᾿Ακολουθία μεταλήψεως

Κανόνες Δ. Συζήτησης
῾Η χρῆσις τοῦ δημοσιευομένου ὑλικοῦ καὶ τῶν συνημμένων ἀρχείων διέπεται ἀπὸ τοὺς παρακάτω ὅρους·
α) γιὰ τὰ πνευματικὰ δικαιώματα viewtopic.php?f=138&t=430&p=1237#p1236
β) γιὰ τὰ ἐμπορικὰ δικαιώματα viewtopic.php?f=138&t=430&p=1237#p1237

᾿Ακολουθία μεταλήψεως

Δημοσίευσηαπό Dionysios » Σάβ 17 Ιαν 2009, 15:31:29

Σχετικῶς μὲ τὸ ἂν εἶναι ὑποχρεωτικὸν νὰ ἀναγινώσκεται ἡ ἀκολουθία πρὸ τῆς μεταλήψεως καὶ ἡ εὐχαριστία μετὰ τὴν μετάληψιν ἐν τῷ ναῷ κατὰ τὴν διάρκειαν τῆς λειτουργίας.

14-05-08
῾Η λεγομένη «ἀκολουθία τῆς θ. μεταλήψεως» (εἴτε πρὸ εἴτε μετὰ τὴν θ. μετάληψιν) δὲν ἀνήκει στὴν θ. λειτουργία οὔτε εἶναι μέρος αὐτῆς οὔτε συστατικόν της ἀπαραίτητον. κακῶς ἔχει ἐπιβληθῆ μὲ τὰς νεωτέρας ἐκδόσεις λειτουργικῶν φυλλάδων. εἶναι σὰν νὰ λέμε ὅτι ἡ ἀρχαία ἀκολουθία τῆς λειτουργίας εἶναι ἀτελής. ἀλλὰ ἡ λειτουργία δὲν χρειάζεται συμπληρώματα καὶ μπαλώματα. ἰδιωτικῶς ἕκαστος πιστὸς δύναται νὰ πῇ ὅ,τι θέλει καὶ νὰ προσευχηθῇ ὅσο θέλει. ἡ λειτουργία ὅμως δὲν εἶναι ἰδιωτικὴ ὑπόθεσις κανενός (οὔτε ἀκόμη καὶ τοῦ λειτουργοῦ ἱερέως), καὶ δὲν ἐπιτρέπεται ἀλλοίωσις τοῦ κειμένου της διὰ προσθαφαιρέσεων. εἰς ὡρισμένας ἱ. μονὰς ψάλλουν αὐτὴν τὴν ἀκολουθίαν εἰς χρόνον κατάλληλον, π.χ. εἰς τὸν ἑσπερινὸν ἢ τὸν ὄρθρον ἢ τὸ ἀπόδειπνον ἢ τὸ μεσονυκτικόν ἢ εἰς τὰς ὥρας, ὅπως ἀκριβῶς πράττουν κατὰ τὸ τυπικόν τους μὲ τόσες ἄλλες ἀκολουθίες ἁγίων, μὲ τὸ θεοτοκάριον κ.λπ.. σχετικῶς ἔχει γράψει καὶ ὁ ἀείμνηστος ῾Ιωάννης Φουντούλης.




ἐπιμέλεια 2008 Διονύσιος Μπιλάλης ᾿Ανατολικιώτης
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: ᾿Ακολουθία μεταλήψεως

Δημοσίευσηαπό MTheodorakis » Σάβ 18 Απρ 2009, 11:38:01

Ἡ ἀκολουθία τῆς θείας μεταλήψεως εἶναι γραμμένη σὲ ἑνικὸ ἀριθμὸ, ἄρα εἶναι ἰδιωτικὴ καὶ ὄχι ἐκκλησιαστικὴ ἀκολουθία (Ἰ. Φουντούλη Ἀπαντήσεις εἰς λειτουργικὰς ἀπορίας τ. Δ' σ. 158). «Στὴ θεία λειτουργία βγαίνομε ἀπὸ τὸ ἄτομό μας καὶ ἐρχόμαστε ἱεραρχικὰ συντεταγμένοι σὲ σῶμα Χριστοῦ» (ὅπ. πρ. σ. 159) προσφέροντας «τὴν ἁγίαν ἀναφορὰν» καὶ τὴν Κυριακὴ προσευχὴ σὲ πληθυντικὸ ἀριθμό. Ἀνεπίτρεπτη δὲ εἶναι ἡ παρεμβολὴ τῆς ἀτομικῆς κατανυκτικῆς αὐτῆς ἀκολουθίας κατὰ τὴν ἐκκλησιαστικὴ ἀκολουθία τῆς ἡμέρας τοῦ Πάσχα («ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία», «ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα») καὶ τῆς διακαινησίμου ἑβδομάδος.
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: ᾿Ακολουθία μεταλήψεως

Δημοσίευσηαπό Dionysios » Πέμ 17 Μαρ 2011, 23:23:27

MTheodorakis έγραψε:...Ἀνεπίτρεπτη εἶναι ἡ παρεμβολὴ τῆς ἀτομικῆς κατανυκτικῆς αὐτῆς ἀκολουθίας κατὰ τὴν ἐκκλησιαστικὴ ἀκολουθία τῆς ἡμέρας τοῦ Πάσχα («ἐφάνη γὰρ ἡ κοινὴ βασιλεία», «ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα») καὶ τῆς διακαινησίμου ἑβδομάδος.

Καὶ φυσικά, ἐπειδὴ κάθε θεία λειτουργία εἶναι πάσχα, ἕπεται ὅτι σὲ καμμία λειτουργία δὲν ἐπιτρέπεται ἡ παρεμβολὴ αὐτῆς τῆς ἀκολουθίας μεταλήψεως. ἄλλωστε ὅλη ἡ λειτουργία ἀκολουθία μεταλήψεως εἶναι!
Διονύσιος ᾿Ανατολικιώτης, http://www.symbole.gr
e-mail: symbole@mail.com — Skype: dionysios-anat
«γηράσκω ἀεί διορθούμενος», τρίτη 11/7/2000
Άβαταρ μέλους
Dionysios
 
Δημοσ.: 3950
Εγγραφη: Πέμ 11 Σεπ 2008, 21:30:05
Τοποθεσια: ᾿Αθῆναι

Re: ᾿Ακολουθία μεταλήψεως

Δημοσίευσηαπό MTheodorakis » Σάβ 17 Μάιος 2014, 22:52:49

Εὐχὴ ἰδιωτικὴ πρὸ τῆς μεταλήψεως

«Δέσποτα ἅγιε, ἀμόλυντε, ἄχραντε, ὁ μὴ ἀπαξιώσας διὰ τὸ πολύ σου ἔλεος τὴν ῥυπωθεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν ἡμῶν ἀναμαρτήτως καὶ ἀῤῥυπάρως ἀναλαβεῖν καὶ καθαρίσας αὐτὴν τῷ ἁγίῳ σου αἵματι τῷ κενωθέντι διὰ τὴν σωτηρίαν τοῦ πλάσματος τῶν ἁγίων χειρῶν σου, ὁ τὴν σὴν ἄφατον οἰκονομίαν ἐπιτελέσας οὐχ ἕνεκα τῶν μὴ ἁμαρτησάντων σοι, οὐδὲ τῶν εὐαρεστησάντων, ἀλλ' ἕνεκα τῶν παροργισάντων καὶ ἀθετησάντων, τῶν διὰ τὰς ἁμαρτίας πᾶσαν ἀπεγνωκότων ἐλπίδα σωτηρίας· αὐτὸς γὰρ εἶπας ἀγαθὲ μὴ χρείαν ἔχειν τοὺς ὑγιαίνοντας ἰατροῦ, ἀλλὰ τοὺς ἀσθενοῦντας καὶ ἦλθες οὐχὶ σῶσαι τοὺς σεσωσμένους, ἀλλὰ τὸ ἀπολωλός· σὺ οὖν εὔσπλαχνε κἀμὲ τὸν ἀνάξιον εἰς τοὺς σοὺς θαῤῥήσαντα οἰκτιρμοὺς καὶ τολμῶντα προσελθεῖν τῷ παναγίῳ σου σώματι καὶ αἵματι δέξαι τῇ σῇ εὐσπλαχνίᾳ καὶ ἀνάσχου τῶν φρικτῶν σου μυστηρίων λαβεῖν κοινωνὸν τὴν ἐμὴν ἐλεεινότητα καὶ μὴ βδελύξει καὶ μὴ ὀργισθῇς μηδὲ εἰς ἐνοχὴν παραστήσῃς μοι, διότι ἁμαρτωλὸς ὤν καὶ ἀκάθαρτος ἀναξίως προσέρχομαι. Μή, φιλόψυχε Κύριε, ὁ δοὺς ἡμῖν τοῖς ἁμαρτωλοῖς τὸ σῶμα καὶ τὸ αἷμα σου εἰς ἄφεσιν ἁμαρτιῶν· δὸς δὲ μοι διὰ τῆς αὐτῶν μεταλήψεως τὴν σὴν ἐν ἐμοὶ τῷ ἀχρείῳ δούλῳ σου καὶ τὴν ἐμὴν ἐν σοὶ μονὴν τῷ δεσπότῃ μου καὶ ἀγαθῷ σωτῆρι μου. Ποίησόν μοι τὴν τούτων κοινωνίαν εἰς κουφισμὸν τοῦ ἀμυθήτου βάρους τῶν ἀνομιῶν μου, εἰς ἀπολύτρωσιν αἰωνίαν, εἰς ἀποτροπὴν πονηρίας, εἰς φωτισμὸν διανοίας, εἰς ἁγιασμὸν ψυχῆς καὶ εἰς κάθαρσιν σώματος· ὑπὲρ γὰρ ἁμαρτωλῶν, ὑπὲρ κατακρίτων, ὑπὲρ ἀναπολογήτων ἐξέχεας τὸ θεῖον καὶ ζωήῤῥυτον αἷμα σου πολλῇ συμπαθείᾳ· ὅ καταξίωσόν με πιεῖν ἀκατακρίτως καὶ τὸ ζωοποιόν σου φαγεῖν σῶμα καὶ μὴ γενέσθω μοι ἀναξίως ἐσθίοντι φιλάνθρωπε ἡ μετάληψις εἰς κατάκριμα, μηδὲ γένοιτό μοι βαρυτέρα ἡ καταδίκη, ἀντὶ τοῦ τυχεῖν τῆς ἀφέσεως τῶν κακῶν· ὅτι σὺ γινώσκεις ὁ τὰ πάντα ἐπιστάμενος ὡς οὐ προπετῶς, οὐδὲ ὡς ἀκατάκριτος, ἤ ἄξιος ὤν μετὰ παῤῥησίας, ἀλλὰ μετὰ φόβου καὶ τρόμου, μετὰ φρίκης καρδίας καὶ ὀστέων καὶ αὐτῶν μυελῶν προσέρχομαί σου τῇ ἀγαθότητι, εἰδὼς μὲν αὐτοκατάκριτον ἑαυτὸν καὶ ἀνάξιον τοῦ καὶ ὀφθαλμοῖς ἐνατενίζειν τῇ φρικτῇ σου τραπέζῃ, ὅμως δι' ἥν ἐγνώρισας ἁμαρτωλοῖς ἄφατόν σου συμπάθειαν, ἐκ τῆς κλάσεως τοῦ ἁγίου σου σώματος καὶ τῆς ἐκχύσεως τοῦ ἀχράντου σου αἵματος, ἐπιποθῶν τραφῆναι τῇ ψυχοτρόφῳ ταύτῃ Χριστὲ ὁ Θεὸς ἡμῶν τροφῇ, ἐπέῤῥιψα ἑαυτὸν τολμηρῶς εἰς τὸ πέλαγος τοῦ ἐλέους σου, εἰς τὰ σὰ προσκυνητὰ καὶ ἀφθαρτοποιὰ ἀφορῶν πάθη, ἅ κατεδέξω φιλανθρώπως εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ἡμῶν. Δειλίᾳ οὖν καὶ χαρᾷ συνέχομαι. Τῇ μὲν διὰ τὴν ἀναξιότητά μου, τῇ δὲ διὰ τὴν ἐλπίδα τῶν ἐπταισμένων μοι συγχωρήσεως. Ἴδε τὴν ταπείνωσίν μου τοίνυν καὶ παράσχου μοι ἀνενόχως καὶ ἀκατακρίτως ὑποδεχθῆναι τὰ θεῖα καὶ θεοποιά σου μυστήρια εἰς ἱλασμόν, εἰς σωτηρίαν, εἰς ἄφεσιν, εἰς κάθαρσιν, εἰς ἀποφυγὴν τῆς μελλούσης τιμωρίας καὶ εἰς ἐπιτυχίαν τῆς δόξης καὶ ἀπολαύσεως τῆς ἡτοιμασμένης τοῖς ἀγαπώσι σε καὶ ἐν σοὶ ζῶσι καὶ μένουσιν, ἱκεσίαις τῆς ἀκαταισχύντου ἐλπίδος μου καὶ προστασίας, τῆς ὑπερενδόξου καὶ παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου, εὐδοκίᾳ τοῦ παραδόντος σε εἰς θάνατον ὑπὲρ ἡμῶν φιλοκόσμου Πατρός σου καὶ κοινωνίᾳ τοῦ παναγίου καὶ ἀγαθοῦ καὶ συνδοξαζομένου σοι Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν»

(χφφ. Μ. Λαύρας Β-25 ὡρολόγιο ιγ' αἰ. φ. 239r-240r καὶ Παρισίων Coislinus 213 εὐχολόγιο τοῦ ἔτους 1027 φ. 84r ἔκδ. Dmitrievskij τ. 2 σ. 1012).



Εὐχαὶ ἰδιωτικαὶ μετὰ τὴν μετάληψιν

«Εὐχαριστῶ σοι φιλάνθρωπε ὅτι διὰ τὴν πολλήν σου ἀγαθότητα ἠνέσχου κοινωνόν με γενέσθαι τοῦ ἀχράντου σώματός σου καὶ τοῦ τιμίου αἵματος καὶ οὔκ ἐβδελύξω ὡς μεμολυσμένον, οὐδὲ ὡς τῆς ὑποδοχῆς τοῦ ἁγιασμοῦ σου ἀνάξιον ἀοράτῳ σου καὶ θείᾳ δυνάμει ἀπώσω, ἀλλ' εὐδόκησας κἀμὲ τὸν ἁμαρτωλὸν τῇ ἀθανάτῳ σου διαθρέψαι τραπέζῃ, ἧς τὴν ζωοποιὸν χάριν ἀμείωτον ἐν τῇ ταπεινῇ ψυχή μου διατήρησον καὶ τὸν ἁγιασμόν σου ἀνεξάλειπτον ἀπ' ἐμοῦ ποίησον φωτίζων μου πᾶσαν νόησιν, πᾶσαν αἴσθησιν, ἀπρόσκοπόν με φυλλάτων καὶ ἀπερίτρεπτον ἐκ τῆς τοῦ σκότους ἁμαρτίας τοῦ δοξάζειν καὶ εὐχαριστεῖν σοι κατὰ τὸ σὸν ἅγιον θέλημα πάσας τὰς ἡμέρας τῆς ζωῆς μου πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν ἁγίων, τῶν ἀπ' αἰῶνος σοι εὐαρεστησάντων. Ἀμήν»

(ὅπ. πρ. φ. 242r).

«Ὁ Θεός, ὁ Θεός μου, τὸ ἄστεκτον πῦρ καὶ ἀόρατον, ὁ τοὺς ἀγγέλους σου πῦρ φλέγον ποιῶν, ὁ τῇ ἀφάτῳ σου ἀγάπῃ παραδοὺς μοι εἰς βρῶσιν τὸ σῶμα σου, ὁ κοινωνόν με παραλαβῶν τῆς σῆς θεότητος διὰ τῆς μεταλήψεως τοῦ ἀχράντου σου σώματος καὶ τοῦ τιμίου αἵματος, δίελθε δι' ὅλου τοῦ σώματός μου καὶ πνεύματος, δι' ὅλων τῶν μερῶν καὶ μελῶν, δι' ὅλων μου τῶν ὀστέων καὶ μυελῶν, τὰς ἁμαρτίας μου καταφλέγων, τὴν ψυχήν μου φωτίζων, τὸν νοῦν μου λαμπρύνων, τὸ σῶμα καθαγιάζων καὶ μονὴν ποίησον ἐν ἐμοί, ὅπως κἀγὼ μένω ἐν σοὶ ἀεί· πρεσβείαις τῆς ἀχράντου σου μητρός, τῶν τῶν ἀΰλων καὶ νοερῶν λειτουργῶν καὶ πάντων σου τῶν Ἁγίων»
(ὅπ. πρ. φ. 242v).

«Τοῦ ἀχράντου σου σώματος καὶ τοῦ τιμίου αἵματος μυστικὸς ἀξιωθεὶς γενέσθαι συμμέτοχος εὐχαριστῶ, ἀνυμνῶ, προσκυνῶ, δοξάζω καὶ μεγαλύνω τὰς σωτηρίας σου Κύριε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν»
(ὅπ. πρ. καὶ χφ. Harley (British Library) 5561 εὐχολόγιο ιγ' αἰ. φφ. 18v-19r, Dmitrievskij τ. 2 σσ. 825, 951 καὶ Π. Τρεμπέλα Αἱ τρεῖς λειτουργίαι σσ. 145-146).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: ᾿Ακολουθία μεταλήψεως

Δημοσίευσηαπό MTheodorakis » Πέμ 29 Μάιος 2014, 13:34:34

Εὐχαὶ πρὸ τῆς μεταλήψεως

Ὁ Θεὸς ἄνες, ἄφες, συγχώρησόν μοι τὰ πλημμελήματα μου, ὅσα σοι ἥμαρτον, εἴ τε ἐν λόγῳ, εἴ τε ἐν ἔργῳ, εἴ τε κατὰ διάνοιαν, ἑκουσίως ἤ ἀκουσίως, ἐν γνώσει ἤ ἐν ἀγνοίᾳ, πάντα μοι συγχώρησον ὡς ἀγαθὸς καὶ φιλάνθρωπος· καὶ τῇ πρεσβείᾳ τῆς παναχράντου σου μητρός, τῶν νοερῶν σου λειτουργῶν καὶ ἁγίων δυνάμεων καὶ πάντων τῶν ἁγίων τῶν ἀπ' αἰῶνος σοι εὐαρεστησάντων ἀκατακρίτως εὐδόκησον δέξασθαί με τὸ ἅγιον καὶ ἄχραντόν σου σῶμα καὶ τὸ τίμιον αἷμα εἰς ἴασιν ψυχῆς τε καὶ σώματος καὶ εἰς ἐξάλειψιν τῶν πονηρῶν μου λογισμῶν. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.
(Ὡρολόγιον ἐκδ. 1509 ἕως 1830)


Ἰωάννου τοῦ Δαμασκηνοῦ

Τετρωμένος καρδίαν εἰμὶ ἐγώ· ἐξέτηξέ με ὁ ζῆλός σου, ἠλλοίωσέ με ἡ ἀγάπη σου, ∆έσποτα· δέσμιός εἰμι τῷ ἔρωτί σου. Ἐμπλησθείην σου τῶν σαρκῶν· κορεσθείην τοῦ ζωεροῦ καὶ θεοποιοῦ αἵματός σου, ἀπολαύσαιμι τῶν ἀγαθῶν, κατατρυφήσαιμι τῆς σῆς θεότητος, ἄξιος γενοίμην ἐρχομένῳ μετὰ δόξης ὑπαντῆσαί σοι, ἐναέριος ἁρπαγεὶς ἐν νεφέλαις σὺν πᾶσι τοῖς ἐκλεκτοῖς σου, ὡς ἂν ὑμνῶ καὶ προσκυνῶ καὶ δοξάζω σε εὐχαρίστως ἐν ἐξομολογήσει, σὺν τῷ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
(ἔκδ. Ἰ. Δαμασκηνοῦ ἔργα Ε. Π. Ε. τ. 9 (1991) σ. 426).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: ᾿Ακολουθία μεταλήψεως

Δημοσίευσηαπό MTheodorakis » Δευτ 21 Σεπ 2015, 15:18:59

Εὐχὴ ἰδιωτικὴ μετὰ τὴν μετάληψιν

«Εὐχαριστῶ σοι Χριστὲ ὁ Θεός μου κατὰ πάντα καὶ διὰ πάντα καὶ ἐν πᾶσι, ὅτι κατηξίωσάς με τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον δοῦλον σου μετασχεῖν ἐν ταύτῃ τῇ ὥρᾳ τῶν ἀχράντων καὶ ἀθανάτων καὶ ἐπουρανίων σου μυστηρίων. Δέομαί σου Κύριε μὴ γενέσθωσάν μοι εἰς κρίσιν, μὴ δὲ εἰς κατάκρισιν, ἀλλ' εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον, εἰς λύτρωσιν παντὸς διαβολικοῦ τε καὶ ἀνθρωπίνου πράγματος καὶ εἰς βασιλείας οὐρανῶν κληρονομίαν. Ὅτι σὺ εἶ ὁ Θεός ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

(χφ. Paris. gr. 23 ψαλτήριο ιβ' αἰ. φφ. 317v-318v).
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57

Re: ᾿Ακολουθία μεταλήψεως

Δημοσίευσηαπό MTheodorakis » Τετ 03 Ιαν 2018, 17:28:44

Μία σχετικὴ μελέτη μου, βάσει τῶν χειρογράφων.
Συνημμένα
ΤΗΣ ΑΓΙΑΣ ΜΕΤΑΛΗΨΕΩΣ.doc
(118 KiB) Έχει μεταφορτωθεί 487 φορές
MTheodorakis
 
Δημοσ.: 924
Εγγραφη: Παρ 17 Οκτ 2008, 11:31:57


Επιστροφή στην Θέματα τυπικοῦ λειτουργίας

Μελη σε συνδεση

Μέλη σε αυτή την Δ. Συζήτηση: Δεν υπάρχουν εγγεγραμμένα μέλη και 2 επισκέπτες

cron