Α΄ πρὸς Θεσσαλονικεῖς

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 5

 

§7

1 Περὶ δὲ τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοί, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι· 2 αὐτοὶ γὰρ ἀκριβῶς οἴδατε ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. 3 ὅταν γὰρ λέγωσιν «Εἰρήνη καὶ ἀσφάλεια», τότε αἰ­φνίδιος αὐτοῖς ἐφίσταται ὄλεθρος, ὥς περ ἡ ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. 4 ὑμεῖς δέ, ἀδελφοί, οὐκ ἐστὲ ἐν σκότει, ἵνα ἡ ἡμέρα ὑμᾶς ὡς κλέπτης καταλάβῃ· 5 πάντες ὑμεῖς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέ­ρας. οὐκ ἐσμὲν νυκτὸς οὐδὲ σκότους. 6 ῎Αρα οὖν μὴ καθεύδωμεν ὡς καὶ οἱ λοιποί, ἀλλὰ γρηγορῶμεν καὶ νήφωμεν. 7 οἱ γὰρ καθεύδοντες νυκτὸς κα­θεύδουσι, καὶ οἱ μεθυσκόμενοι νυκτὸς μεθύουσιν· 8 ὑμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν, ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλ­πίδα σωτηρίας· 9 ὅτι οὐκ ἔθετο ἡμᾶς ὁ Θεὸς εἰς ὀργήν, ἀλλ᾿ εἰς περιποίησιν σωτηρίας διὰ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, 10 τοῦ ἀποθανόντος ὑπὲρ ἡμῶν, ἵνα εἴτε γρηγορῶμεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτῷ ζήσωμεν. 11 δι᾿ ὃ παρακαλεῖτε ἀλλήλους καὶ οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε.

12 ᾿Ερωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ καὶ νουθετοῦντας ὑμᾶς, 13 καὶ ἡγεῖσθαι αὐ­τοὺς ὑπερεκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν. 13β εἰρηνεύετε ἐν ἑαυ­τοῖς. 14 Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, νουθετεῖτε τοὺς ἀτάκτους, παρα­μυθεῖσθε τοὺς ὀλιγοψύχους, 14β ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. 15 ὁρᾶτε μή τις κακὸν ἀντὶ κακοῦ τινι ἀποδῷ, ἀλλὰ πάντοτε τὸ ἀγαθὸν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας.

16 Πάντοτε χαίρετε, 17 ἀδιαλείπτως προσεύχεσθε, 18 ἐν παντὶ εὐχαρι­στεῖτε· 18β τοῦτο γὰρ θέλημα Θεοῦ ἐν Χριστῷ ᾿Ιησοῦ εἰς ὑμᾶς. 19 τὸ Πνεῦμα μὴ σβέννυτε, 20 προφητείας μὴ ἐξουθενεῖτε. 21 πάντα [δὲ] δοκιμάζετε(1), τὸ καλὸν κατέχετε· 22 ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε.

 

§8

23 Αὐτὸς δὲ ὁ Θεὸς τῆς εἰρήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, 23β καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦ­μα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα  23γ ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ τηρηθείη. 24 πιστὸς ὁ καλῶν ὑμᾶς, ὃς καὶ ποιήσει.

25 ᾿Αδελφοί, προσεύχεσθε περὶ ἡμῶν.  26 ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίῳ.  27 ὁρκίζω ὑμᾶς τὸν Κύριον ἀναγνωσθῆναι τὴν ἐπιστολὴν πᾶσι τοῖς ἁγίοις ἀδελφοῖς.

28 ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν· ἀμήν.

 

 

Παραπομπαί

5. 1-2) 5:4· 2:1· 4:9. 2Θεσ 2:2. Φιλ 1:6,10. Μτ 24:3,36,42-44. Μρ 13:34,35. Λκ 21:34. 2Πετ 3:10. Απ 3:3· 16:15.

3) Ιερ 6:14. Ιεζ 13:10. 2Θεσ 1:9. 1Τιμ 6:9. Φιλ 2:12. Ιω 16:21. Λκ 17:26,27· 21:34,35.

4) 5:2,3. Εφ 5:8. Κλσ 1:13.

5) 5:8. 1Πετ 2:9. Εφ 5:8,14. 1Κορ 15:34. Ρμ 13:12. Λκ 16:8.

6-7) 4:13. 1Πετ 5:8. Εφ 5:14. 1Κορ 15:34. Ρμ 13:11-13. Πρξ 2:15. Λκ 21:34,36. Μτ 24:42· 25:13.

8) 5:5. Ησ 59:17. Ρμ 13:12. Εφ 6:14,17.

9-10) 1:10· 4:14,17. 2Θεσ 2:14. Εβρ 10:39. Ρμ 9:22,23· 14:8,9. 2Κορ 5:15. 1Πετ 2:8. Ιδ 4.

11) 4:10,18. Ιδ 20. 1Κορ 4:6· 8:1. Ρμ 14:19. Πρξ 20:32.

12-13) 4:1. 2Θεσ 2:1. 1Τιμ 5:17. Εβρ 12:14· 13:7,17. Γαλ 6:6. Φιλ 2:29. 2Κορ 13:11. 1Κορ 9:11· 16:18. Ρμ 12:18· 15:27. Μρ 9:50.

14) 4:10-13. 2Θεσ 3:6,11,12,15. Εφ 4:2. Γαλ 6:1,2,6. Ρμ 14:1.

15) 3:12. Λευ 19:18. Πρμ 17:13· 20:22· 24:29. 1Πετ 3:9. Γαλ 6:10. 1Κορ 6:7. Ρμ 12:12,17,20. Μτ 5:39.

16-18) Φιλ 4:4,6. Εφ 5:20· 6:18. Κλσ 4:2. Ρμ 12:12. 1Κορ 6:7. Λκ 10:20· 18:1.

19-20) 2Τιμ 1:6. Εφ 4:30. 1Κορ 14:1,30,39.

21) 1Ιω 4:1. 1Κορ 2:11,15· 12:10.

22) Ιωβ 1:1,8· 2:3. Φιλ 4:8.

23) 3:11,13. 2Θεσ 3:16. Φιλ 4:8,9. 2Κορ 7:1. 1Κορ 1:8.

24) 2Θεσ 3:3. 1Κορ 1:9· 10:13. 2Κορ 1:18.

25) 2Θεσ 3:1. Κλσ 4:3. Ρμ 15:30· 16:16.

26) Ρμ 16:16. 1Κορ 16:16,20. 2Κορ 13:12. 1Πετ 5:14.

27) Κλσ 4:16. 

28) 2Θεσ 3:18. Ρμ 16:20.

 

 

Σημειώσεις 5ου κεφαλαίου

(1) Σημειωτέον ὅτι ἐν πολλοῖς λειτουργικοῖς κώδιξιν ἡ φράσις ἔχει οὕτω· πάντα δὲ δοκιμάζοντες, τὸ καλὸν κατέχετε.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων