ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) Κεφάλαια δογματικὰ περὶ τῆς θυσίας τοῦ Κυρίου

 

Κεφάλαια δογματικὰ

περὶ τῆς θυσίας τοῦ Κυρίου

 

᾿Εκ τῆς ἐν Κωνσταντινουπόλει συνόδου τοῦ 1157

 

Τοῖς λέγουσιν ὅτι τὴν ἐν τῷ καιρῷ τοῦ κοσμοσωτηρίου πά­θους τοῦ Κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσα­χθεῖ­σαν ὑπὲρ τῆς ἡμῶν σωτηρίας παρ' αὐτοῦ θυσίαν τοῦ τιμίου αὐτοῦ σώ­μα­τός τε καὶ αἵμα­τος, ὡς ἀρχιερέως, κατὰ τὸ ἀνθρώπινον, δι' ἡμᾶς χρηματί­σαν­τος, ὅτι περ ὁ αὐτὸς καὶ θεὸς καὶ θύτης καὶ θῦμα, κατὰ τὸν πολὺν ἐν θεολογίᾳ Γρηγόριον, προσήγαγε μὲν αὐτὸς τῷ θεῷ καὶ πατρί, οὐ προσε­δέ­ξατο δὲ ὡς θεὸς μετὰ τοῦ πατρός, αὐτός τε ὁ μονογενὴς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς διὰ τούτων ἀποξενοῦσιν αὐτόν τε τὸν θεὸν Λόγον καὶ τὸ ὁμο­ού­σιον καὶ ὁμόδοξον τούτου παράκλητον πνεῦμα τῆς θεοπρεποῦς ὁμο­τιμίας τε καὶ ἀξίας, ἀνάθεμα.

Τοῖς τὴν καθ' ἑκάστην προσαγομένην θυσίαν ὑπὸ τῶν παρα­λα­βόντων ἀπὸ Χριστοῦ τὴν τῶν θείων μυστηρίων ἱερουργίαν, μὴ δεχο­μένοις τῇ ἁγίᾳ τριάδι προσάγεσθαι, ὡς ἀντιφθεγγομένοις ἐντεῦθεν τοῖς ἱεροῖς καὶ θείοις πατράσι Βασιλείῳ τε καὶ Χρυσορρήμονι, οἷς συμφωνοῦσι καὶ οἱ λοιποὶ θεοφόροι πατέρες ἐν τοῖς οἰκείοις λόγοις τε καὶ συγγράμ­μα­σιν, ἀνάθεμα.

 

᾿Εκ τῆς ἐν Κωνσταντινουπόλει συνόδου τοῦ 1199

 

Τοῖς ἀκούουσι μὲν τοῦ σωτῆρος περὶ τῆς παρ' αὐτοῦ παρα­δοθείσης τῶν θείων μυστηρίων ἱερουργίας λέγοντος· «Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», μὴ ἐκλαμβανομένοις δὲ ὀρθῶς τὴν ἀνάμνησιν, ἀλλὰ τολ­μῶσι λέγειν ὅτι καινίζει φανταστικῶς καὶ εἰκονικῶς τὴν ἐπὶ τοῦ τιμίου σταυ­ροῦ παρὰ τοῦ σωτῆρος ἡμῶν προσαχθεῖσαν θυσίαν τοῦ ἰδίου σώματός τε καὶ αἵματος, εἰς κοινὸν τῆς ἀνθρωπίνης φύσεως λύτρον τε καὶ ἐξίλασμα, ἡ καθ' ἑκάστην προσαγομένη θυσία παρὰ τῶν τὰ θεῖα ἱερουργούντων μυ­στήρια, καθὼς ὁ σωτὴρ ἡμῶν καὶ δεσπότης τῶν ὅλων παρέδωκε· καὶ διὰ τοῦτο ἄλλην εἶναι ταύτην παρὰ τὴν ἐξ ἀρχῆς τῷ σωτῆρι τετελεσμένην εἰσά­γουσι καὶ πρὸς ἐκείνην φανταστικῶς καὶ εἰκονικῶς ἀναφερομένην, ὡς κενοῦσι τὸ τῆς φρικτῆς καὶ θείας ἱερουργίας μυστήριον, δι' οὗ τὸν τῆς μελ­λούσης ζωῆς ἀρραβῶνα λαμβάνομεν, καὶ ταῦτα τοῦ θείου πατρὸς ἡμῶν Ἰ­ωάννου τοῦ χρυσορρήμονος διατρανοῦντος τῆς θυσίας τὸ ἀπαράλλακτον καὶ μίαν καὶ τὴν αὐτὴν εἶναι φάσκοντος ἐν πολλαῖς τῶν τοῦ μεγάλου Παύ­λου ῥητῶν ἐξηγήσεσιν, ἀνάθεμα.

Τοῖς τὰς χρονικὰς διαστάσεις ἐπὶ τῆς καταλλαγῆς τῆς ἀνθρω­πί­νης φύσεως πρὸς τὴν θείαν καὶ μακαρίαν φύσιν τῆς ζωαρχικῆς καὶ πανα­κηρά­του τριάδος ἐπινοοῦσι καὶ παρεισάγουσι, καὶ πρότερον μὲν τῷ μο­νογενεῖ Λόγῳ νομοθετοῦσιν ἐξ αὐτῆς κατηλλάχθαι ἡμᾶς τῆς προσλήψεως, ὕστερον δὲ τῷ θεῷ καὶ πατρὶ κατὰ τὸ σωτήριον πάθος τοῦ σωτῆρος Χριστοῦ, καὶ διαιροῦσι τὰ ἀδιαίρετα, τῶν θείων καὶ μακαρίων πατέρων διὰ τοῦ τῆς οἰ­κονομίας μυστηρίου παντὸς καταλλάξαι ἡμᾶς ἑαυτῷ τὸν μονογενῆ διδα­σκόντων, δι’ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ τῷ θεῷ καὶ πατρί, ἀκολούθως δὲ πάντως καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, ὡς καινῶν καὶ ἐκφύλων ἐφευρεταῖς, ἀνάθεμα.