ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) ῎Εκθεσις Πίστεως Γρηγορίου Νεοκαισαρείας

 

῎Εκθεσις Πίστεως Γρηγορίου Νεοκαισαρείας

 

Τ διωτικ σύμβολο Πίστεως τοῦ Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας τοῦ ἐπιλεγομέ­νου «θαυματουργοῦ» γράφτηκε γύρω στὸ 260-265, δηλαδὴ εἶναι ἀρχαιότερο ἀπὸ τὸ Σύμβολον Πίστεως τῆς 1ης οἰκουμενικῆς συνόδου. ῍Αν καὶ δὲν πρόκειται γιὰ πλῆρες δογματικὸ σύμβολο, ἐντούτοις εἶναι σημαντικὸ κείμενο, ἐπειδὴ συνετάγη ἀπὸ ἕναν «φιλοσο­φοῦντα ὠριγενιστή» (κατὰ τὸν χαρακτηρισμὸ τοῦ ᾿Ιωάννου Καρμίρη, Μνημεῖα δογμ. & συμβ. 1,67) καὶ διότι πρόκειται περὶ τριαδικῆς ὁμολογίας, ἡ ὁποία δὲν ἀποτελεῖται τόσο ἀπὸ ἁγιογραφικὲς ἐκφράσεις, ὅσο κυρίως ἀπὸ θεολογικὲς ῥήσεις δίκην φιλοσοφικῶν ὁρισμῶν. Παρὰ ταῦτα τὸ κείμενο μπορεῖ νὰ νοηθῇ ὀρθοδόξως, γι᾿ αὐτὸ καὶ μεταγενέστερα υἱοθετήθηκε ἀπὸ ὀρθοδόξους θεολόγους καὶ συγγραφεῖς, οἱ ὁποῖοι ἐνίοτε ἐνσωμάτωσαν τὴν ὁμολογία αὐτὴ σχεδὸν αὐτούσια στὰ συγγράμματά τους.

 

Ἔκθεσις Πίστεως κατὰ τὴν ἀποκάλυψιν

Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας

 

Εἷς Θεὸς, πατὴρ Λόγου ζῶντος, σοφίας ὑφεστώσης καὶ δυνάμεως καὶ χαρακτῆρος ἀϊδίου, τέλειος τελείου γεννήτωρ, πατὴρ υἱοῦ μονογε­νοῦς.

Εἷς Κύριος, μόνος ἐκ μόνου, Θεὸς ἐκ Θεοῦ, χαρακτὴρ καὶ εἰκὼν τῆς θεότητος, Λόγος ἐνεργός, σοφία τῆς τῶν ὅλων στάσεως περιεκτικὴ καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητική, υἱὸς ἀληθινὸς ἀληθινοῦ πατρός, ἀόρατος ἀοράτου καὶ ἄφθαρτος ἀφθάρτου καὶ ἀθάνατος ἀθανάτου καὶ ἀΐδιος ἀϊδίου.

Καὶ ἓν Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον καὶ δι᾿ Υἱοῦ πεφη­νός (δηλαδὴ τοῖς ἀνθρώποις), εἰκὼν τοῦ Υἱοῦ, τελείου τελεία, καὶ ζωὴ ζώντων αἰτία [πηγὴ ἁγία], ἁγιότης ἁγιασμοῦ χορηγός, ἐν ᾧ φανεροῦται Θεὸς ὁ πατὴρ ὁ ἐπὶ πάντων καὶ ἐν πᾶσι, καὶ Θεὸς ὁ Υἱὸς ὁ διὰ πάντων.

Τριὰς τελεία, δόξῃ καὶ ἀϊδιότητι καὶ βασιλείᾳ μὴ μεριζομένη μηδὲ ἀπαλλοτριουμένη. οὔτε οὖν κτιστόν τι ἢ δοῦλον ἐν τῇ Τριάδι οὔτε ἐπείσακτον, ὡς πρότερον μὲν οὐχ ὑπάρχον, ὕστερον δ' ἐπεισελθόν· οὔτε γὰρ ἐνέλιπέ ποτε υἱὸς πατρὶ οὔτε υἱῷ πνεῦμα· ἀλλ' ἄτρεπτος καὶ ἀναλλοίωτος ἡ αὐτὴ Τριὰς ἀεί.