᾿Εξαποστειλάριον τῆς ἰνδίκτου.
῏Ηχος β΄. Τοῖς μαθηταῖς.
Θεὲ θεῶν καὶ Κύριε, τρισυπόστατε φύσι,
ἀπρόσιτε ἀΐδιε, ἄκτιστε καὶ τῶν ὅλων,
δημιουργὲ παντοκράτορ, σοὶ προσπίπτομεν πάντες,
καὶ σὲ καθικετεύομεν· Τὸ παρὸν ἔτος τοῦτο,
ὡς ἀγαθός, — εὐλογήσας φύλαττε ἐν εἰρήνῃ
τοὺς βασιλεῖς καὶ ἅπαντα τὸν λαόν σου, οἰκτίρμον.
'Εξαποστειλάριον τῶν ἁγίων. Γυναῖκες ἀκουτίσθητε.
'Αμμοὺν θεομακάριστε, μετὰ συνάθλων πρέσβευε
ὡς παρεστὼς τῇ Τριάδι, σὺν μαθητρίαις ἀξίως,
ὑπὲρ εἰρήνης, ἅγιε, τοῦ κόσμου καὶ τὰ σκάνδαλα,
φυγεῖν τοῦ πολεμήτορος, ὡς παρρησίας τυχόντες
παρὰ τοῦ πάντων δεσπότου.
῞Ετερον τῆς ἰνδίκτου, ὅ ἐστὶ καὶ θεοτοκίον. Τοῖς μαθηταῖς.
Δημιουργὸς καὶ πρύτανις πάσης κτίσεως πέλων,
καιροὺς καὶ χρόνους θέμενος ἐν τῇ σῇ ἐξουσία,
τὸν ἐνιαύσιον κύκλον εὐλογίαις, οἰκτίρμον,
χρηστότητος στεφάνωσον, ἐν εἰρήνῃ φυλάττων
σοῦ τὸν λαὸν — ἀβλαβῆ ἀπήμαντον δυσωποῦμεν,
πρεσβείαις τῆς τεκούσης σε καὶ τῶν θείων ἀγγέλων.
Εἰς τοὺς αἴνους ἱστῶμεν στίχους f΄ καὶ ψάλλομεν στιχηρὰ ἰδιόμελα τῆς ἰνδίκτου γ΄ καὶ τῶν ἁγίων προσόμοια ἕτερα γ΄.
Ἰδιόμελον τῆς ἰνδίκτου. ἦχος δ´. Ἰωάννου μοναχοῦ.
Στίχος. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.
Ἡ βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων,
καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ·
πάντα γὰρ ἐν σοφίᾳ ἐποίησας,
καιροὺς ἡμῖν καὶ χρόνους προθέμενος·
διὸ εὐχαριστοῦντες κατὰ πάντα καὶ διὰ πάντα βοῶμεν·
Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου
καὶ καταξίωσον ἡμᾶς ἀκατακρίτως βοᾶν σοι·
Κύριε δόξα σοι.
Ὁ αὐτός. Ἀνδρέου Πυροῦ
Στίχος. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Αἱ πορεῖαί σου, ὁ Θεός, αἱ πορεῖαί σου μεγάλαι καὶ θαυμασταί·
διὸ τῆς οἰκονομίας σου τὴν δυναστείαν μεγαλυνοῦμεν,
ὅτι φῶς ἐκ φωτός, ἐπεδήμησας εἰς ταλαίπωρον κόσμον σου,
καὶ τὴν πρώτην ἀνεῖλες ἀρὰν τοῦ παλαιοῦ Ἀδάμ,
ὡς ηὐδόκησας, Λόγε,
καὶ ἡμῖν ἐν σοφίᾳ καιροὺς καὶ χρόνους ὑπέθου
τοῦ δοξάζειν τὴν παντουργικήν σου ἀγαθότητα·
Κύριε, δόξα σοι.
Ἦχος β΄. Γερμανοῦ.
Στίχος. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Ὅτε τῷ πάθει σου, Κύριε, τὴν οἰκουμένην ἐστερέωσας,
τότε καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν,
γυναῖκες ἠνδρίσαντο κατὰ τοῦ πικροτάτου τυράννου·
καὶ τὴν ἧτταν τῆς μητρὸς ἀνακαλεσάμεναι
πάλαι ἐν τῇ τρυφῇ τοῦ παραδείσου γεγόνασιν,
εἰς δόξαν σοῦ τοῦ γεννηθέντος ἐκ γυναικὸς
καὶ σώσαντος τὸ γένος τῶν ἀνθρώπων.
Τῶν ἁγίων. ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Στίχος. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Οἱ ἐπὶ γῆς συνελθόντες, πανηγυρίσωμεν
ἀθλητριῶν τὴν μνήμην σὺν 'Αμμοὺν διακόνῳ,
ὅπως ταῖς πρεσβείαις αὐτῶν πανοικὶ
τῆς ἀφέσεως τύχωμεν·
αἱ τεσσαράκοντα κόραι γὰρ τὸν Θεὸν
καὶ σωτῆρα ἱκετεύουσιν.
Στίχος. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.
'Εν τῇ ἀσκήσει τὸ πρῶτον προεκαθάρθητε
καὶ διὰ μαρτυρίου τὸν ποδήρη χιτῶνα
ἅπασαι ἀξίως εὐχαῖς τοῦ 'Αμμοὺν
τὸν λευκὸν ἐνεδύθητε
καὶ στεφηφόροι συνοῦσαι ἐν οὐρανοῖς
μετ' ἀγγέλων συναγάλλεσθε.
Στίχος. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ· πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
῏Ω τεσσαράκοντα κόραι αἱ ἐναθλήσασαι
ὑπὲρ Χριστοῦ ἐν Θρᾴκῃ καὶ τυχοῦσαι τῆς δόξης,
ῥάνατε πλουσίως τὴν χάριν ἀεὶ
τοῦ Κυρίου τὸ θέλημα
ἡμᾶς ποιεῖν ἐν γῇ ταύτῃ ὡς οὐρανῷ
ὑπ' ἀγγέλων ἀεὶ γίνεται.
Δόξα. ἦχος πλ. α΄.
῏Ω τεσσαράκοντα παρθένοι καὶ ἀθλήτριαι,
παριστάμεναι σὺν τῷ διδασκάλῳ ὑμῶν 'Αμμοὺν
τῷ θρόνῳ τῷ φρικτῷ μετὰ πάντων τῶν ἁγίων
καὶ προσκυνοῦσαι τῷ ζῶντι εἰς αἰῶνας αἰώνων,
μνήσθητε καὶ ἡμῶν, φιλάδελφοι οὖσαι,
τῶν οἰκτρῶς δεομένων νῦν·
αἰτοῦσαι τῷ κόσμῳ εἰρήνην, τῇ ἐκκλησίᾳ ὁμόνοιαν,
καὶ ἡμῖν τοῖς μέλπουσι, τῇ γενεθλίῳ ὑμῶν ἡμέρᾳ,
ἄφεσιν ἁμαρτιῶν εὑρεῖν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. ἦχος πλ. δ´. Γερμανοῦ.
Ὁ ἀρρήτῳ σοφίᾳ συστησάμενος τὰ σύμπαντα,
Λόγε Χριστὲ ὁ Θεός,
ὁ καιροὺς καὶ χρόνους ἡμῖν προθέμενος,
τὰ ἔργα τῶν χειρῶν σου εὐλόγησον,
τὸν δὲ πιστὸν βασιλέα ἐν τῇ δυνάμει σου εὔφρανον
διδοὺς αὐτῷ κατὰ βαρβάρων τὴν ἰσχὺν
ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
- * * *