ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) ῾Ομολογία Πίστεως Κυρίλλου ᾿Αλεξανδρείας (433)

 

῾Ομολογία Πίστεως Κυρίλλου ᾿Αλεξανδρείας

 

᾿Αποσπάσματα ἐκ τῆς ἐπιστολῆς αὐτοῦ

πρὸς ᾿Ιωάννην ἐπίσκοπον ᾿Αντιοχείας

 

Τῷ κυρίῳ μου ἀγαπητῷ ἀδελφῷ καὶ συλλειτουργῷ Ἰωάννῃ, Κύριλλος, ἐν Κυρίῳ χαίρειν.

«Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ»· λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ πέπαυται τὸ λυποῦν καὶ διχονοίας ἁπάσης ἀνῄρηται τρόπος, τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ ταῖς ἑαυτοῦ ἐκκλησί­αις τὴν εἰρήνην βραβεύοντος...

[...]

Ὅτι δὲ περιττὴ παντελῶς καὶ οὐκ εὐάφορμος ἡ τῶν ἐκκλησιῶν διχο­στασία γέγονε, νυνὶ μάλιστα πεπληροφορήμεθα, τοῦ κυρίου μου τοῦ εὐσε­βεστάτου Παύλου ἐπισκόπου χάρτην προκομίσαντος ἀδιάβλητον ἔχοντα τῆς πίστεως τὴν ὁμολογίαν, καὶ ταύτην συντετά­χθαι διαβεβαιουμένου παρά τε τῆς σῆς ὁσιότητος καὶ τῶν αὐτόθι θεοφιλε­στάτων ἐπισκόπων. ἔχει δὲ οὕτως ἡ συγγραφή, καὶ αὐταῖς λέξεσιν ἐντέθει­ται τῇδε ἡμῶν τῇ ἐπιστολῇ·

Περὶ δὲ τῆς θεοτόκου παρθένου ὅπως καὶ φρονοῦμεν καὶ λέγομεν, τοῦ τε τρόπου τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, ἀναγκαίως, οὐκ ἐν προσθήκης μέρει, ἀλλ’ ἐν πληροφορίας εἴδει, ὡς ἄνω­θεν ἔκ τε τῶν θείων Γραφῶν ἔκ τε τῆς παραδόσεως τῶν ἁγίων πατέρων παρειληφότες ἐσχήκαμεν, διὰ βραχέων ἐροῦμεν, οὐδὲν τὸ σύνολον προσ­τιθέντες τῇ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ ἐκτεθείσῃ πίστει. ὡς γὰρ ἔφθημεν εἰρηκότες, πρὸς πᾶσαν ἐξαρκεῖ καὶ εὐσεβείας γνῶσιν καὶ πάσης αἱρετικῆς κακοδοξίας ἀποκήρυξιν. ἐροῦμεν δὲ οὐ κατατολμῶν­τες τῶν ἀνεφίκτων, ἀλλὰ τῇ ὁμολογίᾳ τῆς οἰκείας ἀσθενείας ἀποκλείοντες τοῖς ἐπιφύεσθαι βουλομένοις, ἐν οἷς τὰ ὑπὲρ ἄνθρωπον διασκεπτόμεθα.

Ὁμολογοῦμεν τοιγαροῦν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς λο­γικῆς καὶ σώματος· πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς παρθένου κατὰ τὴν ἀνθρωπότητα· ὁμοούσιον τῷ Πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα· δύο γὰρ φύσεων ἕνωσις γέγονεν· δι᾿ ὃ ἕνα Χρι­στόν, ἕνα υἱὸν, ἕνα Κύριον ὁμολογοῦμεν. κατὰ ταύτην τὴν τῆς ἀσυγχύ­του ἑνώσεως ἔννοιαν ὁμολογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον διὰ τὸ τὸν θεὸν Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ ἐξ αὐτῆς τῆς συλλή­ψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ Κυρίου φωνάς, ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ’ ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων· καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα αὐτοῦ παραδιδόντας.

Ταύταις ὑμῶν ἐντυχόντες ταῖς ἱεραῖς φωναῖς, οὕτω τε καὶ ἑαυτοὺς φρο­νοῦντας εὑρίσκοντες –εἷς γὰρ Κύριος, μία πί­στις, ἓν βάπτισμα–, ἐδοξάσαμεν τὸν τῶν ὅλων σωτῆρα Θεόν, ἀλλήλοις συγ­χαίροντες, ὅτι ταῖς θεοπνεύστοις Γραφαῖς καὶ τῇ παραδόσει τῶν ἁγίων ἡμῶν πατέρων, συμβαίνουσαν ἔχουσι πίστιν αἵ τε παρ’ ἡμῖν καὶ αἱ παρ’ ὑμῖν ἐκκλησίαι. ἐπειδὴ δὲ ἐπυθόμην τῶν φιλοψογεῖν εἰωθότων τινὰς σφη­κῶν ἀγρίων δίκην περιβομβεῖν καὶ μοχθηροὺς ἐρεύγεσθαι κατ’ ἐμοῦ λό­γους, ὡς ἐξ οὐρανοῦ κατακομισθὲν καὶ οὐκ ἐκ τῆς ἁγίας παρθένου λέγον­τος τὸ ἅγιον σῶμα Χριστοῦ, δεῖν ᾠήθην ὀλίγα περὶ τούτου πρὸς αὐτοὺς εἰ­πεῖν.

Ὦ ἀνόητοι, καὶ μόνον εἰδότες τὸ συκοφαντεῖν, πῶς εἰς τοῦτο παρηνέ­χθητε γνώμης καὶ τοσαύτην νενοσήκατε τὴν μωρίαν; ἔδει γάρ, ἔδει σαφῶς ἐννοεῖν, ὅτι σχεδὸν ἅπας ἡμῖν ὁ περὶ τῆς πίστεως ἀγὼν συγκεκρότηται δια­βεβαιουμένοις ὅτι θεοτόκος ἐστὶν ἡ ἁγία παρθένος. ἀλλ’ εἴ περ ἐξ οὐρα­νοῦ καὶ οὐκ ἐξ αὐτῆς τὸ ἅγιον σῶμα γεγενῆσθαί φαμεν τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ, πῶς ἂν ἔτι νοοῖτο θεοτόκος; τίνα γὰρ ὅλως τέτοκεν, εἰ μή ἐστιν ἀληθές, ὅτι γεγέννηκε κατὰ σάρκα τὸν Ἐμμανουήλ; γελάσθωσαν τοίνυν οἱ ταῦτα περὶ ἐμοῦ πεφλυαρηκότες. οὐ γὰρ ψεύδεται λέγων ὁ μακάριος προφήτης ᾿Ησαΐας· «᾿Ιδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός». ἀληθεύει δὲ πάντως καὶ ὁ ἅγιος Γαβριὴλ πρὸς τὴν μακαρίαν παρθένον εἰπών· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν».

Ὅταν δὲ λέγωμεν ἐξ οὐρανοῦ καὶ ἄνωθεν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, οὐχ ὡς ἄνωθεν καὶ ἐξ οὐρανοῦ κατενεχθείσης τῆς ἁγίας αὐτοῦ σαρκὸς τοιαῦτά φαμεν, ἑπόμενοι δὲ μᾶλλον τῷ θεσπεσίῳ Παύλῳ διακε­κραγότι σαφῶς· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος (ὁ Κύριος) ἐξ οὐρανοῦ». μεμνήμεθα δὲ καὶ αὐτοῦ τοῦ σωτῆρος λέγοντος· «Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου»· καί τοι γεγέννηται κατὰ σάρκα, καθ᾿ ἅ περ ἔφην ἀρτίως, ἐκ τῆς ἁγίας παρθένου. ἐπειδὴ δὲ ὁ ἄνωθεν καὶ ἐξ οὐρανοῦ κατα­φοιτήσας θεὸς Λόγος κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ κεχρη­μάτικεν υἱὸς ἀνθρώπου, μετὰ τοῦ μεῖναι ὃ ἦν, τοῦτ ἔστι θεός –ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστίν–, ὡς εἷς ἤδη νοούμενος μετὰ τῆς ἰδίας σαρκός, ἐξ οὐρανοῦ λέγεται κατελθεῖν· ὠνόμασται δὲ καὶ ἄνθρωπος ἐξ οὐρανοῦ, τέλειος ὢν ἐν θεότητι καὶ τέλειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος· εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται διαφορά, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσιν πεπρᾶχθαί φαμεν.

Τοὺς δὲ λέγοντας ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἐγένετο τοῦ θεοῦ Λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω ἡ σὴ ὁσιότης ἐπιστομίζειν· εἰκὸς γάρ τινας καὶ ταῦτα περὶ ἐμοῦ θρυλεῖν ὡς ἢ πεφρονηκότος ἢ εἰρηκότος. ἐγὼ δὲ τοσοῦτον ἀφέστηκα τοῦ φρονῆσαί τι τοιοῦτον, ὥστε καὶ μαίνεσθαι νομί­ζω τοὺς οἰηθέντας ὅλως ὅτι τροπῆς ἀποσκίασμα περὶ τὴν τοῦ θεοῦ Λόγου φύσιν συμβῆναι δύναται· μένει γὰρ ὅ ἐστιν ἀεὶ καὶ οὐκ ἠλλοίωται· ἀλλ’ οὐδ’ ἂν ἀλλοιωθείη πώποτε καὶ μεταβολῆς ἔσται δεκτική. ἀπαθῆ δὲ πρὸς τούτῳ τὸν τοῦ θεοῦ Λόγον ὑπάρχειν ὁμολογοῦμεν ἅπαντες, κἂν εἰ πανσό­φως αὐτὸς οἰκονομῶν τὸ μυστήριον, ἑαυτῷ προσνέμων ὁρῷτο τὰ τῇ ἰδίᾳ σαρκὶ συμβεβηκότα πάθη. ταύτῃ τοι καὶ ὁ πάνσοφος Πέτρος, Χριστοῦ οὖν, φησί, παθόντος ὑπὲρ ἡμῶν σαρκί, καὶ οὐχὶ τῇ φύσει τῆς ἀρρήτου θεότητος. ἵνα γὰρ αὐτὸς ὁ τῶν ὅλων σωτὴρ εἶναι πιστεύηται, κατ’ οἰκείωσιν οἰκονο­μικὴν εἰς ἑαυτόν, ὡς ἔφην, τὰ τῆς ἰδίας σαρκὸς ἀναφέρει πάθη· ὁποῖόν ἐστι τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς προαναφωνούμενον ὡς ἐξ αὐτοῦ· «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων».

[...] Κατ’ οὐδένα δὲ τρόπον σαλεύεσθαι παρά τινων ἀνεχόμεθα τὴν ὁρισθεῖσαν Πίστιν, ἤ τοι τὸ τῆς Πίστεως Σύμβολον, παρὰ τῶν ἁγίων ἡμῶν πατέρων τῶν ἐν Νικαίᾳ συνελθόντων κατὰ καιρούς, οὔτε μὴν ἐπιτρέπομεν ἑαυτοῖς ἢ ἑτέροις ἢ λέξιν ἀμεῖψαι τῶν ἐγκειμένων ἐκεῖσε ἢ μίαν γοῦν παραβῆναι συλλαβήν, μεμνημένοι τοῦ λέγοντος· «Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου»· οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ καὶ πατρός, ὃ ἐκπορεύεται μὲν ἐξ αὐτοῦ, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ υἱοῦ κατὰ τὸν τῆς οὐσίας λόγον. Καὶ πρός γε τοῦτο ἡμᾶς οἱ τῶν ἁγίων μυσταγωγῶν πιστοῦνται λόγοι· ἐν μὲν γὰρ ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται· «Ἐλθόντες δὲ κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα Ἰησοῦ»· ἐπιστέλλει δὲ καὶ ὁ θεσπέσιος Παῦλος· «Οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται· ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκί, ἀλλ’ ἐν πνεύματι, εἴ περ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν· εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ».

[...]

 

(ἀπριλίῳ 433)