ἀκολουθία ἁγίων 40 γυναικῶν μαρτύρων

Κανόνες Δ. Συζήτησης
῾Η χρῆσις τοῦ δημοσιευομένου ὑλικοῦ καὶ τῶν συνημμένων ἀρχείων διέπεται ἀπὸ τοὺς παρακάτω ὅρους·
α) γιὰ τὰ πνευματικὰ δικαιώματα viewtopic.php?f=138&t=430&p=1237#p1236
β) γιὰ τὰ ἐμπορικὰ δικαιώματα viewtopic.php?f=138&t=430&p=1237#p1237

Re: ἀκολουθία ἁγίων 40 γυναικῶν μαρτύρων

Δημοσίευσηαπό Dionysios » Τρί 01 Σεπ 2009, 16:32:41


᾿Εξαποστειλάριον τῆς ἰνδίκτου.
῏Ηχος β΄. Τοῖς μαθηταῖς.

Θ
εὲ θεῶν καὶ Κύριε, τρισυπόστατε φύσι,
ἀπρόσιτε ἀΐδιε, ἄκτιστε καὶ τῶν ὅλων,
δημιουργὲ παντοκράτορ, σοὶ προσπίπτομεν πάντες,
καὶ σὲ καθικετεύομεν· Τὸ παρὸν ἔτος τοῦτο,
ὡς ἀγαθός, — εὐλογήσας φύλαττε ἐν εἰρήνῃ
τοὺς βασιλεῖς καὶ ἅπαντα τὸν λαόν σου, οἰκτίρμον.

'Εξαποστειλάριον τῶν ἁγίων. Γυναῖκες ἀκουτίσθητε.

μμοὺν θεομακάριστε, μετὰ συνάθλων πρέσβευε
ὡς παρεστὼς τῇ Τριάδι, σὺν μαθητρίαις ἀξίως,
ὑπὲρ εἰρήνης, ἅγιε, τοῦ κόσμου καὶ τὰ σκάνδαλα,
φυγεῖν τοῦ πολεμήτορος, ὡς παρρησίας τυχόντες
παρὰ τοῦ πάντων δεσπότου.

῞Ετερον τῆς ἰνδίκτου, ὅ ἐστὶ καὶ θεοτοκίον. Τοῖς μαθηταῖς.

Δ
ημιουργὸς καὶ πρύτανις πάσης κτίσεως πέλων,
καιροὺς καὶ χρόνους θέμενος ἐν τῇ σῇ ἐξουσία,
τὸν ἐνιαύσιον κύκλον εὐλογίαις, οἰκτίρμον,
χρηστότητος στεφάνωσον, ἐν εἰρήνῃ φυλάττων
σοῦ τὸν λαὸν — ἀβλαβῆ ἀπήμαντον δυσωποῦμεν,
πρεσβείαις τῆς τεκούσης σε καὶ τῶν θείων ἀγγέλων.

Εἰς τοὺς αἴνους ἱστῶμεν στίχους f΄ καὶ ψάλλομεν στιχηρὰ ἰδιόμελα τῆς ἰνδίκτου γ΄ καὶ τῶν ἁγίων προσόμοια ἕτερα γ΄.

Ἰδιόμελον τῆς ἰνδίκτου. ἦχος δ´. Ἰωάννου μοναχοῦ.

Στίχος.
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων,
καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ·
πάντα γὰρ ἐν σοφίᾳ ἐποίησας,
καιροὺς ἡμῖν καὶ χρόνους προθέμενος·
διὸ εὐχαριστοῦντες κατὰ πάντα καὶ διὰ πάντα βοῶμεν·
Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου
καὶ καταξίωσον ἡμᾶς ἀκατακρίτως βοᾶν σοι·
Κύριε δόξα σοι.

Ὁ αὐτός. Ἀνδρέου Πυροῦ

Στίχος.
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Αἱ πορεῖαί σου, ὁ Θεός, αἱ πορεῖαί σου μεγάλαι καὶ θαυμασταί·
διὸ τῆς οἰκονομίας σου τὴν δυναστείαν μεγαλυνοῦμεν,
ὅτι φῶς ἐκ φωτός, ἐπεδήμησας εἰς ταλαίπωρον κόσμον σου,
καὶ τὴν πρώτην ἀνεῖλες ἀρὰν τοῦ παλαιοῦ Ἀδάμ,
ὡς ηὐδόκησας, Λόγε,
καὶ ἡμῖν ἐν σοφίᾳ καιροὺς καὶ χρόνους ὑπέθου
τοῦ δοξάζειν τὴν παντουργικήν σου ἀγαθότητα·
Κύριε, δόξα σοι.

Ἦχος β΄. Γερμανοῦ.

Στίχος.
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

τε τῷ πάθει σου, Κύριε, τὴν οἰκουμένην ἐστερέωσας,
τότε καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν,
γυναῖκες ἠνδρίσαντο κατὰ τοῦ πικροτάτου τυράννου·
καὶ τὴν ἧτταν τῆς μητρὸς ἀνακαλεσάμεναι
πάλαι ἐν τῇ τρυφῇ τοῦ παραδείσου γεγόνασιν,
εἰς δόξαν σοῦ τοῦ γεννηθέντος ἐκ γυναικὸς
καὶ σώσαντος τὸ γένος τῶν ἀνθρώπων.

Τῶν ἁγίων. ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Στίχος.
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Οἱ ἐπὶ γῆς συνελθόντες, πανηγυρίσωμεν
ἀθλητριῶν τὴν μνήμην σὺν 'Αμμοὺν διακόνῳ,
ὅπως ταῖς πρεσβείαις αὐτῶν πανοικὶ
τῆς ἀφέσεως τύχωμεν·
αἱ τεσσαράκοντα κόραι γὰρ τὸν Θεὸν
καὶ σωτῆρα ἱκετεύουσιν.

Στίχος. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ· αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

ν τῇ ἀσκήσει τὸ πρῶτον προεκαθάρθητε
καὶ διὰ μαρτυρίου τὸν ποδήρη χιτῶνα
ἅπασαι ἀξίως εὐχαῖς τοῦ 'Αμμοὺν
τὸν λευκὸν ἐνεδύθητε
καὶ στεφηφόροι συνοῦσαι ἐν οὐρανοῖς
μετ' ἀγγέλων συναγάλλεσθε.

Στίχος.
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ· πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

῏Ω τεσσαράκοντα κόραι αἱ ἐναθλήσασαι
ὑπὲρ Χριστοῦ ἐν Θρᾴκῃ καὶ τυχοῦσαι τῆς δόξης,
ῥάνατε πλουσίως τὴν χάριν ἀεὶ
τοῦ Κυρίου τὸ θέλημα
ἡμᾶς ποιεῖν ἐν γῇ ταύτῃ ὡς οὐρανῷ
ὑπ' ἀγγέλων ἀεὶ γίνεται.

Δόξα. ἦχος πλ. α΄.

῏Ω
τεσσαράκοντα παρθένοι καὶ ἀθλήτριαι,
παριστάμεναι σὺν τῷ διδασκάλῳ ὑμῶν 'Αμμοὺν
τῷ θρόνῳ τῷ φρικτῷ μετὰ πάντων τῶν ἁγίων
καὶ προσκυνοῦσαι τῷ ζῶντι εἰς αἰῶνας αἰώνων,
μνήσθητε καὶ ἡμῶν, φιλάδελφοι οὖσαι,
τῶν οἰκτρῶς δεομένων νῦν·
αἰτοῦσαι τῷ κόσμῳ εἰρήνην, τῇ ἐκκλησίᾳ ὁμόνοιαν,
καὶ ἡμῖν τοῖς μέλπουσι, τῇ γενεθλίῳ ὑμῶν ἡμέρᾳ,
ἄφεσιν ἁμαρτιῶν εὑρεῖν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. ἦχος πλ. δ´. Γερμανοῦ.

ἀρρήτῳ σοφίᾳ συστησάμενος τὰ σύμπαντα,
Λόγε Χριστὲ ὁ Θεός,
ὁ καιροὺς καὶ χρόνους ἡμῖν προθέμενος,
τὰ ἔργα τῶν χειρῶν σου εὐλόγησον,
τὸν δὲ πιστὸν βασιλέα ἐν τῇ δυνάμει σου εὔφρανον
διδοὺς αὐτῷ κατὰ βαρβάρων τὴν ἰσχὺν
ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.


    * * *
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: ἀκολουθία ἁγίων 40 γυναικῶν μαρτύρων

Δημοσίευσηαπό Dionysios » Τρί 01 Σεπ 2009, 16:38:49

    ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ τυπικὰ καὶ εἰς τοὺς μακαρισμοὺς ἡ γ΄ ᾠδὴ τῆς ἰνδίκτου καὶ ἡ f΄ τῶν ἁγίων.

[᾿Ανεξαρτήτως τῆς οἱασδήτινος τοπικῶς συμψαλλομένης ἀκολουθίας ἁγίου τινός, εἰς τὰ ἀναγνώσματα θεωρῶ ὀρθότερον νὰ προτιμῶνται πάντοτε τὰ τῆς ἰνδίκτου, πλὴν βεβαίως ἕνθα διατηρεῖται τὸ ἀρχαῖον ἔθος τῶν διπλῶν ἀναγνωσμάτων.]

Προκείμενον τῆς ἰνδίκτου.
᾿Απόστολος τῆς ἰνδίκτου, πρὸς Τιμόθεον.

Tέκνον Τιμόθεε, παρακαλῶ πρῶτον...
ζήτει σαββάτῳ λγ´ ἐπιστολῶν

῞Ετερος ἀπόστολος τῶν ἁγίων γυναικῶν. ζήτει τῇ κυριακῇ τῶων ἁγίων πάντων.

᾿Αλληλούια τῆς ἰνδίκτου. Ἦχος δ´.
Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιὼν καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν ᾿Ιερουσαλήμ.
Στίχος. Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου· ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

Εὐαγγέλιον τῆς 'Ινδίκτου. ᾿Εκ τοῦ κατὰ Λουκᾶν.
Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Ναζαρέτ...

῞Ετερον εὐαγγέλιον, τῶν ἁγίων γυναικῶν. Κατὰ Ματθαῖον.
᾿Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων...
ζήτει τῇ τετάρτῃ τῆς γ΄ ἑβδομάδος Ματθαίου.

    Κοινωνικόν
Τῆς ἰνδίκτου. Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε. ἀλληλούια.

῞Ετερον τῶν ἁγίων. ᾿Αγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. ἀλληλούια.

῞Ετερον. Εἰς μνημόσυνον αἰώνιον ἔσονται δίκαιοι. ἀλληλούια.

῞Ετερον. ἦχος δ΄· ῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου. ἀλληλούια.

῞Ετερον. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. ἀλληλούια.

    * * *
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: ἀκολουθία ἁγίων 40 γυναικῶν μαρτύρων

Δημοσίευσηαπό Dionysios » Τρί 01 Σεπ 2009, 16:57:35

    ΠΑΡΑΡΤΗΜΑ

    ῞Ετερον δοξαστικὸν* τῶν ἁγίων γυναικῶν.

Εἰς τοὺς αἴνους, πρὸς τὸ «Τῶν ἁγίων πατέρων ὁ χορός».
ἦχος πλ. δ΄. ὑπὸ Δ.Ν.Μ.


Τῶν ὁσίων παρθένων ὁ χορὸς
τῷ τοῦ σωτῆρος πόθῳ πτερωθεὶς
'Αμμοὺν διακόνῳ συνυπετάγη,
βίου ἀμέμπτου γεωργήσασαι τὴν χάριν·
καὶ τῇ μὲν ἀσκήσει ἔλαμψαν ὁσίως,
τῇ δὲ ἀθλήσει ᾔσχυναν τὸν ὄφιν·
ἃς ἀνυμνοῦντες συμφώνως μακαρίσωμεν λέγοντες·
ὦ μητέρες θεοειδεῖς καὶ ὁσιομάρτυρες τῆς δόξης τοῦ Κυρίου,
δοχεῖα πολύτιμα τῶν χαρισμάτων τοῦ Πνεύματος,
τῆς ἐν Χριστῷ ζωῆς αἱ θεοτύπωτοι στῆλαι,
οἱ ὁλόφωτοι λύχνοι τῆς εὐσεβείας,
γυναικῶν μοναζουσῶν ἀστέρες,
τῆς ἐσωτέρας ἐρήμου περιφανῆ καλλωπίσματα,
ἐκτενῶς πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


* ῾Ο παρὼν ὕμνος ἐστὶ μικρὰ παραλλαγὴ εἰς τὸ ὅμοιον δοξαστικὸν τῶν αἴνων τὸ εὑρισκόμενον εἰς τὴν ἀκολουθίαν τῶν ὁσίων πατέρων τῶν ἐν τῇ σκήτει τῆς ἁγίας Ἄννης τῆς ἐν Ἄθῳ. ἡ δὲ ἀκολουθία ἐκείνη ποίημα ἐστὶ Γερασίμου μοναχοῦ τοῦ Μικραγιαννανίτου, τὸ δὲ ῥηθὲν δοξαστικὸν πεποίηται κατὰ τὸ δοξαστικὸν τῶν πατέρων «Τῶν ἁγίων πατέρων ὁ χορός».


    * * *

Μεγαλυνάριον

Τὴν σεμνὴν χορείαν ἀθλητριῶν
τὴν λελαμπρυσμένην τῇ ἀσκήσει διὰ Χριστὸν
μετὰ διδασκάλου 'Αμμοὺν δεῦτε συμφώνως
ἐπαίνοις ἐγκωμίων πάντες τιμήσωμεν.

    * * *
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: ἀκολουθία ἁγίων 40 γυναικῶν μαρτύρων

Δημοσίευσηαπό Dionysios » Παρ 30 Οκτ 2009, 21:55:24

῾Ο ἀξιότιμος Νεκτάριος Μαμαλοῦγκος, ἰδιοκτήτης τῆς ἱστοσελίδος http://www.nektarios.gr, μοῦ ὑπέδειξε σήμερα ὅτι ἡ 6η ᾠδὴ τῶν κανόνων εἶχε δημοσιευθῆ ἐλλιπῶς. ἤδη ἐσυμπλήρωσα τὰ παραλειφθέντα τροπάρια, καὶ τὸν εὐχαριστῶ γιὰ τὴν ὑπόδειξι.
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: ἀκολουθία ἁγίων 40 γυναικῶν μαρτύρων

Δημοσίευσηαπό Dionysios » Τρί 31 Αύγ 2010, 21:09:19

῾Υπενθύμισις τοῦ θέματος λόγῳ ἐπικαιρότητος. ἔχω δημοσιεύσει τὴν ἀκολουθίαν καὶ στὴν ἱστοσελίδα, ἀλλὰ δὲν μὲ ἱκανοποιεῖ ἡ ἐμφάνισις· ὑπάρχουν τεχνικαὶ ἀτέλειαι, ποὺ πρέπει νὰ διορθωθοῦν. ἐπειδὴ καὶ ἡ παροῦσα ἐμφάνισις πόρρω ἀπέχει ἀπὸ ἐκείνην ποὺ θὰ ἔπρεπε, δίδω ἐδῶ τὴν ἀκολουθίαν καὶ εἰς ἔγγραφον (.doc) τοῦ Word. πρὸς τὸ παρὸν δὲν μπορῶ νὰ τὸ μετατρέψω καὶ εἰς pdf διὰ τεχνικοὺς λόγους· θὰ πρέπει νὰ χρησιμοποιῶ δύο ὑπολογιστὰς ταυτοχρόνως, διότι ὁ βασικὸς ὑπολογιστής, εἰς τὸν ὁποῖον ἐργάζομαι, εἶναι πεπαλαιωμένης τεχνολογίας· πνέει δὲ καὶ τὰ λοίσθια. ἔχει ὁ θεός...
40 gynaikes mart_hesper.doc
(307.5 KiB) Έχει μεταφορτωθεί 343 φορές
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: ἀκολουθία ἁγίων 40 γυναικῶν μαρτύρων

Δημοσίευσηαπό Maximos » Τρί 31 Αύγ 2010, 21:28:41

Dionysios έγραψε:... πρὸς τὸ παρὸν δὲν μπορῶ νὰ τὸ μετατρέψω καὶ εἰς pdf διὰ τεχνικοὺς λόγους·

Νά τό κάνω ἐγώ Διονύσιε.
Συνημμένα
40 gynaikes mart_hesper.pdf
(183.73 KiB) Έχει μεταφορτωθεί 359 φορές
π. Μάξιμος Μ. Ματθαῖος
Maximos
 
Δημοσ.: 35
Εγγραφη: Παρ 12 Σεπ 2008, 05:04:33

Προηγούμενη

Επιστροφή στην ᾿Εκκλησιαστικὲς ἀκολουθίες

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 2 επισκέπτες

cron