Ἴδιον θέλημα

διάφορες σημειώσεις γιὰ θέματα τυπικοῦ, λειτουργικῆς, μουσικῆς, ὑμνογραφίας, ἁγιολογίας, πνευματικῆς ζωῆς κλπ.

Ἴδιον θέλημα

Δημοσίευσηαπό MTheodorakis » Σάβ 11 Ιαν 2014, 16:58:18

«Καὶ ἐφοβήθη ᾿Ηλιοὺ καὶ ἀνέστη καὶ ἀπῆλθε κατὰ τὴν ψυχὴν αὐτοῦ» (Γ' Βασ. ιθ' 3). «Καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι, καιρὸς τοῦ φυλάξαι καὶ καιρὸς τοῦ ἐκβαλεῖν» (Ἐκκ. γ' 6). «Ἄνθρωπος ἁμαρτωλὸς ἐκκλίνει ἐλεγμὸν καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα» (Σειρ. λβ’ 17), ὡς ἐν «πᾶσι τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν, παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ» (Ἱερ. κγ’ 17), οἵ λέγουσιν «ὅτι ποιοῦντες ποιήσομεν πάντα τὸν λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν» (Ἱερ. να’ 17).

«Πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ» (Μτ. κστ’ 39). «Ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι, παρένεγκε τὸ ποτήριον ἀπ' ἐμοῦ τοῦτο· ἀλλ' οὐ τί ἐγὼ θέλω, ἀλλ' εἴ τι σύ» (Μρ. ιδ’ 36). «Πάτερ, εἰ βούλει παρενεγκεῖν τοῦτο τὸ ποτήριον ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω» (Λκ. κβ’ 42), ὅτι «οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός» (Ἰω. ε’ 30).

«Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς» (Ἐφ. β’ 1-3) εἰκῆ φυσιούμενοι ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς ἡμῶν (Κολ. β' 18).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Επιστροφή στην Δημοσιεύματα Μανόλη Θεοδωράκη

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 2 επισκέπτες

cron