ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) ῾Ομολογία Πίστεως Φωτίου πατριάρχου τοῦ μεγάλου

 

῾Ομολογία Πίστεως

Φωτίου πατριάρχου τοῦ μεγάλου

 

᾿Εκ τῶν ἐνθρονιαστικῶν ἐπιστολῶν αὐτοῦ, ἀποσταλεισῶν τῷ 859.

 

[11] Πιστεύω τοιγαροῦν εἰς ἕνα θεόν, τέλειον, τελειοποιόν, πατέρα υἱὸν καὶ πνεῦμα ἅγιον, οὐ κατατέμνων τῇ τῶν ὑποστάσεων ἑτερότητι καὶ τὴν φύσιν· ἐκτεμνέσθω γὰρ ἡ τοῦ Ἀρείου κατατομή· ἀλλὰ τῇ ταυτότητι τῆς φύ­σεως τὴν τῶν ὑποστάσεων διαφορὰν δοξάζω· συναναιρείσθω γὰρ παρα­πλησίως καὶ ἡ τοῦ Σαβελλίου συναίρεσις. τριάδα παναγίαν, παντουργόν, παντοδύναμον, συνάναρχον μὲν αὐτὴν ἑαυτῇ ὡς χρονικῆς ἁπάσης ἀρχῆς ὑπεράναρχον, ἀρχῆς δὲ καὶ αἰτίου λόγον ἐν αὐτῇ τοῦ πατρὸς ἀναπληροῦν­τος. οὕτω γὰρ καὶ τῆς χρονικῆς ἐννοίας ὁμοτίμως ἡ τριὰς ὑπεριδρυθήσεται καὶ τῆς αὐτῆς οὐσίας τῷ πατρί, ἐξ  οὗ περ ὁ μὲν ἀρρεύστως καὶ ἀρρήτως γεγέννηται, τὸ δὲ ἐκπεπόρευται, θεολογικῶς ὑμνολογηθήσεται. τριάδα παναγίαν, ὑπερούσιον οὐσίαν, τὸ μὲν ὅτι πάσης οὐσίας θεοπρεπῶς ὑπερα­ναβέβηκε, τὸ δὲ ὅτι πᾶσι τοῖς οὖσιν αὐτόθεν ἡ μετοχὴ τοῦ εἶναι. ὑπεράγα­θον ἀγαθότητα, τὸ μὲν ὅτι πηγὴ ἀγαθότητος, τὸ δὲ ὅτι τοῖς ἀγαθοῖς ἐκεῖθεν τὸ ἀγαθύνεσθαι. τοῦτο ἡμῖν, ὡς ἐν βραχέσιν, ἡ τῆς καθ᾿ ἡμᾶς θεολογίας ἀδιάβλητος μυσταγωγία.

[12] Τὸν δὲ υἱὸν καὶ Λόγον τοῦ θεοῦ καὶ πατρὸς ἐπ᾿ ἐσχάτων τῶν ἡμε­ρῶν ἐκ τῆς ἀειπαρθένου καὶ ὑπερενδόξου δεσποίνης ἡμῶν θεοτόκου προ­ελθεῖν μετὰ σαρκὸς ἐψυχωμένης ψυχῇ νοερᾷ τε καὶ λογικῇ, τουτέστι τέλει­ον ἄνθρωπον ἀνειληφέναι, καὶ ἀληθείᾳ, ἀλλὰ μὴ κατὰ φαντασίαν· οὐ προσωπικῶς, οὐδέ τινα τῶν καθ᾿ ἕκαστα εἰδικῷ καὶ ἀφωρισμένῳ χαρακτῆ­ρι περιοριζόμενον, ἀλλ᾿ ὅλον τὸν ἄνθρωπον, ὃν καὶ ἐν τῇ αὐτοῦ ἀτομώσαν­τά τε ὑποστάσει, καὶ ὑποστήσαντα σῶσαι τὸ ἀνθρώπινον γένος, σεσωσμέ­νας τε ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς Χριστοῦ τὰς φύσεις θεότητος καὶ ἀνθρωπό­τητος, ἡνωμένας μὲν τῇ καθ᾿ ὑπόστασιν ἑνώσει, ἀλλ᾿ οὐ πεφυρμένας τῇ κατ᾿ οὐσίαν ἀλλοιώσει· μίαν μὲν ὑπόστασιν Χριστοῦ, δύο δὲ φύσεις· καὶ ἑκατέ­ρᾳ αὐτῶν τὸ ἴδιον ἀπονέμω θέλημα. δύο γὰρ θελήματα ἐπὶ Χριστοῦ ἀμεί­ωτα, ὅτι καὶ δύο ἐνέργειαι. τὸν αὐτὸν παθητὸν καὶ ἀπαθῆ, φθαρτὸν καὶ ἄφθαρτον, τὰ μὲν οἰκειούμενος τῇ θεότητι, τὰ δὲ προσάπτων τῇ ἀνθρωπό­τητι. [13] σταυρωθέντα ἑκουσίως ὑπὲρ ἡμῶν καὶ πρόξενον ἡμῖν τῆς τοῦ θα­νάτου καταλύσεως τὸν τίμιον σταυρὸν καὶ προσκυνητὸν παρασχόμενον. ταφέντα τε τὸν αὐτὸν καὶ νεκροῖς συναριθμηθέντα· καὶ τριήμερον κατὰ τὴν αὐτοῦ θεόφθεγκτον φωνὴν ἐκ τῶν νεκρῶν ἀναστάντα· καὶ τοῖς μαθηταῖς ὀφθέντα, καὶ τῷ συμφαγεῖν αὐτοῖς καὶ συμπιεῖν πᾶσαν ἀμφιβολίαν καὶ φαντασίας ὑπόληψιν τέλεον αὐτὸν ἀπεσκευακότα. εἶτα καὶ ἀναληφθέντα μετὰ τοῦ προσλήμματος, ἤγουν μετὰ τῆς ἐψυχωμένης ψυχῇ νοερᾷ τε καὶ λογικῇ οἰκείας αὐτοῦ σαρκός, καὶ πάλιν ὡσαύτως ἐρχόμενον εἰς τὸ κρίναι ζῶντας καὶ νεκρούς· οὕτω γάρ φησι τὸ ἱερὸν λόγιον· «Ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν».

[14] Οὕτω φρονῶν καὶ διομολογῶν ἀπαρατρέπτως τὴν ἐν τῇ καθολικῇ τε καὶ ἀποστολικῇ τε ἐκκλησίᾳ ἐφιδρυμένην τε καὶ κηρυσσομένην πίστιν, τὰς ἁγίας καὶ οἰκουμενικὰς ἑπτὰ συνόδους ἀποδέχομαι. τὴν μὲν πρώτην ἅτε δὴ Ἄρειον καὶ τοὺς ὁμοφρονοῦντας αὐτῷ ἅμα τῇ βδελυκτῇ αὐτῶν κτι­σματολατρίᾳ διαρρήξασάν τε καὶ καθελοῦσαν. [15] τὴν δὲ δευτέραν ὡς τὸν φρενοβλαβῆ Μακεδόνιον τῆς ἐκκλησιαστικῆς χοροστασίας ἐξοστρακίσασάν τε καὶ ἐκτεμοῦσαν, Ἀρείῳ παραπλησίαν τὴν μανίαν ἐκμεμηνότα· ἐν κτί­σμασι γὰρ καὶ οὗτος τὸ πανάγιον καὶ παντουργὸν τιθεὶς πνεῦμα κτισματο­λατρεῖν οὐκ ᾐσχύνετο. [16] ἀλλά γε δὴ καὶ τὴν τρίτην καθαιρέτιν οὖσαν τοῦ δυσσεβοῦς Νεστορίου καὶ τῆς αὐτῷ καινοποιηθείσης θεοστυγοῦς δεισι­δαιμονίας· οὗτος γὰρ τὸν ἀδιαιρέτως καὶ καθ᾿ ὑπόστασιν ἑνωθέντα τῷ θεῷ Λόγῳ ὁλικὸν ἄνθρωπον τολμηρῶς καὶ ἀφρόνως τῆς θεϊκῆς τοῦ Λόγου δια­σπῶν ὑποστάσεως, ἰδιοϋπόστατον αὐτὸν ἐτερατολόγει τε καὶ ἐφαντάζε­το. δι᾿ ὃ καὶ ψιλὸν ἄνθρωπον τὸν σαρκὶ ἐπιφανέντα υἱὸν καὶ Λόγον τοῦ θεοῦ ὀνειρώξας, ἀκολούθως ὁ τρισάθλιος καλεῖν τὴν παναγίαν θεοτόκον κυρίως ἀπηρνήσατο. [17] τὴν δὲ τετάρτην ὡς τὸν δυστυχῆ Εὐτυχῆ καὶ Διόσ­κορον τὸν ἀλάστορα καταρράξασαν καὶ ἀναθεματίσασαν μετὰ τῆς φαντα­σιώδους αὐτῶν φρενοβλαβείας καὶ πάσης αὐτῶν τῆς συμμορίας· τὴν γὰρ τοῦ Κυρί­ου σάρκα μὴ εἶναι ἡμῖν ὁμοουσιον ἐληρῴδουν, ἀλλ᾿ ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν γενέσθαι, εἰς μίαν δὲ μετὰ τὴν ἕνωσιν συναναλωθῆναι φύσιν μηδε­τέρας ἀποσῴζουσαν τὰ ἰδιώματα μήτε τῆς θεϊκῆς μήτε μὴν τῆς ἀνθρωπί­νης. [18] καὶ τὴν πέμπτην δὲ ὡς ἐκτεμοῦσάν τε καὶ ἀποτεφρώσα­σαν τέλεον τὰ ἐπ᾿ ὀλέθρῳ τῶν γεγεννηκότων ἀναρριπιζόμενα μιαρὰ δόγμα­τά τε καὶ κυήματα τοῦ δυσσεβοῦς Νεστορίου τοῦ τῆς βασιλίδος ἀθέως ἱεραρχήσαν­τος, καὶ Θεοδώρου τοῦ Μοψουεστίας ἀθεώτερον ἐπισκοπήσαν­τος· αὐτούς τε καὶ πάντας τοὺς τὴν αὐτὴν αὐτοῖς ματαιοφροσύνην ἐκνοσή­σαντας· οὐ μὴν ἀλλά γε δὴ καὶ ὡς διασπάσασάν τε καὶ ἐκθερίσασαν Ὠρι­γένη, Δίδυ­μον, Εὐάγριον, ἑλληνόφρονι λογισμῷ καὶ ἀσυνέτῳ γνώμῃ εἰς ἔσχατον βυθὸν ἀθεότητος ἐμπεπτωκότας. βαθμοὺς γὰρ καὶ ὑποβάσεις θεό­τητος ἀναπλά­σαντες, καὶ ψυχῶν προϋπάρξεις, καὶ τῆς πρὸς τὸ θεῖον αὐτῶν νεύσεως ἀπορροίας τε καὶ ἀποπτώσεις ἐν ἑαυτοῖς ὑποστήσαντες, εἰς διά­φορά τε καὶ πολυειδῆ σώματα μεταγγίζοντες ταύτας καὶ μεταβάλλοντες, καὶ τέλος κολάσεων καὶ δαιμόνων ἀποκατάστασιν, –τὸ δὴ λεγόμενον «ἀπὸ κοιλίας ἐρευγόμενοι»– ἀθυροστόμως ἐμυθολόγησαν καὶ ἐρραψῴδησαν. [19] ἀλλὰ καὶ τὴν ἕκτην ὡς ἀπορρίψασάν τε καὶ κατασπάσασαν τοὺς ἀμφὶ ῾Ονώριον καὶ Σέργιον καὶ Μακάριον, τοὺς τερατολόγους καὶ παράφρονας, ἅμα δ᾿ αὐτοῖς καὶ τοὺς τὴν αὐτῶν δυσσέβειαν ἀκρατῶς ἐναπομαξαμένους μετὰ τῆς ἐκφύλου καὶ ἀλλοκότου αὐτῶν πλασματολογίας· ἓν γὰρ θέλημα καὶ μίαν ἐνέργειαν τῷ ἐκ δύο ἀπαρατρέπτων φύσεων πεφυκότι Χριστῷ τῷ Θεῷ ἡμῶν κακῶς οἱ δείλαιοι ἐπεγράφοντο. [21] ἔτι δὲ καὶ τὴν ἐν Νικαίᾳ τὸ δεύτερον ἱερὰν καὶ μεγάλην σύνοδον τοὺς εἰκονομάχους καὶ διὰ τοῦτο χρι­στομάχους καὶ ἁγιοκατηγόρους ἀποσκυβαλίσασάν τε καὶ καταβαλοῦσαν, σὺν αὐτοῖς δὲ καὶ τὴν βδελυκτὴν καὶ μανιχαϊκὴν αὐτῶν αἵρεσιν· τὸ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμοούσιον ἡμῖν ἅγιον σῶμα γράφειν εἰκονι­κῶς ἐμυσάττοντο, τὸ ἄγραπτον καὶ ἀπερίγραπτον αὐτοῦ καταβακχεύοντες, καὶ διὰ τοῦτο μὴ εἶναι ἡμῖν ὁμοούσιον μανικῶς συμπεραίνοντες.

[22] Ταύτας οὖν τὰς ἁγίας καὶ οἰκουμενικὰς ἑπτὰ συνόδους ἀποδέχο­μαι ἀναθεματίζων μὲν οὓς ἀνεθεμάτισαν, κατασπαζόμενος δὲ καὶ μεγαλύ­νων οὓς ἐπευφήμησαν. αὕτη μου ἡ τῆς πίστεως καὶ τῶν εἰς ταύτην ἀνη­κόντων καὶ περὶ αὐτὴν ὑφισταμένων ὁμολογία, καὶ ἐν ταύτῃ ἡ ἐλπίς, οὐκ ἐμοὶ δὲ μόνον, ἀλλὰ καὶ πᾶσιν ὅσοις εὐσεβεῖν μεμελέτηται καὶ τῆς καθα­ρᾶς καὶ ἀκιβδήλου δόξης τῶν χριστιανῶν θεῖος ἔρως προσπέφυκεν ἔχεσθαι.

[23] Ταύτην οὖν ἡμῶν τὴν ἔγγραφον τῆς Πίστεως ὁμολογίαν ὑποστή­σαν­τες καὶ τῇ ὑμῶν πανιέρῳ ἱερότητι τὰ καθ᾿ ἡμᾶς ὡς ἐν πίνακι διαχαράττοντες τοῖς λόγοις ἀνιστορήσαντες, ὅπερ δὴ πολλάκις ᾐτησάμεθα, τῶν ὑμετέρων ἐπιδεόμεθα προσευχῶν...