από MTheodorakis » Κυρ 17 Απρ 2016, 18:08:33
«Ἐγώ, φησίν, ὁ ἐκκλησιαστής. ἐμάθομεν δὲ τίς ὁ ἐκκλησιαστὴς ὁ τὰ πεπλανημένα τε καὶ διεσκορπισμένα συνάγων εἰς ἓν καὶ ποιῶν τὰ πάντα μίαν ἐκκλησίαν καὶ μίαν ποίμνην, ἵνα μηδὲν ἀνήκοον ᾖ τῆς καλῆς τοῦ ποιμένος φωνῆς τῆς τὰ πάντα ζωοποιούσης»
(ἁγ. Γρηγορίου Νύσσης (+395) Εἰς τὸν Ἐκκλησιαστὴν ὁμιλία β’ ἀρχὴ ἔκδ. ΕΠΕ τ. 6 σ. 326).
«Παρεισβέβληκε μὲν γὰρ, ἀπειθησάντων αὐτῶν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἣν καὶ νοητὴν Σιὼν εἶναί φαμεν. Κεκλήσονται δὲ κἀκεῖνοι, ἔσονται μία ποίμνη, εἷς ποιμὴν, ὥστε μηκέτι δύο Σιὼν ὀνομάζεσθαι, ἄμφω δὲ εἰς μίαν Ἐκκλησίαν τελεῖν, ἑνὸς τοῦ πάντων ἀρχιποίμενος ὑπὸ χεῖρα γεγενημένους»
(ἁγ. Κυρίλλου Ἀλεξανδρείας (+444) Ἑρμηνεία εἰς τὸν προφήτην Ἡσαΐαν ἔκδ. PG τ. 70 στ. 1069C).