PostHeaderIcon Γένεσις, κεφ. 2 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 2

 

1 Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν. 2 καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε, καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. 3 καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξα­το ὁ Θεὸς ποιῆσαι. 4 Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο.

 

[Λόγος 2ος]

 

ᾟ ἡμέρᾳ ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν 5 καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι αὐτήν· 6 πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. 7 καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύση­σεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.

8 Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν ᾿Εδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. 9 καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονη­ροῦ. 10 Ποταμὸς δὲ ἐκπορεύεται ἐξ ᾿Εδὲμ ποτίζειν τὸν παράδεισον, [κυκλῶν πᾶσαν τὴν γῆν]. (1)

15 Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. 16 καὶ ἐνε­τείλατο Κύριος ὁ Θεὸς τῷ ᾿Αδὰμ λέγων· «᾿Απὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ, 17 ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πο­νηρόν, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ· 17β ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε».

18 Καὶ εἶπε Κύριος ὁ Θεός· «Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιή­σωμεν αὐτῷ βοηθὸν κατ᾿ αὐτόν». 19 καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ 19β καὶ ἤγα­γεν αὐτὰ πρὸς τὸν ᾿Αδάμ, ἰδεῖν τί καλέσει αὐτά. 19γ καὶ πᾶν ὃ ἐὰν ἐκάλε­σεν αὐτὸ ᾿Αδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ. 20 καὶ ἐκάλεσεν ᾿Αδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· 20β τῷ δὲ ᾿Αδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. 21 καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν ᾿Αδάμ, καὶ ὕπνωσε· 21β καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾿ αὐτῆς. 22 καὶ ᾠκοδό­μησεν ὁ Θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ ᾿Αδάμ, εἰς γυναῖκα καὶ ἤγα­γεν αὐτὴν πρὸς τὸν ᾿Αδάμ. 23 καὶ εἶπεν ᾿Αδάμ·

«Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου

   καὶ σὰρξ ἐκ τῆς σαρκός μου·

   αὕτη κληθήσεται γυνή,

   ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη·

24 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος

   τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα

   καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ,

   καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν».

 

[Λόγος 3ος (2:25 - 3:24)]

 

25 Καὶ ἦσαν οἱ δύο γυμνοί, ὅ τε ᾿Αδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύ­νοντο.

 

Παραπομπαί

2. 1) Ψ 32:6.

2) Εξ 20:8, 11· 31:13-17. Δευτ 5:14. Ψ 32:6. Εβρ 4:4-5.

3) Νε 9:14. Ησ 58:13.

4) 1:1. Εξ 6:3. Ιερ 10:12. Ψ 89:1-2.

5) 1:12· 3:23. Ψ 103:14. Ιωβ 38:26-28.

6) 2:10· 7:11· 8:2. Ψ 17:15.

7) 3:19, 23· 7:22. Ψ 102:14· 103:29-30. Ιωβ 10:8-9· 27:3· 33:4· 34:14-15. Πρμ 20:27. Εκ 3:20· 12:7. Ησ 2:22· 64:8. Πρξ 17:25. 1Κορ 15:45-49.

8) 3:23-24· 4:16· 13:10. 4Βασ 19:12. Ησ 51:3. Ιεζ 27:23· 28:13· 31:16, 18· 36:35. Ιωηλ 2:3.

9) 3:5, 7, 22. Δευτ 1:39. 2Βασ 14:17. 3Βασ 3:9. Πρμ 3:18· 11:30. Ασμ 8:5. Ησ 7:15-16. Ιεζ 31:8. Απ 2:7· 22:2-14, 19.

10) Ψ 45:4. Απ 22:1.

15) 2:2,8. Ιωβ 31:33. Ψ 127:2. Εφ 4:28.

16) 2:9· 3:1,2. 1Βασ 15:22. 1Τιμ 4:4· 6:17.

17) 3:1, 3, 11-17, 19. Ρμ 6:23. 1Κορ 15:56. Ιακ. 1:15. 1Ιω 5:16.

18) 1:26· 3:12. Πρμ 18:22. 1Κορ 11:9. 1Τιμ 2:13.

19) 1:20, 24· 6:20. Ψ 8:6. Εκ 3:20.

20) 2:18.

21) 15:12. 1Βασ 26:12. Ιωβ 4:13· 33:15. Ησ 29:10.

22) Πρμ 18:22. 1Κορ 11:7-12. Εφ 5:25. 1Τιμ 2:13. Εβρ 13:4.

23-24) 29:14· 31:15· 37:27. Κρ 9:2. 2Βασ 5:1· 19:13-14. Ψ 44:10. Πρμ 5:15-20. Ασμ 6:3. Εκ 9:9. Μλχ 2:14-15. Μτ 19:5. Μρ 10:6-8. 1Κορ 6:16· 11:8. Εφ 5:28-31.

25) 3:7-11. Εξ 32:24-25. Ησ 47:3.

 


Σημειώσεις 2ου κεφαλαίου

(1) 10 Ποταμὸς δὲ ἐκπορεύεται ἐξ ᾿Εδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. 11 ὄνομα τῷ ἑνὶ Φισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον· 12 τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. 13 καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γεών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας. 14 καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ προπορευόμενος κατέναντι ᾿Ασσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης.

 

 

 

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων