Σελίδα 1 από 1

Τῆς παναγίας ἀχράντου...

ΔημοσίευσηΔημοσιεύτηκε: Τρί 28 Φεβ 2017, 00:13:15
από MTheodorakis
«Τῆς παναγίας ἀχράντου ὑπερενδόξου εὐλογημένης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν τιμίων ἀσωμάτων ἐπουρανίων δυνάμεων»
(χφ. Κρυπτοφέρρης Γ. β. VII εὐχολόγιο ι’ αἰῶνος ἔκδ. G. Passarelli L’ Eucologio Cryptense Γ. β. VII (sec. X) ᾿Ανάλεκτα Βλατάδων 36 Θεσσαλονίκη 1982 σ. 73).

«Τῆς παναγίας ἀχράντου ὑπερενδόξου εὐλογημένης Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν ἁγίων καὶ ἐπουρανίων δυνάμεων, τοῦ ἁγίου Ἰωάννου τοῦ προφήτου προδρόμου, τῶν ἁγίων καὶ ἐνδόξων πανευφήμων ἀποστόλων μετὰ πάντων τῶν ἁγίων καὶ δικαίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα»
(χφ. Erlangen A 2 εὐχολόγιο τοῦ ἔτους 1025 φ. 7v).

«Τῆς παναγίας ἀχράντου ὑπερευλογημένης δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν τιμίων ἀσωμάτων ἐπουρανίων δυνάμεων μετὰ πάντων τῶν ἁγίων μνημονεύοντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα»
(χφ. Vat. gr. 1863 εὐχολόγιο ιβ’ αἰ. φ. 9r).

«Τῆς παναγίας ἀχράντου ὑπερευλογημένης δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τοῦ τιμίου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου μετὰ πάντων τῶν ἁγίων μνημονεύοντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα»
(χφ. Vat. gr. 1863 εὐχολόγιο ιβ’ αἰ. φ. 10r).

«Τῆς παναγίας ἀχράντου ὑπερευλογημένης δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν ἐνδόξων πανευφήμων ἀποστόλων μετὰ πάντων τῶν ἁγίων μνημονεύοντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα»
(χφ. Vat. gr. 1863 εὐχολόγιο ιβ’ αἰ. φ. 11v).

«Τῆς παναγίας ἀχράντου ὑπερευλογημένης δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν τιμίων ἀσωμάτων ἐπουρανίων δυνάμεων, τοῦ προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων καὶ ἐνδόξων πανευφήμων ἀποστόλων μετὰ πάντων τῶν ἁγίων μνημονεύσοντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα»
(χφ. Barb. gr. 316 λειτουργία Χρυσοστόμου ιβ’ αἰ. φ. 9r).

«Τῆς παναγίας ἀχράντου ὑπερευλογημένης δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν τιμίων ἀσωμάτων ἐπουρανίων δυνάμεων, τοῦ τιμίου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων καὶ ἐνδόξων πανευφήμων ἀποστόλων μετὰ πάντων τῶν ἁγίων μνημονεύοντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα»
(χφ. Vat. gr. 2005 εὐχολόγιο ιβ’-ιγ’ αἰ. φ. 7r).

«μετὰ πάντων τῶν ἁγίων καὶ δικαίων μνημονεύσαντες»
(χφ. Harley 5561 εὐχολόγιο ιγ’ αἰ. φ. 9r).