Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Κανόνες Δ. Συζήτησης
῾Η χρῆσις τοῦ δημοσιευομένου ὑλικοῦ καὶ τῶν συνημμμένων ἀρχείων διέπεται ἀπὸ τοὺς παρακάτω ὅρους·
α) γιὰ τὰ πνευματικὰ δικαιώματα viewtopic.php?f=138&t=430&p=1237#p1236
β) γιὰ τὰ ἐμπορικὰ δικαιώματα viewtopic.php?f=138&t=430&p=1237#p1237

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 22:58:34

§65 Τῷ φρυαξαμένῳ συνεδρίῳ κατὰ τῶν σεπτῶν εἰκόνων, ἀνάθεμα (γ΄).

§66 Τοῖς ἐκλαμβάνουσι τὰς παρὰ τῆς θείας Γραφῆς ῥήσεις κατὰ τῶν εἰδώλων, εἰς τάς σεπτὰς εἰκόνας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ τῶν ἁγίων αὐτοῦ, ἀνάθεμα (γ΄).

§67 Τοῖς κοινωνοῦσιν ἐν γνώσει τοῖς ὑβρίζουσι καὶ ἀτιμάζουσι τάς σεπτὰς εἰκόνας, ἀνάθεμα (γ΄).

§68 Τοῖς λέγουσιν ὅτι ὡς θεοῖς οἱ Χριστιανοὶ ταῖς εἰκόσι προσῆλθον, ἀνάθεμα (γ΄).

§69 Τοῖς λέγουσιν ὅτι πλὴν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἄλλος ἡμᾶς ἐρρύσατο τῆς τῶν εἰδώλων πλάνης, ἀνάθεμα (γ΄).

§70 Τοῖς τολμῶσι λέγειν τὴν καθολικὴν ἐκκλησίαν εἴδωλα ποτὲ δεδέχθαι ὡς ὅλον τὸ μυστήριον ἀνατρέπουσι καὶ τὴν χριστιανῶν ἐνυβρίζουσι πίστιν, ἀνάθεμα (γ΄).

§71 Εἴ τις τῆς χριστιανοκατηγορικῆς αἱρέσεως ὄντα τινὰ ἢ ἐν αὐτῇ τὸν βίον ἀπορρήξαντα διεκδικεῖ ἤτω, ἀνάθεμα (γ΄).

§72 Εἴ τις οὐ προσκυνεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν εἰκόσι* περιγραπτὸν κατὰ τὸ ἀνθρώπινον ἤτω, ἀνάθεμα (γ΄).

* ῾Ετέρα γραφή· «εἰκόνι»

§73 ῞Ολοις τοῖς αἱρετικοῖς, ἀνάθεμα (γ΄).
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 23:10:55

Τὰ κατὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου θ΄ κεφάλαια

    α΄
§74 Βαρλαὰμ καὶ Ἀκινδύνῳ καὶ τοῖς ὀπαδοῖς καὶ διαδόχοις αὐτῶν, ἀνάθεμα (γ΄).

    β΄
§75 Τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι τὸ λάμψαν ἀπὸ τοῦ Κυρίου ἐπὶ τῆς θείας αὐτοῦ μεταμορφώσεως φῶς ποτὲ μὲν εἶναι ἴνδαλμα καὶ κτίσμα καὶ φάσμα ἐπὶ βραχὺ φανὲν καὶ διαλυθὲν παραχρῆμα, ποτὲ δὲ αὐτὴν τὴν οὐσίαν τοῦ Θεοῦ, ὡς εἰς αὐτὰ τὰ ἐναντιώτατα φρενοβλαβῶς καὶ ἀδύνατα παντελῶς ἑαυτοὺς ἐπιρρίπτουσι, καὶ τοῦτο μὲν τὴν Ἀρείου μαινομένοις μανίαν εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα καὶ τὸν ἕνα Θεὸν κατατέμνοντος, τοῦτο δὲ τῇ τῶν Μασσαλιανῶν δυσσεβείᾳ συμφερομένοις* τὴν θείαν οὐσίαν ὁρατὴν εἶναι λεγόντων, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, μήτε κτίσμα εἶναι τὸ θειότατον ἐκεῖνο φῶς μήτε οὐσίαν Θεοῦ, ἀλλ’ ἄκτιστον καὶ φυσικὴν χάριν καὶ ἔλλαμψιν καὶ ἐνέργειαν, ἐξ αὐτῆς τῆς θείας οὐσίας ἀχωρίστως ἀεὶ προϊοῦσαν, ἀνάθεμα (γ΄).

* ῾Ετέρα γραφή· «συμφυρομένοις»

    γ΄
§76 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι μηδεμίαν ἐνέργειαν φυσικὴν ἔχειν τὸν Θεόν, ἀλλὰ μόνην οὐσίαν εἶναι, ταὐτόν τε καὶ ἀδιάφορον παντελῶς οἰομένοις τήν τε θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν καὶ μηδεμίαν νοεῖσθαι τούτων κατά τι διαφοράν, ἀλλὰ τὴν αὐτὴν ποτὲ μὲν οὐσίαν ποτὲ δὲ ἐνέργειαν λέγεσθαι, ὡς καὶ αὐτὴν ἀνοήτως τὴν θείαν οὐσίαν παντάπασιν ἀναιροῦσι καὶ εἰς τὸ μὴ ὂν ἄγουσιν· ἐνεργείας γὰρ μόνον τὸ μὴ ὂν στερεῖσθαι φασὶν ἐπὶ λέξεως οἱ τῆς ἐκκλησίας διδάσκαλοι· ἤδη δὲ καὶ τὰ Σαβελλίου νοσοῦσι* καὶ τὴν παλαιὰν ἐκείνου συναίρεσιν καὶ σύγχυσιν καὶ συναλοιφὴν ἐπὶ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων νῦν ἐπὶ τῆς θείας οὐσίας καὶ ἐνεργείας ἀνακαινίζειν τολμῶσι, καὶ ὁμοίως δυσσεβῶς αὐτὰς συναλείφουσι· μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα οὐσίαν τε ἐπὶ Θεοῦ καὶ οὐσιώδη καὶ φυσικὴν τούτου ἐνέργειαν, ὡς ἄλλοι τε πλεῖστοι τῶν ἁγίων, καὶ μάλιστα οἱ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου τρανῶς διεσάφησαν, περὶ τῶν δύο ἐνεργειῶν τοῦ Χριστοῦ τῆς τε θείας καὶ ἀνθρωπίνης καὶ τῶν δύο θελημάτων, αὐτὴν ἅπασαν συγκροτήσαντες, μήτε μὴν** νοεῖν βουλομένοις ὥς περ ἕνωσιν θείας οὐσίας καὶ ἐνεργείας ἀσύγχυτον, οὕτως εἶναι καὶ διαφορὰν ἀδιάστατον κατά τε ἄλλα καὶ μάλιστα τὸ αἴτιον καὶ τὸ αἰτιατὸν καὶ ἀμέθεκτον καὶ μεθεκτόν, τὸ μὲν τῆς οὐσίας, τὸ δὲ τῆς ἐνεργείας. τούτοις οὖν τοῖς τὰ τοιαῦτα δυσσεβοῦσιν, ἀνάθεμα (γ΄).

* ῾Ετέρα γραφή· «νοοῦσι»
** ῾Ετέρα γραφή· «μὲν»


    δ΄
§77 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι κτιστὴν εἶναι πᾶσαν φυσικὴν δύναμιν καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος ὡς κτιστὴν ἐκ τούτου πάντως καὶ αὐτὴν τὴν θείαν οὐσίαν ἀναγκαζομένοις δοξάζειν· κτιστὴ γὰρ κατὰ τοὺς ἁγίους ἐνέργεια κτιστὴν δηλώσει καὶ φύσιν, ἄκτιστος δὲ ἄκτιστον χαρακτηρίσει οὐσίαν· κἀντεῦθεν ἤδη κινδυνεύσουσιν εἰς ἀθεΐαν παντελῆ περιπίπτειν καὶ τὴν ἑλληνικὴν μυθολογίαν καὶ τὴν τῶν κτισμάτων λατρείαν τῇ καθαρᾷ καὶ ἀμώμῳ τῶν χριστιανῶν πίστει προστριβομένοις, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, ἄκτιστον εἶναι πᾶσαν φυσικὴν δύναμιν καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος, ἀνάθεμα (γ΄).

    ε΄
§78 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι σύνθεσιν τινὰ ὅλως διὰ ταῦτα γίνεσθαι ἐπὶ Θεοῦ, μὴ πειθομένοις δὲ τῇ τῶν ἁγίων διδασκαλίᾳ μηδεμίαν σύνθεσιν ἀπὸ τῶν φυσικῶν ἐν τῇ φύσει γίνεσθαι διδασκόντων, κἀντεῦθεν οὐ μόνον ἡμᾶς ἀλλὰ καὶ τοὺς ἁγίους ἅπαντας συκοφαντοῦσι, διαρρήδην ἐν πολλοῖς πολλάκις ἀναδιδάσκοντας τό τε ἁπλοῦν ἐπὶ Θεοῦ καὶ ἀσύνθετον καὶ τὴν τῆς θείας οὐσίας καὶ ἐνεργείας διαφοράν, ὡς κατ’ οὐδὲν πάντως τὴν διαφορὰν ταύτην λυμαινομένην τῇ θείᾳ ἁπλότητι· οὐ γὰρ ἂν οὕτω προδήλως ἑαυτοῖς ἐναντία θεολογεῖν ἐπεχείρουν· τοῖς οὖν τοιαῦτα κενολογοῦσι, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, μετὰ τῆς θεοπρεποῦς ταύτης διαφορᾶς καὶ τὴν θείαν ἁπλότητα πάνυ καλῶς διασῴζεσθαι, ἀνάθεμα (γ΄).

§79 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσιν ἐπὶ τῆς θείας οὐσίας μόνης τὸ τῆς θεότητος ὄνομα λέγεσθαι, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, καὶ ἐπὶ τῆς θείας ἐνεργείας οὐχ ἧττον αὐτὸ τίθεσθαι, καὶ οὕτω πάλιν μίαν θεότητα πᾶσι τρόποις πρεσβεύουσι, Πατρός, Υἱοῦ, καὶ ἁγίου Πνεύματος, εἴτε τὴν οὐσίαν αὐτῶν εἴτε τὴν ἐνέργειαν, θεότητα εἴποι τις, ὡς οἱ θεῖοι μυσταγωγοὶ καὶ τοῦτο ἡμᾶς ἐκδιδάσκουσιν, ἀνάθεμα (γ΄).

    ζ΄
§80 Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι μεθεκτὴν τὴν θείαν οὐσίαν εἶναι ὡς τὴν τῶν Μασσαλιανῶν δυσσέβειαν εἰς τὴν καθ’ ἡμᾶς ἐκκλησίαν ἤδη παρεισάγειν ἀναισχυντοῦσι πάλαι τὴν τοιαύτην δόξαν νενοσηκότων, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς ἐκκλησίας εὐσεβὲς φρόνημα, ἄληπτον μὲν εἶναι παντελῶς αὐτὴν καὶ ἀμέθεκτον, μεθεκτὴν δὲ τὴν θείαν χάριν τε καὶ ἐνέργειαν, ἀνάθεμα (γ΄).

    η΄
§81 Πᾶσι τοῖς δυσσεβέσιν αὐτῶν λόγοις τε καὶ συγγράμμασιν, ἀνάθεμα (γ΄)

    θ΄
§82 Ἰσαὰκ τῷ ἐπονομαζομένῳ Ἀργυρῷ τῷ διὰ βίου παντὸς τὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου νοσήσαντι, κἂν τῷ τέλει τῆς ἰδίας ζωῆς ὡς καὶ πρότερον πολλάκις παρὰ τῆς ἐκκλησίας Χριστοῦ τὴν ἐπιστροφὴν ἀπαιτηθέντι καὶ τὴν μετάνοιαν, ἐπιμείναντι δὲ τῇ δυσσεβείᾳ καὶ κακῶς τὴν ψυχὴν ἐν τῇ τῆς αἱρέσεως αὐτοῦ ὁμολογίᾳ ἀπορρήξαντι, ἀνάθεμα (γ΄).

    — · —
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 23:15:48

§83 Ἀρείῳ τῷ πρώτῳ θεομάχῳ καὶ ἀρχηγῷ τῶν αἱρέσεων, ἀνάθεμα (γ΄).

§84 Πέτρῳ τῷ κναφεῖ καὶ παράφρονι τῷ λέγοντι «Ἅγιος ἀθάνατος, ὁ σταυρωθεὶς δι' ἡμᾶς», ἀνάθεμα (γ΄).

§85 Νεστορίῳ τῷ θεηλάτῳ τῷ παθητὴν λέγοντι τὴν ἁγίαν Τριάδα, καὶ Οὐαλεντίνῳ δυσσεβεῖ τῷ παράφρονι, ἀνάθεμα (γ΄).

§86 Παύλῳ τῷ Σαμοσατεῖ καὶ Θεοδοτίωνι τῷ τούτου συμμύστῃ καὶ ὁμόφρονι, σὺν ἄλλῳ Νεστορίῳ παράφρονι, ἀνάθεμα (γ΄).

§87 Πέτρῳ Δειλαίῳ τῷ αἱρετικῷ, τῷ καὶ Λυκοπέτρῳ ἐπονομαζομένῳ, Εὐτυχίῳ τε καὶ Σαββελίῳ τοῖς κακόφροσιν, ἀνάθεμα (γ΄).

§88 Ἰακώβῳ Ἀρμενίῳ τῷ Ζανζάλῳ*, Διοσκόρῳ πατριάρχῃ Ἀλεξανδρείας, καὶ Σεβήρῳ τῷ δυσσεβεῖ, ἅμα Σεργίῳ, Παύλῳ, καὶ Πύρρῳ τοῖς ὁμόφροσι, σὺν Σεργίῳ μαθητῇ τοῦ Λυκοπέτρου, ἀνάθεμα (γ΄).

* ῾Ετέρα γραφή· «Στανστάλῳ»

§89 Ὅλοις τοῖς Εὐτυχιανισταῖς καὶ Μονοθελήταις καὶ Ἰακωβίταις καὶ Ἀρτζιβουρίταις καὶ ἁπλῶς πᾶσιν αἱρετικοῖς, ἀνάθεμα (γ΄).
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 23:18:42

Ἐνταῦθα γίνεται τῶν τεθνεώτων ὀρθοδόξων βασιλέων ἡ φήμη

§90 Μιχαὴλ τοῦ ὀρθοδόξου ἡμῶν βασιλέως καὶ Θεοδώρας τῆς μακαριωτάτης βασιλίδος, αἰωνία ἡ μνήμη (γ΄).

§91 ᾿Ανδρονίκου τοῦ ἀοιδίμου καὶ μακαρίου βασιλέως ἡμῶν τοῦ Παλαιολόγου τοῦ τὴν προτέραν κατὰ Βαρλαὰμ συγκροτήσαντος σύνοδον γενναίως τε τῆς ἐκκλησίας Χριστοῦ καὶ τῆς ἱερᾶς ἐκείνης συνόδου προστάντος, καὶ πράγμασι καὶ λόγοις καὶ ταῖς διὰ στόματος ἰδίου θαυμασταῖς δημηγορίαις, τὰ μὲν εὐαγγελικὰ καὶ ἀποστολικὰ κρατύναντος δόγματα, τὸν δὲ προρρηθέντα Βαρλαάμ, αὐταῖς αἱρέσεσι καὶ συγγράμμασι καὶ ταῖς κατὰ τῆς ὀρθῆς ἡμῶν πίστεως κενοφωνίαις καθελόντος τε καὶ ἀποκηρύξαντος ὡς ἐν τοῖς ἱεροῖς τούτοις ἀγῶσι, καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀριστεύμασι μακαρίως μεταλλάξαντος τὸν τῇδε βίον, καὶ πρὸς τὴν ἀμείνω καὶ μακαρίαν ἐκείνην διαβάντος λῆξιν, αἰωνία ἡ μνήμη (γ΄).
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 23:22:56

§92 Γρηγορίου τοῦ ἁγιωτάτου μητροπολίτου Θεσσαλονίκης, τοῦ συνοδικῶς ἐπ’ ἐκκλησίας μεγάλης Βαρλαάμ τε καὶ Ἀκίνδυνον τοὺς ἀρχηγοὺς καὶ ἐφευρετὰς τῶν καινῶν αἱρέσεων καθελόντος σὺν τῇ αὐτῶν πονηρᾷ συμμορίᾳ, τοὺς τὴν φυσικὴν καὶ ἀχώριστον ἐνέργειαν καὶ δύναμιν τοῦ Θεοῦ καὶ ἁπλῶς πάντα ὁμοῦ τὰ φυσικὰ τῆς ἁγίας Τριάδος ἰδιώματα, κτίσματα τετολμηκότας εἰπεῖν· ἀλλὰ δὴ καὶ τὸ τῆς θεότητος ἀπρόσιτον φῶς τὸ λάμψαν ἐπὶ τοῦ ὄρους ἀπὸ Χριστοῦ, θεότητά τε κτιστήν, καὶ τὰς πλατωνικὰς ἰδέας καὶ τοὺς ἑλληνικοὺς μύθους ἐκείνους ἐπεισαγαγεῖν ἐπιχειρήσαντας αὖθις κακῶς τῇ ἐκκλησίᾳ τοῦ* Χριστοῦ, τῆς δὲ κοινῆς τοῦ Χριστοῦ ἐκκλησίας καὶ τῶν ἀληθινῶν καὶ ἀπταίστων περὶ θεότητος δογμάτων σοφῶς καὶ γενναίως ἄγαν προπολεμήσαντος καὶ συγγράμμασι καὶ λόγοις καὶ διαλέξεσι, καὶ μίαν θεότητα καὶ Θεὸν ἕνα τρισυπόστατον, ἐνεργῆ, θελητικόν, παντοδύναμον, ἄκτιστον διὰ πάντων κατὰ τὰς θείας Γραφὰς καὶ δὴ καὶ τοὺς θεολόγους καὶ ἐξηγητὰς τούτων ἀνακηρύξαντος, Ἀθανάσιον φημὶ καὶ Βασίλειον, Γρηγόριον καὶ Ἰωάννην τὸν χρυσορρήμονα Κύριλλόν τε πρὸς τούτοις καὶ Μάξιμον τὸν σοφὸν καὶ τὸν ἐκ Δαμασκοῦ θεορρήμονα, οὐ μὴν ἀλλὰ καὶ τοὺς λοιποὺς πατέρας καὶ διδασκάλους τῆς Χριστοῦ ἐκκλησίας, καὶ κοινωνοῦ καὶ συνῳδοῦ** καὶ συμφώνου καὶ σπουδαστοῦ καὶ συναγωνιστοῦ πάντων τούτων ἀναφανέντος καὶ λόγοις καὶ πράγμασιν, αἰωνία ἡ μνήμη (γ΄).

* ᾿Εν ἄλλοις παραλείπεται τὸ «τοῦ»
** ῾Ετέρα γραφή· «συνοδοῦ»


§93 Πάντων τῶν ὑπὲρ τῆς ὀρθοδοξίας συναγωνισαμένων* τῷ ἀοιδίμῳ καὶ μακαρίῳ** τούτῳ βασιλεῖ καὶ δὴ καὶ [τοῖς***] μετ’ ἐκεῖνον καὶ λόγοις καὶ διαλέξεσι συγγράμμασί τε καὶ διδασκαλίαις καὶ παντὶ **** λόγῳ καὶ πράγματι***** γενναίως τῆς ἐκκλησίας προστάντων Χριστοῦ, καὶ τὰς μὲν πονηρὰς καὶ πολυειδεῖς αἱρέσεις Βαρλαάμ τε καὶ Ἀκινδύνου καὶ τῶν ὁμοφρόνων ἐκείνοις ἐπ’ ἐκκλησίας ἐξελεγξάντων τε καὶ ἀποκηρυξάντων ὁμοῦ, τὰ δὲ ἀποστολικά τε καὶ πατρικὰ τῆς εὐσεβείας δόγματα λαμπρῶς ἀνακηρυξάντων, καὶ διὰ ταῦτα****** [*******] κακῶς ἀκουόντων παρὰ τῶν κακοδόξων καὶ συκοφαντουμένων καὶ συνυβριζομένων τοῖς ἱεροῖς θεολόγοις καὶ θεοφόροις ἡμῶν πατράσι καὶ διδασκάλοις, αἰωνία ἡ μνήμη (γ΄).

* ῾Ετέρα γραφή· «συνηγωνισμένων»
** ῾Ετέρα γραφή· «μακαρίτῃ»
*** ᾿Εσφαλμένη γραφή· «τῆς» — ἴσως ὀρθότερον «τῶν»
**** ᾿Ενιαχοῦ προστίθεται· «καὶ»
***** ῾Ετέρα γραφή· «πράγμασι»
****** ῾Ετέρα γραφή· «τοῦτο»
******* ᾿Ενιαχοῦ προστίθεται· «καὶ»

§94 Τῶν ὁμολογούντων ἕνα Θεὸν τρισυπόστατον, παντοδύναμον, οὐ μόνον ἄκτιστον κατὰ τὴν οὐσίαν καὶ τὰς ὑποστάσεις ἀλλὰ καὶ κατὰ τὴν ἐνέργειαν, καὶ λεγόντων «προϊέναι μὲν τὴν θείαν ἐνέργειαν ἐκ τῆς θείας οὐσίας, προϊέναι δὲ ἀδιαιρέτως», διὰ μὲν τοῦ «προϊέναι» τὴν ἀπόρρητον διάκρισιν παριστώντων, διὰ δὲ τοῦ «ἀδιαιρέτως» ὑπερφυᾶ δεικνύντων τὴν ἕνωσιν, ὡς ἡ ἁγία καὶ οἰκουμενικὴ ἕκτη σύνοδος ἀπεφήνατο, αἰωνία ἡ μνήμη (γ΄).

§95 Τῶν ὁμολογούντων τὸν Θεόν, ὥς περ κατ’ οὐσίαν ἄκτιστον καὶ ἄναρχον, οὕτω δὴ καὶ κατ’ ἐνέργειαν, τοῦ ἀνάρχου δηλαδὴ * κατὰ χρόνον λαμβανομένου, καὶ** κατὰ μὲν τὴν θείαν οὐσίαν ἀμέθεκτον καὶ ἀπερινόητον πάντῃ τὸν Θεὸν λεγόντων, μεθεκτὸν δὲ αὐτὸν εἶναι τοῖς ἀξίοις κατὰ τὴν θείαν καὶ θεοποιὸν ἐνέργειαν, ὡς οἱ τῆς ἐκκλησίας θεολόγοι φασίν, αἰωνία ἡ μνήμη (γ΄).

* ᾿Ενιαχοῦ προστίθεται «οὐ»
** ᾿Εν ἄλλοις παραλείπεται τὸ «καὶ»


§96 Τῶν ὁμολογούντων τὸ ἐκλάμψαν ἀπορρήτως φῶς ἐπὶ τοῦ ὄρους τῆς τοῦ Κυρίου μεταμορφώσεως φῶς ἀπρόσιτον εἶναι καὶ φῶς ἄπλετον καὶ φύσιν ἀπερινόητον θείας αἴγλης καὶ δόξαν ἀπόρρητον καὶ θεότητος δόξαν ὑπερτελῆ καὶ προτέλειον καὶ ἄχρονον τοῦ Υἱοῦ δόξαν καὶ βασιλείαν Θεοῦ καὶ κάλλος ἀληθινὸν καὶ ἐράσμιον περὶ τὴν θείαν καὶ μακαρίαν φύσιν καὶ φυσικὴν δόξαν Θεοῦ καὶ θεότητα Πατρὸς καὶ Πνεύματος ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν*, ὡς οἱ θεῖοι καὶ θεοφόροι πατέρες ἡμῶν εἰρήκασιν, Ἀθανάσιος καὶ** Βασίλειος οἱ μεγάλοι, Γρηγόριος ὁ θεολόγος καὶ** Ἰωάννης ὁ χρυσόστομος ἔτι τε καὶ ὁ ἐκ Δαμασκοῦ Ἰωάννης, καὶ διὰ ταῦτα καὶ ἄκτιστον δοξαζόντων τὸ θειότατον τοῦτο φῶς, αἰωνία ἡ μνήμη (γ΄).

* ᾿Εν ἄλλοις εὕρηται· «δόξαν Θεοῦ, Πατρὸς καὶ Πνεύματος ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν, καὶ θεότητα»
** ᾿Ενιαχοῦ παραλείπεται τὸ «καὶ»


§97 Τῶν δοξαζόντων τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως ἄκτιστον μὲν διὰ τὰ προειρημένα, μὴ μέντοιγε αὐτὸ εἶναι λεγόντων τὴν ὑπερούσιον τοῦ Θεοῦ οὐσίαν ὡς ἐκείνης ἀοράτου παντάπασι καὶ ἀμεθέκτου μενούσης· «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε», δηλαδὴ καθὼς ἔχει φύσεως, οἱ θεολόγοι φασί· δόξαν δὲ μᾶλλον αὐτὸ λεγόντων φυσικὴν τῆς ὑπερουσίου οὐσίας ἐξ ἐκείνης προϊοῦσαν ἀδιαιρέτως καὶ ἐπιφαινομένην διὰ φιλανθρωπίαν Θεοῦ τοῖς κεκαθαρμένοις τὸν νοῦν, μεθ’ ἧς δόξης ὁ Κύριος ἡμῶν καὶ Θεὸς ἥξει κατὰ τὴν δευτέραν καὶ φρικτὴν αὐτοῦ παρουσίαν «κρῖναι ζῶντας καὶ νεκρούς», ὡς οἱ θεολόγοι τῆς ἐκκλησίας φασίν, αἰωνία ἡ μνήμη (γ΄).
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 23:26:45

§98 Μιχαὴλ τοῦ ὀρθοδόξου ἡμῶν βασιλέως καὶ Θεοδώρας τῆς ἁγίας αὐτοῦ μητρός, αἰωνία ἡ μνήμη (γ΄).

§99 Βασιλείου καὶ Κωνσταντίνου, Λέοντος καὶ Ἀλεξάνδρου, Χριστοφόρου καὶ ῾Ρωμανοῦ, Κωνσταντίνου, ῾Ρωμανοῦ, Νικηφόρου καὶ Ἰωάννου, Βασιλείου καὶ Κωνσταντίνου, Ἀνδρονίκου καὶ ῾Ρωμανοῦ, Μιχαήλ, Νικηφόρου, Ἰσαακίου, Ἀλεξίου καὶ Ἰωάννου, Μανουὴλ τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Ματθαίου μοναχοῦ, Ἰσαακίου, Ἀλεξίου καὶ Θεοδώρου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀνταλλαξαμένων, αἰωνία ἡ μνήμη (γ΄).

§100 ᾿Ιωάννου τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένου ἀοιδίμου βασιλέως ἡμῶν τοῦ Δούκα, τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος πάλιν Θεοδώρου μοναχοῦ, αἰωνία ἡ μνήμη (γ΄).

§101 Μιχαὴλ τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένου ἀοιδίμου βασιλέως ἡμῶν Παλαιολόγου τοῦ νέου, αἰωνία ἡ μνήμη (γ΄).

§102 Ἀνδρονίκου τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένου ἀοιδίμου βασιλέως ἡμῶν τοῦ Παλαιολόγου, τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Ἀντωνίου μοναχοῦ, αἰωνία ἡ μνήμη (γ΄).

§103 Ἀνδρονίκου τοῦ ἐν εὐσεβεῖ τῇ λήξει γενομένου ἀοιδίμου εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως ἡμῶν τοῦ Παλαιολόγου, αἰωνία ἡ μνήμη (γ΄).

§104 Ἰωάννου τοῦ ἐν εὐσεβεῖ τῇ λήξει* γενομένου ἀοιδίμου,εὐσεβεστάτου καὶ φιλοχρίστου βασιλέως ἡμῶν τοῦ Κατακουζηνοῦ, τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Ἰωάσαφ, αἰωνία ἡ μνήμη (γ΄).

* ῾Ετέρα γραφή· «μνήμῃ»

    [Ἔξω]
§105 Εὐδοκίας καὶ Θεοφανοῦς, Θεοδώρας καὶ Ἑλένης, Θεοφανοῦς καὶ Θεοδώρας, Αἰκατερίνης, Εὐδοκίας, Μαρίας, Εἰρήνης, καὶ Μαρίας τῆς διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης Ξένης μοναχῆς, Εὐφροσύνης, Ἄννης καὶ Ἑλένης, τῶν εὐσεβεστάτων αὐγουστῶν, αἰωνία ἡ μνήμη (γ΄).

    [Ἔξω]
§106 Εἰρήνης τῆς ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης * ἀοιδίμου δεσποίνης ἡμῶν, τῆς διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης Εὐγενίας μοναχῆς, αἰωνία ἡ μνήμη (γ΄).

* ᾿Ενιαχοῦ προστίθεται· «καὶ»

    [Ἔξω]
§107 Θεοδώρας τῆς ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης ἀοιδίμου δεσποίνης ἡμῶν, τῆς διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης Εὐγενίας μοναχῆς, αἰωνία ἡ μνήμη (γ΄).

§108 Εἰρήνης τῆς ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης ἀοιδίμου δεσποίνης ἡμῶν, αἰωνία ἡ μνήμη (γ΄).

§109 Μαρίας τῆς ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης ἀοιδίμου δεσποίνης ἡμῶν, τῆς διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης Ξένης μοναχῆς, αἰωνία ἡ μνήμη (γ΄).

§110 Ἄννης τῆς ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης ἀοιδίμου δεσποίνης ἡμῶν, τῆς διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης Ἀναστασίας μοναχῆς, τῆς ἔργοις καὶ λόγοις ὅλῃ τῇ ψυχῇ διὰ βίου ἀγωνισαμένης ὑπέρ τε [τῆς] συστάσεως τῶν ἀποστολικῶν καὶ πατρικῶν τῆς ἐκκλησίας δογμάτων καὶ τῆς καθαιρέσεως τῆς πονηρᾶς καὶ ἀθέου τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου αἱρέσεως καὶ τῶν ὁμοφρόνων ἐκείνοις, αἰωνία ἡ μνήμη (γ΄).

§111 Εἰρήνης τῆς ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένης ἀοιδίμου δεσποίνης ἡμῶν, τῆς διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης Εὐγενίας μοναχῆς, αἰωνία ἡ μνήμη (γ΄).
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 23:29:59

§112 Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, τῶν ἀοιδίμων καὶ μακαρίων πατριαρχῶν, αἰωνία ἡ μνήμη (γ΄).

§113 Ἰγνατίου, Φωτίου, Στεφάνου [καὶ] Ἀντωνίου, Νικολάου καὶ Εὐθυμίου, Στεφάνου, Τρύφωνος [καὶ] Θεοφυλάκτου, Πολυεύκτου, Ἀντωνίου, Νικολάου, Σισινίου, Σεργίου, Εὐσταθίου, Ἀλεξίου, Μιχαήλ, Ἰωάννου, Κωνσταντίνου, Κοσμᾶ, Εὐστρατίου, Νικολάου, Λέοντος, Μιχαήλ, Θεοδότου, Λουκᾶ, Μιχαήλ, Χαρίτωνος, Θεοδότου, Βασιλείου, Νικήτα, Λεοντίου, Δοσιθέου, Μελετίου, Πέτρου, Γεωργίου, Μιχαήλ, Θεοδώρου, Ἰωάννου, Μαξίμου, Μανουήλ, Μεθοδίου τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Ἀκακίου μοναχοῦ, Μανουὴλ τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Ματθαίου μοναχοῦ, τῶν ὀρθοδόξων πατριαρχῶν, αἰωνία ἡ μνήμη (γ΄).

§114 Γερμανοῦ τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἀοιδίμου πατριάρχου, τοῦ διὰ τοῦ θείου καὶ ἀγγελικοῦ σχήματος μετονομασθέντος Γεωργίου μοναχοῦ, αἰωνία ἡ μνήμη (γ΄).

§115 Ἀρσενίου τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§116 Ἰωσὴφ τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§117 Ἀθανασίου τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§118 Γερασίμου τοῦ ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§119 Ἡσαΐου τοῦ ἁγιωτάτου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§120 Ἰσιδώρου τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§121 Καλλίστου τοῦ ἐν μακαρίᾳ τῇ λήξει γενομένου ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη (γ΄).

§122 Φιλοθέου τοῦ ἐν μακαρία τῇ λήξει γενομένου ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, τοῦ στερρῶς ὑπὲρ τῆς ἐκκλησίας [τοῦ] Χριστοῦ καὶ τῶν ὀρθῶν αὐτῆς δογμάτων καὶ λόγοις καὶ πράγμασι καὶ διαλέξεσι καὶ διδασκαλίαις καὶ συγγράμμασιν ἀγωνισαμένου, αἰωνία ἡ μνήμη (γ΄).

§123 Χριστοφόρου, Θεοδώρου, Ἀγαπίου καἰ Ἰωάννου, Νικολάου, Ἠλιοὺ καἰ Θεοδώρου, Βασιλείου, Πέτρου, Θεοδοσίου, Νικηφόρου καἰ Ἰωάννου, τῶν ἀοιδίμων πατριαρχῶν Ἀντιοχείας, αἰωνία ἡ μνήμη (γ΄).

§124 Δαμιανοῦ, Βασιλείου, Κωνσταντίνου, Νικηφόρου, Λέοντος καὶ Σισινίου*, Βασιλείου καὶ Ἰωσήφ, Μιχαὴλ καὶ Χριστόφορου, Νικηφόρου, Γεωργίου, Παντολέοντος καὶ Ἀλεξάνδρου, Κοσμᾶ καὶ Κωνσταντίνου, Θεοφάνους, Πέτρου, Ἰωάννου, Νικήτα, Γεωργίου, Νικολάου καὶ Ἰωάννου, τῶν ὀρθοδόξων μητροπολιτῶν, αἰωνία ἡ μνήμη (γ΄).

* ῾Ετέρα γραφή· «Σισίνου»

§125 Μιχαήλ, Μητροφάνους, Μελετίου, Ἰγνατίου καὶ Μαξίμου, τῶν ἀοιδίμων μητροπολιτῶν Παλαιῶν Πατρῶν, αἰωνία ἡ μνήμη (γ΄).
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Κυρ 22 Μαρ 2009, 23:34:39

§126 Ἐνταῦθα γίνεται ἡ μνήμη* τῶν βασιλέων, πατριαρχῶν καἰ ὅλων τῶν ζώντων.

* ῾Ετέρα γραφή· «φήμη»

§127 Ἡ ἁγία Τριὰς αὐτοὺς ἐδόξασεν.

    [Ἔξω]

    (Κατακλείς)
§128 Τούτων τοῖς ὑπὲρ τῆς εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων, οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγάλου καὶ πρώτου ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων ἁγίων. ἀμήν.


    [Τέλος τοῦ συνοδικοῦ]
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Τρί 31 Αύγ 2010, 09:38:48

Τὸ συνοδικὸν τῆς ὀρθοδοξίας καὶ στὴν ἱστοσελίδα τῆς Συμβολῆς ἐδῶ.
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: Τό Συνοδικόν τῆς ᾿Ορθοδοξίας

Δημοσίευσηαπό Dionysios » Σάβ 17 Μαρ 2012, 11:07:32

Dionysios έγραψε:Τὸ συνοδικὸν τῆς ὀρθοδοξίας καὶ στὴν ἱστοσελίδα τῆς Συμβολῆς ἐδῶ.


Τὸ ἱστολόγιον amethystos ἀναδημοσίευσε τὸ Συνοδικὸν τῆς ᾿Ορθοδοξίας ἀπὸ τὴν παροῦσα ἀνάρτησι τῶν Διαλόγων.

Τὸ ἴδιο κείμενο ἀλλὰ ἀπὸ τὴν ἱστοσελίδα τῆς Συμβολῆς ἀναδημοσιεύεται ἐπίσης
— ἀπὸ τὸ ἱστολόγιο «᾿Εν τούτῳ νίκα»
— ἀπὸ τὸ ἴδιο ἱστολόγιο σὲ μορφὴ φορητοῦ ἐγγράφου (pdf)
— καὶ στὴν ἱστοσελίδα scribd (http://www.scribd.com/doc/50672933/%CE% ... E%91%CE%A3)

Σὲ ὅλες τὶς περιπτώσεις δηλώνεται ἡ προέλευσι τοῦ κειμένου ἀπὸ τὴν ἱστοσελίδα τῆς «Συμβολῆς».
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

ΠροηγούμενηΕπόμενο

Επιστροφή στην Θέματα πίστεως (δογματική)

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 3 επισκέπτες

cron