ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) Ο ΟΡΟΣ τῆς ὀγδόης οἰκουμενικῆς συνόδου

 

Ο ΟΡΟΣ

τῆς ὀγδόης οἰκουμενικῆς συνόδου

 

᾿Απόσπασμα ἐκ τῶν πρακτικῶν τῆς ἕκτης συνεδρίας

 

[9] Τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν σεπτὴν καὶ θείαν διδασκαλίαν τοῖς τῆς διανοίας κόλποις ἀδιστάκτῳ γνώμῃ καὶ πίστεως τεθεμελιωμένην καθαρότητι, καὶ τῶν αὐτοῦ ἁγίων μαθητῶν καὶ ἀποστόλων τὰς ἱερὰς διατάξεις καὶ τοὺς κανονικοὺς τύπους ἀπλανεστάτῃ κρίσει συνεξοσιοῦντές τε καὶ συνδιασῴζοντες, ναὶ δὴ καὶ τῶν ἁγίων ἑπτὰ καὶ οἰκουμενικῶν συνόδων ὡς τοῦ αὐτοῦ καὶ ἑνὸς πνεύματος ἁγίου ταῖς ἐπι­πνοίαις ἰθυνομένων τε καὶ ἐνεργουμένων τὸ κήρυγμα, καὶ τοὺς κανονικοὺς θεσμοὺς ἀπαρατρώτους τε καὶ ἀκαπηλεύτους εἰλικρινεστάτῃ τε καὶ ἀκλο­νήτῳ δόξῃ τιμῶντές τε καὶ συνδιαφυλάττοντες, ἀποβαλλόμεθα μὲν οὓς ἐξεκλησίασαν, στἐργομεν δὲ καὶ ἀποδοχῆς ἀξίους ἔχομεν οὓς οἷα δὴ ὁμο­δόξους ἢ καὶ τῆς εὐσεβείας καθηγητὰς τιμὴν καὶ σέβας ὅσιον ὀφειλομένους ἀπέφηναν. [10] οὕτω περὶ τούτων φρονοῦντές τε καὶ ἀνακηρύττοντες, τὸν ἄνωθεν ἐκ πατέρων καὶ μέχρις ἡμῶν κατεληλυθό­τα τῆς ἀκραιφνεστάτης τῶν χριστιανῶν πίστεως ὅρον καὶ διανοίᾳ καὶ γλώσσῃ στέργομέν τε καὶ πᾶσι διαπρυσίῳ τῇ φωνῇ περιαγγέλλομεν, οὐδὲν ἀφαιροῦντες οὐδὲν προστιθέντες οὐδὲν ἀμείβον­τες οὐδὲν κιβδηλεύοντες. ἡ μὲν γὰρ ἀφαίρεσις καὶ ἡ πρόσθε­σις, μηδεμιᾶς ὑπὸ τῶν τοῦ πονηροῦ τεχνασμάτων ἀνακινου­μένης αἱρέσεως, κατάγνωσιν εἰσάγει τῶν ἀκαταγνώστων καὶ ὕβριν τῶν πατέρων ἀναπο­λόγητον· τὸ δὲ κιβδήλοις ἀμοίβειν ῥήμασιν ὅρους πατέρων πολὺ τοῦ προτέρου χαλεπώτερον. δι᾿ ὃ τὸν ἐξ ἀρχῆς τῆς πίστεως ὅρον πόθῳ θείῳ καὶ διανοίας εὐθύτητι ἡ Ἁγία καὶ οἰκουμενικὴ αὕτη σύνοδος ἐνστερνιζομένη τε καὶ θειάζουσα καὶ τὸ τῆς σωτηρίας στερέωμα ἐν αὐτῷ θεμελιοῦσά τε καὶ ἀνεγείρουσα, οὕτω φρονεῖ καῖ κηρύσσειν πᾶσιν ἐκβοᾷ.

[11] Πιστεύω εἰς ἕνα θεόν, πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. καὶ εἰς ἕνα Κύριον 'Ιησοῦν Χρι­στόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθι­νοῦ, γεν­νηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθέ­νου καὶ ἐνανθρωπήσαντα· σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γρα­φάς· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζό­μενον ἐκ δεξιῶν τοῦ πα­τρός· καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. καὶ εἰς τὸ πνεῦ­μα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωο­ποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυ­νούμενον καὶ συνδοξαζό­μενον, τὸ λαλῆ­σαν διὰ τῶν προφητῶν. εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν ἐκ­κλησίαν. ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. προσδοκῶ ἀνά­στασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. ἀμήν.

[12] Οὕτω φρονοῦμεν· ἐν ταύτῃ τῇ ὁμολογίᾳ τῆς πίστεως ἐβαπτίσθημεν· δι’ αὐτῆς πᾶσαν αἵρεσιν θραυομένην τε καὶ καταλυομένην ὁ τῆς ἀληθείας λόγος ἀπέδειξε. τοὺς οὕτω φρονοῦντας ἀδελφοὺς καὶ πατέρας καὶ συγκλή­ρους τῆς ἄνω πολιτείας ἐπιγραφόμεθα. εἰ δέ τις ἑτέραν ἔκθεσιν, παρὰ τοῦτο δὴ τὸ ἱερὸν Σύμβολον, τὸ ἄνωθεν ἐκ τῶν μακαρίων καὶ ἱερῶν πατέ­ρων ἡμῶν μέχρις ἡμῶν διαφοιτῆσαν, τολμήσειεν ἀναγράψασθαι καὶ Ὅρον Πίστεως ὀνομάσαι, συλῆσαί τε τὸ ἀξίωμα τῆς τῶν θεσπεσίων ἐκείνων ἀν­δρῶν ὁμολογίας καὶ ταῖς ἰδίαις εὑρεσιολογίαις τοῦτο περιάψαι, κοινόν τε μάθημα τοῦτο προθεῖναι πιστοῖς ἢ καὶ τοῖς ἐξ αἱρέσεώς τινος ἐπιστρέφου­σι, καὶ ῥήμασι νόθοις ἢ προσθήκαις ἢ ἀφαιρέσεσι τὴν ἀρχαιότητα τοῦ ἱεροῦ τούτου καὶ σεβασμίου ῞Ορου κατακιβδηλεῦσαι ἀποθρασυνθείη, κατὰ τὴν ἥδη καὶ πρὸ ἡμῶν ἐκφωνηθεῖσαν ψῆφον ὑπὸ τῶν ἁγίων καὶ οἰκουμενι­κῶν συνόδων, εἰ μὲν τῶν ἱερωμένων εἴη τις, παντελεῖ καθαιρέσει τοῦτον καθυποβάλλομεν, εἰ δὲ τῶν λαϊκῶν, τῷ ἀναθέματι παραπέμπομεν.

[13] ...Εἴ τις τοίνυν εἰς τοῦτο τῆς ἀπονοίας ἐλάσας τολμήσει, ὡς ἀνω­τέρω λέλεκται, ἕτερον ἐκθέσθαι σύμβολον καὶ ὅρον ὀνομάσαι, ἢ προσθήκην ἢ ὑφαίρεσιν ἐν τῷ παραδεδομένῳ ἡμῖν παρὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἐν Νικαίᾳ τὸ πρῶτον μεγάλης συνόδου ποιῆσαι, ἀνάθεμα ἔστω.

 

 

Σχόλια περὶ τοῦ ἀνωτέρω ὅρου τῆς η΄ οἰκουμενικῆς συνόδου

 

(ἐκ τοῦ «Πηδαλίου» τῶν ἱερομονάχων ᾿Αγαπίου καὶ Νικοδήμου τοῦ ὁσίου)

 

– [῾Η παροῦσα σύνοδος] ...καὶ ἐν τῇ f΄ καὶ ζ΄ πράξει αὐτῆς ὀρθῶς καὶ εὐσεβῶς ὁρίσασα ἵνα τὸ ἅγιον Σύμβολον τῆς Πίστεως μένῃ ἀκαινοτόμητον καὶ ἀπαρασάλευτον εἰς τὸν αἰῶνα, καὶ κατ᾿ ἐκείνου ὁποὺ ἤθελε τολμήσει νὰ προσθέσῃ ἢ νὰ ἀφαιρέσῃ τι ἀπ᾿ αὐτοῦ φρικτὰ ἀναθέματα ἐκφωνήσα­σα...

– Σημείωσαι περὶ τῆς συνόδου ταύτης ὅτι ὡς ῥομφαία δίστομος ἐμβῆ­κεν εἰς τὰς καρδίας τῶν δυτικῶν μὲ τὰς θαυμαστὰς καὶ λαμπρὰς ἐκβοή­σεις της καὶ μὲ τὸν θεόπνευστον ὅρον ὁποὺ ἔκαμε περὶ τῆς ἀσφαλείας τοῦ ἁγίου Συμβόλου τῆς Πίστεως, ὅτι οὐδεμία ἄλλη σύνοδος ὡς αὐτὴ ἐλάλησε καὶ ἑρμήνευσε τὰ ἄτοπα ὁποῦ ἠμποροῦν νὰ ἀκολουθήσουν ἀπὸ τὴν ἀφαί­ρεσιν ἢ προσθήκην ὁποὺ ἤθελε γένῃ εἰς αὐτὸ τὸ ἅγιον Σύμβολον τῆς Πί­στεως.