PostHeaderIcon Γένεσις, κεφ. 5 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 5

 

[Λόγος 5ος]

 

1 Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν ᾿Αδάμ, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· 2 ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐ­τοὺς καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ ᾿Αδάμ, ᾗ ἡ­μέρᾳ ἐποίησεν αὐτούς· 3 ἔζησε δὲ ᾿Αδὰμ [τριάκοντα καὶ διακόσια] ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ.

4γένοντο δὲ αἱ ἡμέραι τοῦ ᾿Αδάμ, ἃς ἔζησε μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἔτη [ἑπτακόσια], καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

5 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Αδάμ, ἃς ἔζησε, [τριάκοντα καὶ ἐννακόσια] ἔτη, καὶ ἀπέθανεν.

6 ῎Εζησε δὲ Σὴθ [πέντε καὶ διακόσια] ἔτη καὶ ἐγέννησε τὸν ᾿Ενώς.

7 καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ενὼς [ἑπτὰ] ἔτη [καὶ ἑπτακόσια] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

8 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ [δώδεκα καὶ ἐννακόσια] ἔτη, καὶ ἀπέθανε.

9 Καὶ ἔζησεν ᾿Ενὼς ἔτη [ἑκατὸν ἐνενήκοντα] καὶ ἐγέννησε τὸν Καϊνᾶν.

10 καὶ ἔζησεν ᾿Ενὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν [πεντεκαίδεκα] ἔτη [καὶ ἑπτακόσια] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

11 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ενὼς [πέντε] ἔτη [καὶ ἐννακόσια], καὶ ἀπέθα­νε.

12 Καὶ ἔζησε Καϊνᾶν [ἑβδομήκοντα καὶ ἑκατὸν] ἔτη, καὶ ἐγέννησε τὸν Μα­λελεήλ.

13 καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ [τεσσαράκοντα καὶ ἑπτακόσια] ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

14 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνᾶν [δέκα] ἔτη [καὶ ἐννακόσια], καὶ ἀπέ­θανε.

15 Καὶ ἔζησε Μαλελεὴλ [πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν] ἔτη καὶ ἐγέννησε τὸν ᾿Ιάρεδ.

16 καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ιάρεδ ἔτη [τριάκοντα καὶ ἑπτακόσια] καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

17 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ἔτη [πέντε καὶ ἐνενήκοντα καὶ ὀκτα­κόσια], καὶ ἀπέθανε.

18 Καὶ ἔζησεν ᾿Ιάρεδ [δύο καὶ ἑξήκοντα] ἔτη [καὶ ἑκατὸν] καὶ ἐγέννησε τὸν ᾿Ενώχ.

19 καὶ ἔζησεν ᾿Ιάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ᾿Ενὼχ [ὀκτακόσια] ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

20 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ιάρεδ [δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια] ἔτη, καὶ ἀπέθανε.

21 Καὶ ἔζησεν ᾿Ενὼχ [πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν] ἔτη καὶ ἐγέννησε τὸν Μαθουσάλα.

22 εὐηρέστησε δὲ ᾿Ενὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα [διακόσια] ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

23 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι ᾿Ενὼχ [πέντε καὶ ἑξήκοντα καὶ τριακόσια] ἔτη. 24 καὶ εὐηρέστησεν ᾿Ενὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.

25 Καὶ ἔζησε Μαθουσάλα [ἑπτὰ ἔτη καὶ ἑξήκοντα καὶ ἑκατὸν] καὶ ἐγέννησε τὸν Λάμεχ.

26 καὶ ἔζησε Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ [δύο καὶ ὀκτακό­σια] ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

27 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα, ἃς ἔζησεν, [ἐννέα καὶ ἑξήκοντα καὶ ἐννακόσια] ἔτη, καὶ ἀπέθανε.

28 Καὶ ἔζησε Λάμεχ [ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν] ἔτη καὶ ἐγέννησεν υἱ­όν. 29 καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε λέγων· «Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν 29β καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός».

30 καὶ ἔζησε Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε [πεντακόσια καὶ ἑξήκοντα καὶ πέντε] ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

31 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ [ἑπτακόσια καὶ πεντήκοντα τρία] ἔτη, καὶ ἀπέθανε.

32 Καὶ ἦν Νῶε ἐτῶν [πεντακοσίων] καὶ ἐγέννησε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, καὶ τὸν ᾿Ιάφεθ.

 

Παραπομπαί

5. 1) 1:26-27· 9:6. 1Παρ 1:1-4. Μτ 1:1-17. Λκ 3:36-38. 1Κορ 11:7. Εφ 4:24. Κλσ 3:10.

2) 1:27-28· 2:15,23. Μλχ 2:15. Μτ 19:4. Μρ 10:6. Πρξ 17:26.

3) 1:27· 4:25.

4) 5:7,10,13,19,22,26,30· 1:28· 9:1,7· 11:12. 1Παρ 1:1-3. Ψ 126:3· 143:12. Λκ 3:36-38.

5) 5:8,11,14-32· 3:19. Δευτ 30:20. 2Βασ 14:14. Ψ 48:7-10· 88:48· 89:10. Ιωβ 30:23. Εκ 9:5,8· 12:5,7. Ιεζ 18:4. Ρμ 5:12-14. 1Κορ 15:21,22. Εβρ 9:27.

6) 4:25-26.

7) 5:7.

8) 5:8.

9) 1Παρ 1:2. Λκ 3:37.

10) 5:4.

11) 5:5.

12) Νε 11:4. Λκ 3:37.

13) 5:4.

14) 5:5.

15) 1Παρ 1:2.

16) 5:4.

17) 5:5.

18) 4:17. 1Παρ 1:3. Λκ 3:37. Ιδ 14-15.

19) 5:4.

20) 5:5.

21) Λκ 3:37.

22) 6:9· 17:1· 24:40· 48:15. Εξ 16:4. Λευ 26:12. Δευτ 5:33· 13:4· 28:9. 3 Βασ 2:4. 4Βασ 20:3. Ψ 15:8· 25:11· 55:13· 85:11· 115:9· 127:1. Ασμ 1:4. Ωσ 14:9. Αμ 3:3. Μιχ 4:5· 6:8. Μλχ 2:6. Λκ 1:6. Πρξ 9:31. 1Θεσ 2:12· 4:1. 1Κορ 7:17. 2Κορ 6:16. Ρμ 8:1. Εφ 5:15. Κλσ 1:10· 4:5. Εβρ 11:5,6. 1Ιω 1:7.

23) 5:23.

24) 4Βασ 2:11. Μλχ 4:5. Εβρ 11:5. Ιδ 14-15.

25) 4:18.

26) 5:4.

27) 5:5.

28) 5:28.

29) 3:15, 17-19· 4:11,12· 6:8,9· 7:23· 9:24. Ησ 54:9. Ιεζ 14:14,20. Μτ 24:37. Λκ 3:36· 17:26,27. Εβρ 11:7. 1Πετ 3:20. 2Πετ 2:5.

30) 5:4.

31) 5:5.

32) 6:10· 7:13· 9:18,19,22-27· 10:1,21,32. 1Παρ 1:4-28. Λκ 3:36.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων