ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) ᾿Αποφάσεις τῆς συνόδου τοῦ ᾿Ιλλυρικοῦ

 

᾿Αποφάσεις τῆς συνόδου τοῦ ᾿Ιλλυρικοῦ

 

 

᾿Αποσπάσματα ἐκ τοῦ συνοδικοῦ τῆς ἐν τῷ Ἰλλυρικῷ

συναθροισθείσης συνόδου περὶ τῆς πίστεως

 

Οἱ ἐπίσκοποι τοῦ Ἰλλυρικοῦ ταῖς ἐκκλησίαις τοῦ θεοῦ καὶ ἐπισκόποις διοικήσεως Ἀσιανῆς, Φρυγίας, Καροφρυγίας, Πακατιανῆς, ἐν Κυρίῳ χαί­ρειν.

Συνελθόντων ἡμῶν ἐπὶ τὸ αὐτὸ καὶ ζητήσεως πολλῆς γενομένης περὶ τοῦ σωτηρίου λόγου, ἀπεδείξαμεν ὁμοούσιον εἶναι τὴν τριάδα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. [...]

Οἱ γὰρ μὴ ὁμοούσιον τὴν τριάδα κηρύττοντες ἀνάθεμα ἔστωσαν, καὶ εἴ τις τούτοις φωραθείη κοινωνῶν, ἀνάθεμα ἔστω· τοῖς δὲ κηρύττουσιν ὁμοού­σιον τὴν τριάδα ἡ βασιλεία τῶν οὐρανῶν ἡτοίμασται. παρακαλοῦμεν οὖν ὑμᾶς, ἀδελφοί, μὴ ἑτεροδιδασκαλεῖν, μὴ ἑτεροκαινοδοξεῖν, ἀλλ᾿ ὁμοούσιον ἀεὶ καὶ διὰ παντὸς κηρύττοντες τὴν τριάδα δυνηθῆτε κληρονομῆσαι τὴν τοῦ θεοῦ βασιλείαν. [...]

...῾Η ἁγία τριὰς ἡ ὁμοούσιος τῷ θεῷ καὶ πατρὶ σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι ἡγίασται, δεδόξασται, πεφανέρωται· πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρί, σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας. φανερωθέντος γὰρ τούτου, φανερῶς δυνησόμε­θα τὴν ἁγίαν τριάδα ὁμολογεῖν ὁμοούσιον, κατὰ τὴν πάλαι ἐκτε­θεῖσαν πίστιν τὴν ἐν Νικαίᾳ, ἣν καὶ οἱ πατέρες ἐβεβαίωσαν.

Κηρυττομένης οὖν τῆς πίστεως ταύτης δυνησόμεθα τοῦ ἀλιτηρίου δαί­μονος ἐκφυγεῖν τὰς μεθοδίας· σβεσθέντος γὰρ τούτου δυνησόμεθα εἰρη­νικοῖς γράμμασιν ἑαυτοὺς προσκυνεῖν ἐν εἰρήνῃ διάγοντες. ἐγράψαμεν οὖν ὑμῖν, ἵνα εἰδέναι ἔχητε τοὺς καθαιρεθέντας ἀρειομανίτας τοὺς μὴ ὁμολο­γοῦντας ἐκ τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν μήτε τὸ ἅγιον πνεῦμα, ὧν τὰ ὀνόματα ὑπετάξαμεν· Πολυχρόνιος, Τηλέμαχος, Φαῦστος, Ἀσκληπιά­δης, Ἀμάντιος, Κλεόπατρος. καὶ ταῦτα μὲν οὕτως εἰς δόξαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. [...]

 

 

 

᾿Αποσπάσματα ἐκ τῆς ἐπιστολῆς τῶν βασιλέων

Βαλεντινιανοῦ καὶ Βάλεντος περὶ τοῦ ὁμοουσίου

γραφείσης πρὸς τὴν Ἀσιανὴν διοίκησιν

 

Αὐτοκράτορες μέγιστοι ἀεισέβαστοι νικηταὶ αὔγουστοι Οὐαλεντινιανὸς καὶ Οὐάλης καὶ Γρατιανὸς ἐπισκόποις διοικήσεως Ἀσιανῆς, Φρυγίας, Καροφρυγίας, Πακατιανῆς, ἐν κυρίῳ χαίρειν.

Συνόδου τηλικαύτης συγκροτηθείσης ἐν τῷ Ἰλλυρικῷ καὶ ζητήσεως πολλῆς γενομένης περὶ τοῦ σωτηρίου λόγου, ἀπέδειξαν οἱ τρισμακαριώ­τατοι ἐπίσκοποι τὴν τριάδα ὁμοούσιον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύμα­τος...

[...]

[Τὰ δόγματα τῆς συνόδου τοῦ ᾿Ιλλυρικοῦ ἐν κεφαλαίῳ]

Ὁμολογοῦμεν ἀκολούθως τῇ μεγάλῃ καὶ ὀρθοδόξῳ συνόδῳ ὁμοού­σιον εἶναι τῷ πατρὶ τὸν υἱόν· καὶ οὐχ οὕτω νοοῦμεν τὸ ὁμοού­σιον ὡς καὶ πάλαι τινὲς ἐξηγήσαντο μὴ ἀληθινῶς ὑπογράψαντες, καὶ νῦν ἕτεροι πατέ­ρας ἐκεί­νους καλοῦντες, τὴν δύναμιν τῆς λέξεως ἀθετήσαντες καὶ ἑπόμενοι τοῖς γράψασι τὸ ὅμοιον δηλοῦσθαι διὰ τοῦ ὁμοουσίου, καθ᾿ ὃ οὐδενὶ τῶν λοιπῶν κτισμάτων τῶν δι᾿ αὐτοῦ γενομένων ἐμφερὴς ὁ υἱός, ἀλλ᾿ ἢ μόνῳ τῷ πατρὶ ἀφωμοίωται· οἱ γὰρ ταῦτα ἐξηγούμενοι κτίσμα ἐξαίρετον ἀσεβῶς τὸν υἱὸν τοῦ θεοῦ δογματίζουσιν.

Ἡμεῖς δὲ φρονοῦμεν, ὡς καὶ αἱ σύνοδοι νῦν αἵ τε κατὰ ῾Ρώμην καὶ ἡ κατὰ Γαλλίαν, μίαν εἶναι καὶ τὴν αὐτὴν οὐσίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐν τρισὶ προσώποις, ὅ ἐστιν ἐν τρισὶ τελείαις ὑποστάσεσιν.

Ὁμολογοῦμεν δὲ κατὰ τὴν ἔκθεσιν τὴν ἐν Νικαίᾳ καὶ σεσαρκῶσθαι τὸν υἱὸν τοῦ θεοῦ τὸν ὁμοούσιον ἐκ τῆς ἁγίας παρθένου Μαρίας, καὶ ἐν ἀνθρώποις ἐσκηνωκέναι καὶ πεπληρωκέναι πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν ἐν γενέσει καὶ πάθει καὶ ἀναστάσει καὶ τῇ εἰς οὐρανοὺς ἀναβάσει· καὶ πάλιν ἥξειν ἀποδιδόντα τὴν ὁμοίωσιν ἡμῖν τὴν θείαν παρ᾿ ἑαυτοῦ, θεὸν ὄντα σαρκοφόρον καὶ ἄνθρωπον θεοφόρον·

Καὶ τοὺς τοῖς προειρημένοις ἐναντία φρονοῦντας ἀναθεματίζομεν, καὶ τοὺς μὴ γνησίως ἀναθεματίζοντας τὸν εἰπόντα ὅτι πρὶν γεννηθῆναι οὐκ ἦν ὁ υἱός, ἀλλὰ γράψαντας ὅτι καὶ πρὶν ἐνεργείᾳ γεννηθῆναι δυνάμει ἦν ἐν τῷ πατρί· τοῦτο γὰρ καὶ ἐπὶ πάντων τῶν κτισμάτων ἐστὶ τῶν μὴ ἀεὶ ὄντων μετὰ τοῦ θεοῦ· καθ᾿ ὃ ὁ υἱὸς ἀεὶ μετὰ τοῦ πατρός ἐστιν ἀϊδίῳ γεννήσει γεγεννημένος.

 

 

(περὶ τὸ 376;)