ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) ῾Ομολογία περὶ τῆς ἁγίας τριάδος

 

῾Ομολογία περὶ τῆς ἁγίας τριάδος

 

ἤ τοι περὶ τῶν ἰδιοτήτων τῶν τριῶν

ὑποστάσεων τῆς ἀκαταλήπτου θεότητος

 

Πιστεύω εἰς ἕνα θεὸν ἐν τρισὶ προσώποις μεριζόμενον, πατέρα, φημί, καὶ υἱὸν καὶ ἅγιον Πνεῦμα· μεριζόμενον λέγω κατὰ τὸν τῆς ἰδιότητος λόγον, ἀμέριστον δὲ κατὰ τὴν οὐσίαν· καὶ ὅλη τριὰς ἡ αὐτή, καὶ ὅλη μονὰς ἡ αὐτή. μονὰς κατὰ τὴν οὐσίαν καὶ φύσιν καὶ μορφήν, τριὰς κατὰ τὴν ἰδιό­τητα καὶ ὀνομασίαν· ὀνομάζεται γὰρ ὁ μὲν πατήρ, ὁ δὲ υἱός, τὸ δὲ ἅγιον πνεῦμα.

῾Ο πατὴρ ἀγέννητος καὶ ἄναρχος· οὐ γάρ ἐστιν αὐτοῦ τι πρεσβύτερον· ἦν γὰρ ἐκεῖνος, καὶ πάντως ἦν θεός· ἄναρχος δέ, ὅτι μὴ ἔκ τινος ἔχει τὸ εἶναι ἢ ἐξ ἑαυτοῦ. πιστεύω δὲ ὅτι ὁ πατὴρ αἰτία ἐστὶν υἱοῦ καὶ πνεύματος, τοῦ μὲν υἱοῦ γεννητῶς, τοῦ δὲ ἁγίου πνεύματος ἐκπορευτῶς· μηδεμιᾶς διαστάσεως μηδὲ ἀλλοτριώσεως ἐν τούτοις θεωρουμένης ἢ μόνον τῆς διαφορᾶς τῶν ὑποστατικῶν ἰδιωμάτων. ὅτι ὁ μὲν πατὴρ γεννᾷ τὸν υἱὸν καὶ προβάλλει τὸ πνεῦμα τὸ ἅγιον· ὁ δὲ υἱὸς γεννᾶται ἐκ μόνου τοῦ πατρός· καὶ τὸ πνεῦμα τὸ ἅγιον ἐκπορεύεται ἐκ τοῦ πατρός. καὶ οὕτω μίαν ἀρχὴν πρεσβεύω καὶ ἓν αἴτιον ἐπιγινώσκω, τὸν πατέρα, υἱοῦ καὶ πνεύματος.

Λέγω δὲ τὸν υἱὸν ἀρχὴν ὑπέρχρονον καὶ ἀόριστον, οὐχ ὡς ἀρχὴν τῶν κτισμάτων, οἱονεὶ πρωτόκτιστον ὄντα, τὰ πρεσβεῖα τούτων ἐπιφερόμενον· ἄπαγε! τοῦτο τῆς ἀρειανῶν δυσσεβείας ἐστὶ παραλήρημα· ἐκεῖνος γὰρ ὁ δυσώνυμος ἐβλασφήμει κτίσμα τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον. ἐγὼ δὲ λέγω ἀρχὴν τὸν υἱὸν ἐκ τοῦ ἀνάρχου ὄντα, ἵνα μὴ παραδεχθῶσι δύο ἀρχαί. μετὰ τῆς ἀρχῆς δὲ ἐπὶ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον· ἐπειδὴ καὶ ἅμα καὶ ὁμοῦ τὸ εἶναι ἔχουσιν ἐκ πατρὸς ὅ τε υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὁ μὲν γεν­νητῶς, τὸ δὲ ἐκπορευτῶς, ὡς εἴρηται. καὶ οὔθ’ ὁ πατὴρ διῄρηται τοῦ υἱοῦ, οὔθ’ ὁ υἱὸς τοῦ πνεύματος, οὔτε τὸ πνεῦμα τὸ ἅγιον πατρὸς καὶ υἱοῦ· ἀλλ’ ὅλος ἐστὶν ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ ὅλος ὁ υἱὸς ἐν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ ὅλον τὸ πνεῦμα τὸ ἅγιον ἐν τῷ πατρὶ καὶ τῷ υἱῷ· ἥνωνται γὰρ διῃρημένως καὶ διῄρηνται ἡνωμένως.

Ὁμολογῶ δὲ ὅτι ὁ τοῦ θεοῦ Λόγος συναΐδιος τῷ πατρί, ὁ ὑπέρχρονος, ὁ ἀπερίληπτος, ὁ ἀπεριόριστος, κάτεισι μέχρι τῆς ἡμῶν φύσεως, καὶ ἄνθρω­πον τεταπεινωμένον καὶ ὅλον τὸν περιπεπτωκότα λαμβάνει ἐκ τῶν ἁγνῶν καὶ παρθενικῶν αἱμάτων τῆς μόνης παναμώμου καὶ καθαρᾶς παρθένου, ἵνα ὅλῳ τῷ κόσμω τὴν σωτηρίαν καὶ χάριν ἕνεκα τῆς ἰδίας εὐσπλαγχνίας χαρίσηται. καὶ γέγονεν ἡ καθ’ ὑπόστασιν τῶν φύσεων ἕνωσις, οὐ ταῖς κα­τὰ μικρὸν προσθήκαις τελειουμένου τοῦ βρέφους, οὐδὲ κατὰ φυρμὸν ἢ σύγ­χυσιν ἢ ἀνάκρασιν ἑνωθεισῶν τῶν συνεληλυθυιῶν φύσεων· οὐδὲ ὑπο­στάντος τοῦ ἀνθρώπου, ἐπιγενέσθαι τὸν Λόγον καὶ σχετικὴν γενέσθαι τὴν ἕνωσιν, κατὰ τὸν θεοστυγῆ καὶ ἰουδαιόφρονα Νεστόριον· οὐδὲ ἄνουν καὶ ἄψυχον, κατὰ τὸν ἄνουν ὄντως Ἀπολλινάριον· ἐκεῖνος γὰρ ἐλήρει ἀρκεῖν τὴν θεότητα ἀντὶ τοῦ νοός. ἐγὼ δὲ θεὸν τέλειον αὐτὸν ὁμολογῶ καὶ τέλει­ον ἄνθρωπον τὸν αὐτόν· ὃς ἅμα σὰρξ καὶ ἅμα θεοῦ Λόγος. σὰρξ ἔμψυχος λογικῇ τε καὶ νοερᾷ ψυχῇ, σῴζοντά τε πάντα τὰ τῆς αὑτοῦ θεότητος φυσι­κὰ αὐχήματα καὶ μετὰ τὴν ἕνωσιν, καὶ μὴ τραπέντα τὰ τῆς θεότητος αὑτοῦ ἢ τῆς ἀνθρωπότητος διὰ τὴν πρὸς τὸν Λόγον ἀκραιφνεστάτην συνάφειαν, φέροντα τὸν αὐτὸν μίαν ὑπόστασιν σύνθετον, δύο τὰς φύσεις καὶ ἐνερ­γείας, σῴζουσαν τὰ ἐξ ὧν καὶ ἐν οἷς ἦν ὁ αὐτὸς εἷς Ἰησοῦς Χριστὸς ὁ θεὸς ἡμῶν· ἔχοντά τε δύο θελήσεις φυσικάς, οὐ γνωμικάς. ἰστέον δὲ ὡς ἔπαθε μέν, ὡς θεός, λέγω, σαρκί· θεότητα παθητὴν ἢ παθοῦσαν σαρκί, οὐδαμῶς.

Ἔτι ὁμολογῶ αὐτὸν ἀναλαβεῖν πάντα τὰ ἡμέτερα ἀδιάβλητα πάθη, τὰ συνόντα τῆ φύσει ἡμῶν δίχα τῆς ἁμαρτίας, οἷον τὴν πεῖναν, τὴν δίψαν, τὸν κόπον, τὰ δάκρυα, καὶ τὰ τοιαῦτα, ἐνεργοῦντα δὲ ἐν αὐτῷ οὐκ ἠναγκασμέ­νως, ὥς περ καὶ ἐν ἡμῖν, ἀλλὰ τῆς ἀνθρωπίνης θελήσεως ἀκολουθούσης τῇ θείᾳ αὐτοῦ θελήσει· θέλων γὰρ ἐπείνασε, θέλων ἐδίψησε, θέλων ἐκοπίασε, θέλων ἀπέθανε. θνῄσκει τοίνυν τὸν ὑπὲρ ἡμῶν ἀπεκδεχόμενος θάνατον, ἀπαθοῦς μενούσης τῆς αὐτοῦ θεότητος· αὐτὸς γὰρ οὐχ ὑπέκειτο θανάτῳ, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου, ἀλλ’ ἵνα πάντας ἡμᾶς ἐξάξῃ τῆς παμφά­γου χειρὸς τοῦ θανάτου, καὶ τῷ οἰκείῳ αὐτοῦ αἵματι προσάξῃ τῷ οἰκείῳ πατρί, καὶ σώματι προσβαλὼν ὁ θάνατος ἀνθρωπίνῳ, δυνάμει θεότητος κα­ταρράσσεται, καὶ ἀνάγονται ἐκεῖθεν αἱ ἀπ’ αἰῶνος τῶν δικαίων πεπεδημέ­ναι ψυχαί.

Μετὰ δὲ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, τεσσαράκοντα ἡμέρας ἐν τῇ γῇ μετὰ τῶν μαθητῶν ἐπιφαινόμενος, ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθι­σεν ἐν τῇ δεξιᾷ τοῦ πατρός. δεξιὰν δὲ τοῦ πατρὸς λέγω οὐ τοπικὴν ἢ πε­ριγραπτήν· ἀλλὰ λέγω δεξιὰν τοῦ θεοῦ εἶναι τὴν ἄναρχον καὶ προαιώνιον δόξαν, ἣν ἔχων ὁ υἱὸς πρὸ τῆς ἐνανθρωπήσεως καὶ μετὰ τὴν ἐνανθρώπησιν ταύτην ἔσχηκε. συμπροσκυνεῖται γὰρ ἡ ἁγία αὐτοῦ σὰρξ τῇ αὐτοῦ θεότητι τιμίᾳ προσκυνήσει, οὐ προσθή­κην δεξαμένης τῆς ἁγίας τριάδος· μὴ γένοιτο! τριὰς γὰρ ἔμεινεν ἡ τριὰς καὶ μετὰ τὴν ἕνωσιν τοῦ μονογενοῦς, ἀχωρίστου μεινάσης τῆς ἁγίας αὐτοῦ σαρκός, καὶ ἔτι μετ’ αὐτοῦ μενούσης καὶ εἰς τὸν αἰῶνα. μετ’ αὐτῆς γὰρ ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκρούς, δικαίους τε καὶ ἀμαρτωλούς· καὶ τοῖς μὲν δικαίοις ἀποδώσων τὰ ἔργα τῆς ἀρετῆς καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, ἀνθ’ ὧν ἐνταῦθα ἐκοπίασαν· τοῖς δὲ ἁμαρτω­λοῖς αἰώνιον ἀνταμειψόμενος βάσανον καὶ τὸ τῆς γεέννης ἀτελεύτητον πῦρ· οὗ γένοιτο πάντας ἡμᾶς τὴν πεῖραν ἐκφυγεῖν, καὶ τῶν ἐπηγγελμένων καὶ ἀκηράτων ἐπιτυχεῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. ἀμήν.