Εὐχαὶ ἐπὶ πονηρῶν λογισμῶν

διάφορες σημειώσεις γιὰ θέματα τυπικοῦ, λειτουργικῆς, μουσικῆς, ὑμνογραφίας, ἁγιολογίας, πνευματικῆς ζωῆς κλπ.

Εὐχαὶ ἐπὶ πονηρῶν λογισμῶν

Δημοσίευσηαπό MTheodorakis » Δευτ 21 Σεπ 2015, 15:50:37

«Εὐχὴ λεγομένη εἰς βλασφημίαν καὶ εἰς αἰσχροὺς λογισμοὺς

Ὕπαγε ὀπίσω μου σατανᾶ. Ὁ γὰρ Κύριος τεῖχος μου ὀχυρόν ἐστιν, χεὶρ καὶ σκέπη κραταιά, ἀσφάλεια καὶ φρουρὰ ἐν τῷ ἁγίῳ Πνεύματι, βοήθεια τὲ καὶ σωτηρία τῶν πιστῶν. Κύριε εὐχαριστοῦμεν, Κύριε εὐλογοῦμεν σε, Κύριε δοξάζομέν σε. Ἐλέησον εὐσπλαχνε τὴν ταπεινήν μου ψυχὴν καὶ μὴ ἐάσεις φιλάνθρωπε τοὺς πονηροὺς λογισμοὺς τοῦ κακῶσαι τὸ ἐμὸν συνειδός. Ὅτι εὐλογητὸς καὶ δεδοξασμένος ὑπάρχεις Χριστὲ ἐν πᾶσι τοῖς ἁγίοις σου εἰς τοὺς αἰῶνας. Ἀμήν».

(χφ. Paris. gr. 23 ψαλτήριο ιβ' αἰ. φ. 319r-v).


«Ἑτέρα εἰς πονηροὺς λογισμοὺς

Ὕπαγε ὀπίσω μου σατανᾶ. Κύριον τὸν Θεόν μου προσκυνῶ καὶ αὐτῷ μόνῳ λετρεύω. Ἐπιστρέψει ὁ λόγος καὶ ὁ πόνος σου ἐπὶ τὴν κεφαλήν σου, καὶ ἡ βλασφημία σου καταβήσεται ἐν τῷ ἅδῃ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Ἀμήν.

Θεοτοκίον
Ἁμαρτιῶν καταιγῖδες καὶ λογισμῶν ἐναντίων κύματα καὶ παθῶν ἐπαγωγὴ ἐπ' ἐμὲ διήλθοσαν. Τῇ σῇ Θεοτόκε κραταιᾷ πρεσβείᾳ σῶσον με.

(ὅπ. πρ. φφ. 319v-320r).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Επιστροφή στην Δημοσιεύματα Μανόλη Θεοδωράκη

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση : Δεν υπάρχουν εγγεγραμμένα μέλη και 1 επισκέπτης

cron