Θεία κοινωνία

διάφορες σημειώσεις γιὰ θέματα τυπικοῦ, λειτουργικῆς, μουσικῆς, ὑμνογραφίας, ἁγιολογίας, πνευματικῆς ζωῆς κλπ.

Θεία κοινωνία

Δημοσίευσηαπό MTheodorakis » Κυρ 03 Ιούλ 2011, 19:19:51

Μ. Βασιλείου Ὅροι κατ' ἐπιτομήν, ἐρώτησις ροβ':

Ποταπῷ φόβῳ, ἢ ποίᾳ πληροφορίᾳ, ἢ ποίᾳ διαθέ-
σει μεταλάβωμεν τοῦ σώματος καὶ τοῦ αἵματος
τοῦ Χριστοῦ;

Ἀπόκρισις:

Τὸν μὲν φόβον διδάσκει ἡμᾶς ὁ Ἀπόστολος λέ-
γων· Ὁ ἐσθίων καὶ πίνων ἀναξίως κρῖμα ἑαυτῷ
ἐσθίει καὶ πίνει· τὴν δὲ πληροφορίαν ἐμποιεῖ
ἡ πίστις τῶν ῥημάτων τοῦ Κυρίου εἰπόντος· Τοῦτό
ἐστι τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον·
τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν· καὶ τῆς
μαρτυρίας τοῦ Ἰωάννου διηγησαμένου πρότερον
τὴν δόξαν τοῦ Λόγου, καὶ ἐπαγαγόντος τὸν τρόπον
τῆς ἐνανθρωπήσεως ἐν τῷ εἰπεῖν ὅτι, Ὁ Λόγος
σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ
ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονο-
γενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀλη-
θείας· καὶ τοῦ Ἀποστόλου γράψαντος ὅτι, Ἐν
μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο
τὸ εἶναι ἴσα Θεῷ· ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν
δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενό-
μενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.
Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος
μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Ὅταν οὖν,
πιστεύσασα ἡ ψυχὴ τοῖς ῥήμασι τούτοις καὶ τοῖς
τοιούτοις καὶ τοσούτοις, καταμάθῃ τὴν μεγαλειότη-
τα τῆς δόξης, καὶ θαυμάσῃ τὴν ὑπερβολὴν τῆς τα-
πεινώσεως καὶ τῆς ὑπακοῆς, ὅτι ὁ τοσοῦτος ὑπ-
ήκουσε τῷ Πατρὶ μέχρι θανάτου ὑπὲρ τῆς ἡμετέρας
ζωῆς, νομίζω ὅτι κατορθοῖ τὴν διάθεσιν εἰς
ἀγάπην τήν τε πρὸς τὸν Θεὸν καὶ Πατέρα, Ὃς τοῦ
ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων
παρέδωκεν αὐτόν· καὶ τὴν πρὸς τὸν μονογενῆ αὐ-
τοῦ Υἱὸν, τὸν ὑπακούσαντα μέχρι θανάτου ὑπὲρ τῆς
ἡμετέρας ἀπολυτρώσεως καὶ σωτηρίας. Καὶ δύνα-
ται οὕτως ἀνασχέσθαι τοῦ Ἀποστόλου, ὥσπερ ὅρον
τινὰ ἐκτιθεμένου τοῖς ὑγιαίνουσι τὴν ἐν τούτοις ἀγα-
θὴν συνείδησιν, ἐν τῷ εἰπεῖν· Ἡ γὰρ ἀγάπη τοῦ
Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο, ὅτι,
εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον.
Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς
ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι, καὶ ἐγερθέντι.
Τοιαύτην διάθεσίν τε καὶ ἑτοιμασίαν ὀφείλει ἔχειν ὁ
μεταλαμβάνων τοῦ ἄρτου καὶ τοῦ ποτηρίου.
(ἔκδ. Ε. Π. Ε. τ. 9 σσ. 206-209).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Επιστροφή στην Δημοσιεύματα Μανόλη Θεοδωράκη

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 11 επισκέπτες

cron