ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) ᾿Αρχαῖα βαπτιστήρια σύμβολα (ὁμολογίες)

 

᾿Αρχαῖα βαπτιστήρια σύμβολα (ὁμολογίες)

 

 

᾿Εκκλησίας ᾿Ιεροσολύμων

 

α.

Πιστεύω εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱὸν καὶ εἰς τὸ Ἅγιον Πνεῦμα, καὶ εἰς ἓν βάπτισμα μετανοίας.

 

[Περὶ τὸ 200;]

 

β.

Πιστεύομεν εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

[Καὶ] εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονο­γενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα Θεὸν ἀληθινὸν πρὸ πάντων τῶν αἰ­ώνων, δι᾿ οὗ τὰ πάντα ἐγένετο· [τὸν σαρκωθέντα καὶ] ἐνανθρωπήσαντα [τὸν] σταυρωθέντα [καὶ ταφέντα καὶ] ἀναστάντα [ἐκ νεκρῶν] τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ Πατρός, καὶ ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασι­λείας οὐκ ἔσται τέλος.

[Καὶ] εἰς ἓν Ἅγιον Πνεῦμα, τὸν παράκλητον, τὸ λαλῆσαν ἐν τοῖς προφήταις.

Καὶ εἰς ἓν βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς μίαν ἁγίαν καθολικὴν Ἐκκλησίαν, καὶ εἰς σαρκὸς ἀνάστασιν, καὶ εἰς ζωὴν αἰώνιον.

 

[Περὶ τὸ 300]

 

 

 

᾿Εκκλησίας Καισαρείας τῆς Παλαιστίνης

 

Πιστεύομεν εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, τὸν ἁπάντων ὁρα­τῶν τε καὶ ἀοράτων ποιητήν.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν τοῦ Θεοῦ Λόγον, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, ζωὴν ἐκ ζωῆς, Υἱὸν μονογενῆ, πρωτότοκον πάσης κτίσεως, πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον, δι᾿ οὗ καὶ ἐγένετο τὰ πάντα· τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα καὶ ἐν ἀνθρώποις πολιτευσάμενον, καὶ παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα πρὸς τὸν Πατέρα, καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖ­ναι ζῶντας καὶ νεκρούς.

Πιστεύομεν καὶ εἰς ἓν Πνεῦμα ἅγιον.

Τούτων ἕκαστον εἶναι καὶ ὑπάρχειν πιστεύοντες, πατέρα ἀληθῶς πατέρα, καὶ υἱὸν ἀληθῶς υἱόν, καὶ πνεῦμα ἅγιον ἀληθῶς πνεῦμα ἅγιον, καθὼς καὶ ὁ Κύριος ἡμῶν ἀποστέλων εἰς τὸ κήρυγμα τοὺς ἑαυτοῦ μα­θητὰς εἶπε· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐ­τοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος».

 

[Περὶ τὸ 280]

 

 

᾿Εκκλησίας ᾿Αλεξάνδρειας

 

α.

Πιστεύω εἰς Θεὸν πατέρα παντοκράτορα· καὶ εἰς τὸν μονογενῆ αὐ­τοῦ Υἱόν, τὸν Κύριον ἡμῶν ᾿Ιησοῦν Χριστόν· καὶ εἰς τὸ Πνεῦμα τὸ ῞Αγι­ον· καὶ εἰς σαρκὸς ἀνάστασιν· καὶ <εἰς τὴν> ἁγίαν καθολικὴν ἐκκλησίαν.

 

[Περὶ τὸ 250;]

 

β.

 

Πιστεύω εἰς Πατέρα Κύριον.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ Θεοῦ μονογενῆ, γεννηθέντα ἐκ τοῦ ὄντος Πατρός, ἐπιδημήσαντα τῷ γένει τῶν ἀνθρώ­πων, σταυρωθέντα καὶ ἀποθανόντα, ἀναστάντα ἐκ νεκρῶν, ἀναληφθέν­τα ἐν οὐρανοῖς, καθήμενον ἐν δεξιᾷ τῆς μεγαλωσύνης.

῝Εν Πνεῦμα ἅγιον ὁμολογοῦμεν, τὸ κινῆσαν τούς τε τῆς Παλαιᾶς Διαθήκης ἁγίους ἀνθρώπους καὶ τοὺς τῆς Καινῆς παιδευτὰς θείους.

Εἰς μίαν καὶ μόνην καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν.

Εἰς τὴν ἐκ νεκρῶν ἀνάστασιν.

 

[Περὶ τὸ 320]

 

 

 

᾿Εκκλησίας ᾿Αντιοχείας

 

Τὸ κατωτέρω ἑλληνικὸν κείμενον παρατίθεται κατὰ τὴν ἀποκατάστασιν αὐτοῦ ὑπὸ τοῦ ᾿Ιωάννου Καρμίρη, Μνημεῖα δογμ. & συμβ. 1,67.

 

Πιστεύομεν εἰς ἕνα καὶ μόνον ἀληθινὸν Θεόν, πατέρα, παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν.

Καὶ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ καὶ πρωτότοκον πάσης κτίσεως, τὸν ἐξ αὐτοῦ [τοῦ Πατρὸς] γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, οὐ ποιηθέντα, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, ὁμοούσιον τῷ Πατρί, δι οὗ καὶ οἱ αἰῶνες κατηρτίσθησαν καὶ τὰ πάντα ἐγένετο· τὸν δι ἡμᾶς κατελθόντα καὶ γεννηθέντα ἐκ Μαρίας τῆς ἁγίας παρθένου* καὶ σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου, [καὶ] ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.

…καὶ εἰς ἁμαρτιῶν ἄφεσιν, καὶ [εἰς] νεκρῶν ἀνάστασιν, καὶ εἰς ζωὴν αἰώνιον.

 

* ῾Ετέρα γραφή· ἀειπαρθένου

 

[Περὶ τὸ 300]

 

 

 

᾿Εκκλησίας ῾Ρώμης

(ἐξ ἑλληνικῶν μεταφράσεων)

 

α.

Πιστεύεις εἰς Θεόν, πατέρα, παντοκράτορα;

Πιστεύεις εἰς Χριστὸν Ἰησοῦν, τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν γεννηθέντα διὰ πνεύματος ἁγίου ἐκ Μαρίας τῆς παρθένου, τὸν σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου καὶ ἀποθανόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ ζῶντα ἐκ νεκρῶν, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ Πατρός, <καὶ> ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς;

Πιστεύεις εἰς τὸ Πνεῦμα τὸ ἅγιον, εἰς ἁγίαν ἐκκλησίαν καὶ <εἰς> σαρκὸς ἀνάστασιν; *

 

* ῾Ετέρα γραφή· Πιστεύεις εἰς τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ;

 

[Περὶ τὸ 200]

 

 

β.

Πιστεύω εἰς Θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς.

Καὶ εἰς Ἰησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ τòν μονογενῆ, τòν Κύριον ἡμῶν, τὸν συλληφθέντα ἐκ Πνεύματος ἁγίου, γεννηθέντα ἐκ Μαρίας τῆς παρθένου, παθόντα ὑπὸ Ποντίου Πιλάτου, σταυρωθέντα, ἀποθανόντα, καὶ ταφέντα, κατελθόντα εἰς τὰ κατώτατα [ εἰς τὸν ᾅδην], τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα ἀπὸ τῶν νεκρῶν, ἀνελθόντα εἰς τοὺς οὐρανούς, καθε­ζόμενον ἐν δεξιᾷ τοῦ Θεοῦ Πατρὸς τοῦ παντοκράτορος [ παντοδυνά­μου], ἐκεῖθεν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.

Πιστεύω εἰς τὸ Πνεῦμα τὸ ἅγιον·

<Εἰς> ἁγίαν καθολικὴν ἐκκλησίαν, ἁγίων κοινωνίαν, ἄφεσιν ἁμαρτι­ῶν, σαρκὸς ἀνάστασιν καὶ ζωὴν αἰώνιον· ἀμήν.

 

[Περὶ τὸ 400]