Σελίδα 2 από 2

Re: Τριαδικὸς κανών

ΔημοσίευσηΔημοσιεύτηκε: Παρ 22 Δεκ 2017, 12:33:14
από MTheodorakis
Στιχηρὰ προσόμοια δ’ ἤχου.

«Ὡς γενναῖον ἐν μάρτυσιν.
Ὁ Πατὴρ ὁ προάναρχος, ὁ Υἱὸς ὁ συνάναρχος, καὶ Πνεῦμα τὸ ἅγιον καὶ ὁμότιμον, ὁμοσθενὲς καὶ ὁμόθρονον, Τριὰς ὑπερούσιε ἀρχικὴ φωτιστική, θεαρχία τρισάγιε, φωταγώγησον,
τοὺς λατρεύοντας πίστει σου τὸ κράτος, ἐν φωνῇ τῇ τρισαγίᾳ, καὶ λογισμῷ καὶ θελήματι.

Τὸν Πατέρα δοξάσωμεν, τὸν Υἱὸν προσκυνήσωμεν, καὶ τὸ Πνεῦμα ἅπαντες ἀνυμνήσωμεν, καὶ ὀρθοδόξοις ἐν δόγμασιν, καὶ πίστεως πράγματι, δυσωποῦμεν εὐσεβῶς, ἐκβοῶντες ἐκάστοτε, ἡ τρισήλιος, θεαρχία καὶ δόξα σῶσον πάντας τοὺς ὑμνοῦντας σου τὸ κράτος, τὸ τριλαμπὲς καὶ ὁμόδοξον.

Ὁ Θεὸς ὁ αἰώνιος, ἡ πηγὴ πάσης χάριτος,
ὁ τῆς δόξης Κύριος τριλαμπέστατος, τοὺς ὑμνητάς σου περίσωζε, κινδύνων καὶ θλίψεων, ἐκ δεσμῶν καὶ πειρασμῶν, καὶ τῆς νῦν περιστάσεως, ὡς γερέροντες, τὸ σὸν κράτος οἰκτίρμον ἐκβοῶμεν δόξα σοι τῷ εὐεργέτῃ, τῷ ἀναξίους οἰκτίροντι.

Θεοτοκίον.
Ἀλουργὶς ἡ βασίλειος, πορφυρὶς ἡ ὁλόφωτος, Θεοτόκε πάνσεμνε ἀπειρόγαμε, ἡ ἐν γαστρί σου χωρήσασα, Χριστὸν τὸν τροφέα μου, εὐδοκίᾳ πατρικῇ, καὶ βουλήσει τοῦ Πνεύματος, οἱ τὸ σέβας νῦν, τῇ τριτῇ θεαρχίᾳ ἐκτελοῦντες τὴν σὴν Δέσποινα καλοῦμεν, ἐπικουρίαν οἱ δούλοι σου»

(χφ. Clark (Duke University) 74 θεοτοκάριο περὶ τὸ ἔτος 1575 φφ. 59v-60r).