῇ καὶ ὁλοψύχῳ καρδίᾳ τὰ τοῦ σωτῆρος ἡμῶν καὶ Θεοῦ καὶ τῆς ἀχράντως αὐτὸν τεκούσης δεσποίνης ἡμῶν [καὶ] θεοτόκου καὶ τῶν λοιπῶν ἁγίων ἐξαίσια θαύματα δεχομένοις, ἀλλὰ πειρωμένοις ἀποδείξεσι καὶ λόγοις σοφιστικοῖς ὡς ἀδύνατα διαβάλλειν ἢ κατὰ τὸ δοκοῦν αὐτοῖς παρερμηνεύειν καὶ κατὰ τὴν ἰδίαν γνώμην συνιστᾶν, ἀνάθεμα (α΄).

    ζ΄
§51 Τοῖς τὰ ἑλληνικὰ διεξιοῦσι μαθήματα καὶ μὴ διὰ παίδευσιν μόνον ταῦτα παιδευομένοις, ἀλλὰ καὶ ταῖς δόξαις αὐτῶν ταῖς ματαίαις ἑπομένοις καὶ ὡς ἀληθέσι πιστεύουσι, καὶ οὕτως αὐταῖς ὡς τὸ βέβαιον ἐχούσαις ἐγκειμένοις, ὥστε καὶ ἑτέρους ποτὲ μὲν λάθρᾳ ποτὲ δὲ φανερῶς ἐνάγειν αὐταῖς καὶ διδάσκειν ἀνενδοιάστως, ἀνάθεμα (α΄).

    η΄
§52 Τοῖς μετὰ τῶν ἄλλων μυθικῶν πλασμάτων ἀφ’ ἑαυτῶν καὶ τὴν καθ’ ἡμᾶς πλᾶσιν μεταπλάττουσι καὶ τὰς πλατωνικὰς ἰδέας ὡς ἀληθεῖς δεχομένοις καὶ ὡς αὐθυπότατον τὴν ὕλην παρὰ τῶν ἰδίων μορφοῦσθαι λέγουσι καὶ προφανῶς διαβάλλουσι τὸ αὐτεξούσιον τοῦ δημιουργοῦ τοῦ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντος τὰ πάντα καὶ ὡς ποιητοῦ πᾶσιν ἀρχὴν καὶ τέλος ἐπιτιθέντος ἐξουσιαστικῶς καὶ δεσποτικῶς, ἀνάθεμα (α΄).

    θ΄
§53 Τοῖς λέγουσιν ὅτι ἐν τῇ τελευταίᾳ καὶ κοινῇ ἀναστάσει μεθ’ ἑτέρων σωμάτων οἱ ἄνθρωποι ἀναστήσονται καὶ κριθήσονται, καὶ οὐχὶ μεθ’ ὧν κατὰ τὸν παρόντα βίον ἐπολιτεύσαντο, ἅτε τούτων φθειρομένων καὶ ἀπολλυμένων, καὶ ληροῦσι κενὰ καὶ μάταια κατ᾿ αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν καὶ τῶν μαθητῶν αὐτοῦ, διδασκάλων δὲ ἡμετέρων, οὕτω διδαξάντων ὡς μεθ’ ὧν ἐπολιτεύσαντο ἄνθρωποι σωμάτων μετὰ τούτων καὶ κριθήσονται, ἔτι δὲ καὶ τοῦ μεγάλου ἀποστόλου Παύλου, καὶ διαρρήδην ἐν τῷ περὶ ἀναστάσεως λόγῳ πλατύτερον διὰ παραδειγμάτων τὴν ἀλήθειαν ἀναδιδάξαντος καὶ τοὺς ἑτέρως φρονοῦντας ὡς ἄφρονας ἀπελέγξαντος· τοῖς γοῦν τοῖς τοιούτοις ἀντινομοθετοῦσι δόγμασι καὶ διδάγμασιν, ἀνάθεμα (α΄).

    ι΄
§54 Τοῖς δεχομένοις καὶ παραδιδοῦσι τὰ μάταια καὶ ἑλληνικὰ ῥήματα· ὅτι τε προΰπαρξις ἐστὶ τῶν ψυχῶν καὶ οὐκ ἐκ τοῦ μὴ ὄντος τὰ πάντα ἐγένετο καὶ παρήχθη*, καὶ ὅτι τέλος ἐστὶ τῆς κολάσεως ἢ ἀποκατάστασις αὖθις τῆς κτίσεως καὶ τῶν ἀνθρωπίνων πραγμάτων, καὶ διὰ τῶν τοιούτων λόγων τὴν βασιλείαν τῶν οὐρανῶν λυομένην πάντως καὶ παράγουσαν εἰσάγουσιν, ἣν αἰωνίαν καὶ ἀκατάλυτον αὐτός τε ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν ἐδίδαξε καὶ παρέδοτο, καὶ διὰ πάσης τῆς παλαιᾶς καὶ νέας γραφῆς ἡμεῖς παρελάβομεν, ὅτι καὶ ἡ κόλασις ἀτελεύτητος καὶ ἡ βασιλεία ἀίδιος, διὰ δὲ τῶν τοιούτων λόγων ἑαυτούς τε ἀπολλύουσι καὶ ἑτέροις αἰωνίας καταδίκης προξένοις γενομένοις, ἀνάθεμα (γ΄).

* ῞Ετεραι γραφαί· «ἐγένετο καὶ παρήχθησαν» — «ἐγένοντο καὶ παρήχθησαν»

    ια΄ (ἢ κατὰ τοῦ μοναχοῦ Νείλου, κεφάλαιον α΄)
§55 Τοῖς δογματισθεῖσι δυσσεβῶς παρὰ τοῦ ἀμονάχου Νείλου πᾶσι καὶ τοῖς κοινωνοῦσιν αὐτοῖς, ἀνάθεμα (γ΄).
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 22:47:49

Τῆς ἱερᾶς συνόδου τοῦ ἔτους 1166, κεφάλαια ε΄

    α΄
§56 Τοῖς μὴ ὀρθῶς τὰς τῶν ἁγίων διδασκάλων τῆς τοῦ Θεοῦ ἐκκλησίας θείας φωνὰς ἐκλαμβανομένοις καὶ τὰ σαφῶς καὶ* ἀριδήλως ἐν αὐταῖς διὰ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος εἰρημένα παρερμηνεύειν τε καὶ περιστρέφειν πειρωμένοις, ἀνάθεμα (γ΄).

* Εἴς τινας ἐκδόσεις ἐξέπεσαν αἱ λέξεις «σαφῶς καὶ»

    β΄
§57 Τῶν παραδεχομένων τὴν τοῦ ἀληθινοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν τὴν «ὁ Πατήρ μου μείζων μου ἐστὶ» λέγεσθαι σὺν ταῖς λοιπαῖς* ἑρμηνείαις τῶν ἁγίων πατέρων καὶ κατὰ τὴν ἐν αὐτῷ ἀνθρωπότητα, καθ’ ἣν καὶ πέπονθε, καθὼς διαρρήδην ἐν πολλοῖς τῶν θεοπνεύστων λόγων αὐτῶν οἱ ἅγιοι πατέρες ἀνακηρύττουσιν, ἔτι δὲ καὶ λεγόντων τὸν αὐτὸν Χριστὸν κατὰ τὴν ἑαυτοῦ σάρκα παθεῖν, αἰωνία ἡ μνήμη (γ΄).

* Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «λοιπαῖς»

    γ΄
§58 Τοῖς νοοῦσι καὶ φθεγγομένοις τὴν θέωσιν τοῦ προσλήμματος μετάμειψιν τῆς ἀνθρωπίνης φύσεως εἰς θεότητα καὶ μὴ φρονοῦσιν ἐξ αὐτῆς ἑνώσεως θείας μὲν ἀξίας καὶ μεγαλειότητος μετασχεῖν τὸ σῶμα τοῦ Κυρίου καὶ προσκυνεῖσθαι μιᾷ προσκυνήσει ἐν τῷ προσλαβομένῳ αὐτὸ Θεῷ Λόγῳ καὶ εἶναι ὁμότιμον ὁμόδοξον ζωοποιὸν ἰσοκλεὲς τῷ Θεῷ καὶ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι καὶ ὁμόθρονον, μὴ μέντοι γε δὲ γενέσθαι ὁμοούσιον τῷ Θεῷ, ὡς ἐκστῆναι τῶν φυσικῶν ἰδιοτήτων. τοῦ κτιστοῦ τοῦ περιγραπτοῦ καὶ τῶν λοιπῶν τῶν ἐν τῇ ἀνθρωπείᾳ φύσει τοῦ Χριστοῦ θεωρουμένων, μεταμειφθῆναι δὲ εἰς τὴν [τῆς] θεότητος οὐσίαν, ὡς ἐκ τούτου εἰσάγειν ἢ φαντασίᾳ καὶ οὐκ ἀληθείᾳ γεγονέναι τὴν ἐνανθρώπησιν τοῦ Κυρίου καὶ τὰ πάθη ἢ τὴν τοῦ μονογενοῦς θεότητα παθεῖν, ἀνάθεμα (γ΄).

    δ΄
§59 Τῶν λεγόντων ὅτι «ἡ σὰρξ τοῦ Κυρίου ἐξ αὐτῆς ἑνώσεως ὑπερυψωθεῖσα καὶ ἀνωτάτω πάσης τιμῆς ὑπερκειμένη, ὡς ἐξ ἄκρας ἑνώσεως ὁμόθεος γενομένη, ἀμεταβλήτως ἀναλλοιώτως ἀσυγχύτως καὶ ἀτρέπτως, διὰ τὴν καθ’ ὑπόστασιν ἕνωσιν, καὶ ἀχώριστος καὶ ἀδιάσπαστος* μένουσα τῷ προσλαβομένῳ αὐτὴν Θεῷ Λόγῳ, ἰσοκλεῶς αὐτῷ τιμᾶται** καὶ προσκυνεῖται μιᾷ προσκυνήσει καὶ τοῖς βασιλικοῖς καὶ θείοις ἐγκαθίδρυται θώκοις ἐκ δεξιῶν τοῦ Πατρὸς ὡς τὰ τῆς θεότητος αὐχήματα καταπλουτήσασα, σῳζομένων τῶν ἰδιοτήτων τῶν φύσεων, αἰωνία ἡ μνήμη (γ΄).

* ᾿Εν ἄλλοις ἐσφαλμένως· «ἀχωρίστως καὶ ἀδιασπάστως»
* «αὐτῷ τιμᾶται»· ἐν ἄλλοις ἐσφαλμένως «αὐτοτιμᾶται»


    ε΄
§60 Τοῖς ἀποβαλλομένοις τὰς τῶν ἁγίων πατέρων φωνὰς τὰς ἐπὶ συστάσει τῶν ὀρθῶν τῆς τοῦ Θεοῦ ἐκκλησίας δογμάτων ἐκφωνηθείσας Ἀθανασίου, Κυρίλλου, Ἀμβροσίου, Ἀμφιλοχίου, τοῦ θεηγόρου Λέοντος πάπα* τῆς πρεσβυτέρας ῾Ρώμης, καὶ τῶν λοιπῶν, ἔτι δὲ καὶ τὰ τῶν οἰκουμενικῶν συνόδων πρακτικά, τῆς τετάρτης τε φημὶ καὶ τῆς ἕκτης, μὴ κατασπαζομένοις, ἀνάθεμα (γ΄).

* ᾿Εν ἄλλοις ἀντὶ τοῦ «πάπα» ἐσφαλμένως κεῖται· «τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου»
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 22:56:04

Τῆς ἱερᾶς συνόδου τοῦ ἔτους 1170, κεφάλαια δ΄

    α΄
§61 Τοῖς μὴ δεχομένοις τὴν τοῦ ἀληθινοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν τὴν «ὁ Πατήρ μου μείζων μου ἐστὶ» καθώς τε κατὰ διαφόρους τρόπους οἱ ἅγιοι ταύτην ἐξηγήσαντο, οἱ μὲν κατὰ τὴν αὐτοῦ θεότητα λέγοντες ταύτην* ῥηθῆναι διὰ τὸ** αἴτιον τῆς ἐκ τοῦ Πατρὸς τούτου γεννήσεως***, οἱ δὲ κατὰ τὰς φυσικὰς ἰδιότητας τῆς προσληφθείσης παρ’ αὐτοῦ**** σαρκὸς καὶ ἐνυποστάσης τῇ αὐτοῦ θεότητι, ἤγουν τὸ κτιστὸν τὸ περιγραπτὸν τὸ θνητὸν καὶ τὰ λοιπὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη, δι’ ἅ περ ἑαυτοῦ μείζονα τὸν Πατέρα ὁ Κύριος εἴρηκεν, ἀλλὰ τότε λέγουσι τὴν τοιαύτην νοεῖσθαι φωνήν, ὅτε κατὰ ψιλὴν ἐπίνοιαν νοεῖται ἡ σὰρξ κεχωρισμένη τῆς θεότητος, ὥς περ εἰ μηδὲ ἡνώθη, καὶ μὴ ἐκλαμβανομένοις τὴν τοιαύτην ῥῆσιν τῆς κατὰ ψιλὴν ἐπίνοιαν διαιρέσεως καθὼς παρὰ τῶν ἁγίων πατέρων ἐλέχθη τότε, ὁπηνίκα καὶ δούλη καὶ ἀγνοοῦσα***** λέγεται, ὡς μὴ ἀνεχομένοις****** τὴν ὁμόθεον καὶ ὁμότιμον τοῦ Χριστοῦ σάρκα διὰ τῶν τοιούτων φωνῶν καθυβρίζεσθαι, λέγουσι δὲ κατὰ ψιλὴν ἐπίνοιαν παραλαμβάνεσθαι καὶ τὰς φυσικὰς ἰδιότητας τὰς ὡς******* ἀληθῶς οὔσας τῆς τοῦ Κυρίου σαρκὸς τῆς ἐνυποστάσης τῇ αὐτοῦ θεότητι καὶ ἀδιαιρέτου μενούσης, καὶ τὰ αὐτὰ περὶ τῶν ἀνυποστάτων καὶ ψευδῶν ἅ περ καὶ περὶ τῶν ἐνυποστάτων καὶ ἀληθῶν δογματίζουσιν, ἀνάθεμα (γ΄).

* Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «ταύτην»
** ᾿Ενιαχοῦ προστίθεται «ἀεὶ»
*** ᾿Ενιαχοῦ προστίθεται «διαρκοῦς τε καὶ ἀιδίου»
**** ᾿Ενιαχοῦ προστίθεται ἡ φράσις «τελείου ἐκ τελείου, κατὰ τὸν τρόπον τῆς θείας ὑπάρξεως, ἔννου ἐμψύχου»
***** ῾Ετέρα γραφή· «ἡ δουλεία καὶ ἡ ἄγνοια»
****** ῾Ετέρα γραφή· «ἀνεχομένων»
******* Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «ὡς»


    β΄
§61 Τῷ χρηματίσαντι μητροπολίτῃ Κερκύρας Κωνσταντίνῳ τῷ τοῦ* Βουλγαρίας, κακῶς καὶ ἀσεβῶς δογματίζοντι περὶ τῆς τοῦ ἀληθινοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνῆς τῆς «ὁ Πατήρ μου μείζων μου ἐστὶ» καὶ μὴ φρονοῦντι καὶ λέγοντι ὅτι** καθ’ ἑτέρας μὲν εὐσεβεῖς*** ἐννοίας ἐκλαμβάνεται αὕτη παρὰ τῶν ἁγίων καὶ θεοφόρων πατέρων, ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν παρὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ προσληφθεῖσαν σάρκα ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου καὶ τῇ αὐτοῦ ἐνυποστᾶσαν θεότητι, ἀσυγχύτους**** μετὰ τὴν ἀδιαίρετον ἕνωσιν τὰς ἑαυτῆς ἰδιότητας ἔχουσαν, καθ’ ἃς τὸν Πατέρα ὁ Κύριος μείζονα ἑαυτοῦ κατωνόμασεν, ὁ ἐν μιᾷ προσκυνήσει μετὰ τοῦ οἰκείου προσλήμματος ὡς ὁμοθέου καὶ ὁμοδόξου***** αὐτῷ τε τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι συμπροσκυνούμενος καὶ συνδοξαζόμενος, διενισταμένῳ δὲ μὴ ὀφείλειν νοεῖσθαι τὴν τοιαύτην φωνήν, ὁπηνίκα νοεῖται ὁ Κύριος μία ὑπόστασις ἡνωμένας τὰς δύο ἔχουσα φύσεις, ἀλλ’ ὁπηνίκα κατὰ ψιλὴν ἐπίνοιαν ἡ σὰρξ παραλαμβάνεται κεχωρισμένη τῆς θεότητος καὶ οἵα τις ἑκάστου τῶν ἀνθρώπων εἶναι γνωρίζεται, καὶ ταῦτα, τοῦ θεολογικωτάτου Δαμασκηνοῦ τότε τὴν κατὰ ψιλὴν ἐπίνοιαν διαίρεσιν ἐκδιδάσκοντος, ὅτε λέγεταί τι περὶ τῆς τοῦ Χριστοῦ σαρκὸς μὴ παραστατικὸν φυσικῆς τινὸς ἰδιότητος ἀλλὰ δηλωτικὸν δουλείας ἢ ****** ἀγνοίας, καὶ μὴ ἀκολουθεῖν θελήσαντι ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς συνόδοις τῇ τετάρτῃ τε καὶ τῇ ἕκτῃ, αἳ περὶ τῶν ἐν Χριστῷ ἡνωμένων ἀσυγχύτως δύο φύσεων ὀρθῶς καὶ εὐσεβῶς ἐδογμάτισαν καὶ ὀρθοδοξεῖν ἐδίδαξαν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν, καὶ οὕτως εἰς διαφόρους αἱρέσεις ἐξολισθήσαντι, ἀνάθεμα (γ΄).

* Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «τοῦ»
** ᾿Ενιαχοῦ προστίθεται· «καὶ»
*** ῾Ετέρα γραφή· «εὐσεβοῦς»
**** ῾Ετέρα γραφή· «ἀσυγχύτως»
***** ῾Ετέρα γραφή· «ὁμοτίμου»
****** ᾿Ενιαχοῦ προστίθεται· «καὶ»


    γ΄
§63 Πᾶσι τοῖς ὁμοφρονοῦσι τῷ αὐτῷ Κωνσταντίνῳ τῷ τοῦ* Βουλγαρίας καὶ τῇ αὐτοῦ καθαιρέσει παθαινομένοις** τε καὶ ἐπιστυγνάζουσιν οὐ διὰ τὸ φίλοικτον ἀλλὰ διὰ τὸ τῇ τούτου δυσσεβείᾳ συνταχθῆναι***, ἀνάθεμα (γ΄).

* Ἐνιαχοῦ τὸ «τοῦ» παραλείπεται.
** ῾Ετέρα γραφή· «καθαιρο<υ>μένοις»
*** ῾Ετέρα γραφή· «συναπαχθῆναι»


    δ΄
§64 Τῷ ἀμαθεστάτῳ ψευδομονάχῳ* καὶ** ματαιομάχῳ Ἰωάννῃ τῷ Εἰρηνικῷ καὶ τοῖς παρὰ τούτου συγγραφεῖσι κατὰ τῆς εὐσεβείας συγγράμμασι, τοῖς κατασπαζομένοις τε ταῦτα, ὡς δοξάζουσί τε καὶ λέγουσι μὴ διὰ τὸ ἐν αὐτῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ σωτῆρί τε καὶ Θεῷ ἐνυπόστατόν τε καὶ*** ἡνωμένον τῇ αὐτοῦ θεότητι ἀδιασπάστως **** καὶ ἀδιαιρέτως καὶ ἀσυγχύτως ἀνθρώπινον αὐτοῦ εἰρηκέναι αὐτὸν ὡς ἄνθρωπον τέλειον τὴν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις αὐτοῦ φωνὴν τὴν «ὁ Πατήρ μου μείζων μου ἐστίν», ἀλλ’ οὕτω κατὰ τὸ ἀνθρώπινον ῥηθῆναι ταύτην αὐτῷ, ὡς ὅταν τοῦτο γεγυμνωμένον καὶ κατὰ ψιλὴν ἐπίνοιαν διῃρημένον πάντῃ τῆς αὐτοῦ θεότητος, ὥς περ εἰ μηδὲ ἡνώθη ταύτῃ, λαμβάνηται, καὶ ὡς τὸ κοινὸν καὶ ἡμέτερον, ἀνάθεμα (γ΄).

* ῾Ετέρα γραφὴ «ψευδομάχῳ»
** ῾Ετέρα γραφὴ «τε»
*** Εἴς τινας ἐκδόσεις ἐξέπεσεν ἡ λέξις «καὶ»
**** ᾿Ενιαχοῦ προστίθεται· «τε»

    — · —
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Επόμενο

Επιστροφή στην Θέματα πίστεως (δογματική)

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση : Δεν υπάρχουν εγγεγραμμένα μέλη και 1 επισκέπτης

cron