ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) ΟΡΟΣ ΠΙΣΤΕΩΣ τῆς f΄ οἰκουμενικῆς συνόδου

ΟΡΟΣ ΠΙΣΤΕΩΣ

τῆς ἕκτης οἰκουμενικῆς συνόδου

῾Η ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ ἡμῶν Σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ πανευσεβὲς θέσπισμα τοῦ εὐλαβεστάτου καὶ πιστοτάτου μεγάλου βασιλέως Κωνσταντίνου συναχθεῖσα ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι Κωνσταντινουπόλει Νέᾳ ῾Ρώμῃ ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ ἐπιλεγομένῳ «τρούλλῳ» ὥρισε τὰ ὑποτεταγμένα.

[1] Ὁ τοῦ θεοῦ καὶ πατρὸς μονογενὴς υἱός τε καὶ Λόγος ὁ κατὰ πάντα ὅμοιος ἡμῖν χωρὶς ἁμαρτίας γενόμενος ἄνθρωπος Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν ἐν εὐαγγελικαῖς διαπρυσίως ἐκήρυξε φωναῖς· «᾿Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς»· καὶ πάλιν· «Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν».  ταύτῃ τοι τῇ θεολέκτῳ τῆς εἰρήνης διδασκαλίᾳ θεοσόφως ὁ πρᾳότατος ἡμῶν βασιλεὺς ὁδηγούμενος, ὁ τῆς μὲν ὀρθοδοξίας ὑπέρμαχος τῆς δὲ κακοδοξίας ἀντίμαχος, τὴν καθ’ ἡμᾶς ἁγίαν ταύτην καὶ οἰκουμενι­κὴν συναθροίσας ὁμήγυριν τὸ τῆς ἐκκλησίας ἅπαν ἥνωσε σύγκριμα.  [2] ὅθεν ἡ καθ’ ἡμᾶς ἁγία καὶ οἰκουμενικὴ σύνοδος τὴν ἀπό τινων καὶ ὧδε χρόνων τῆς δυσσεβείας πλάνην πόρρωθεν ἀπελάσασα καὶ τῇ τῶν ἁγίων καὶ ἐκκρί­των πατέρων ἀπλανῶς εὐθείᾳ τρίβῳ κατακολουθήσασα, ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς πέντε συνόδοις ἐν ἅπασιν εὐσεβῶς ὡμοφώνησε· φαμὲν δὴ τῇ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἐν Νικαίᾳ συνελθόντων ἁγίων πατέ­ρων κατὰ τοῦ μανιώδους Ἀρείου, καὶ τῇ μετ’ αὐτὴν ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν πεντήκοντα θεοφόρων ἀνδρῶν κατὰ Μακεδονίου τοῦ πνευμα­τομάχου καὶ Ἀπολιναρίου τοῦ δυσσεβοῦς, ὁμοίως καὶ τῇ ἐν Ἐφέσῳ τὸ πρότερον κατὰ Νεστορίου τοῦ ἰουδαιόφρονος συναγηγερμένων διακοσίων θεσπεσίων ἀνδρῶν, καὶ τῇ ἐν Χαλκηδόνι τῶν ἑξακοσίων τριάκοντα θεο­πνεύστων πατέρων κατ’ Εὐτυχοῦς καὶ Διοσκόρου τῶν θεοστυγῶν, πρὸς ταύταις καὶ τῇ τελευταίᾳ τούτων πέμπτῃ ἁγίᾳ Συνόδῳ τῇ ἐνταῦθα συνα­θροισθείσῃ κατὰ Θεοδώρου τοῦ Μοψουεστίας, Ὠριγένους, Διδύμου τε καὶ Εὐαγρίου, καὶ τῶν συγγραμμάτων Θεοδωρήτου τῶν κατὰ τῶν δώδεκα κεφαλαίων τοῦ ἀοιδίμου Κυρίλλου καὶ τῆς λεγομένης Ἴβα ἐπιστολῆς πρὸς Μάρην γεγράφθαι τὸν Πέρσην· [3] ἀκαινοτόμητα μὲν ἐν πᾶσι τὰ τῆς εὐσε­βείας ἀνανεωσαμένη θεσπίσματα, τὰ βέβηλα δὲ τῆς δυσσεβείας ἐκδιώ­ξασα δόγματα, καὶ τὸ παρὰ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων ἐκτεθὲν καὶ αὖθις παρὰ τῶν ἑκατὸν πεντήκοντα θεοφρόνως βεβαιωθέν, ὅ περ καὶ αἱ λοιπαὶ ἅγιαι σύνοδοι ἐπ᾿ ἀναιρέσει πάσης ψυχοφθόρου αἱρέσεως ἀσπα­σίως ἐδέξαντο καὶ ἐπεκύρωσαν Σύμβολον, καὶ ἡ καθ’ ἡμᾶς ἁγία καὶ οἰκου­μενικὴ θεοπνεύστως ἐπεσφράγισε σύνοδος.

[4] Ἔκθεσις πίστεως τῶν ἐν Νικαίᾳ τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων καὶ μακαρίων πατέρων.

Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα, παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν.  καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός· θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, ἐνανθρωπή­σαν­τα, παθόν­τα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρός· καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.  καὶ εἰς τὸ ἅγιον πνεῦμα.  τοὺς δὲ λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν» καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν» καὶ ὅτι «ἐξ οὐκ ὄντων ἐγένετο», ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

[5] Ἔκθεσις πίστεως τῶν ἐν Κωνσταντινουπόλει ἑκατὸν πεντήκοντα ἁγίων καὶ μακαρίων πατέρων.

Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.  καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθι­νοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο· τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρα­νῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα· σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα· καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζό­μενον ἐκ δεξιῶν τοῦ πατρός· καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασι­λείας οὐκ ἔσται τέλος. καὶ εἰς τὸ πνεῦ­μα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπρο­σκυνού­με­νον καὶ συνδοξαζόμενον, τὸ λαλῆ­σαν διὰ τῶν προφητῶν.  εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκ­κλη­σίαν. ὁμολο­γοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.  προσδοκῶμεν ἀνάστα­σιν νε­κρῶν, καὶ ζωὴν τοῦ μέλλον­τος αἰῶνος.  ἀμήν.

[6] Ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος εἶπεν· Ἤρκει μὲν εἰς ἐντελῆ τῆς ὀρθοδόξου πίστεως ἐπίγνωσίν τε καὶ βεβαίωσιν τὸ εὐσεβὲς καὶ ὀρθόδοξον τοῦτο τῆς θείας χάριτος Σύμβολον· ἀλλ’ ἐπεὶ οὐκ ἐπαύσατο ἀρχῆθεν τῆς κακίας ὁ ἐφευρετὴς συνεργὸν τὸν ὄφιν εὑράμενος καὶ δι’ αὐτοῦ τὸν ἰοβό­λον τῇ ἀνθρωπείᾳ φύσει προσαγόμενος θάνατον, οὕτω καὶ νῦν ὄργανα πρὸς τὴν οἰκείαν αὐτοῦ βούλησιν εὑρηκὼς ἐπιτήδεια, Θεόδωρόν φαμεν τὸν γενόμενον τῆς Φαρὰν ἐπίσκοπον, Σέργιον, Πύρρον, Παῦλον, Πέτρον τοὺς γενομένους προέδρους τῆς βασιλίδος ταύτης πόλεως, ἔτι δὲ καὶ Ὁνώριον τὸν γενόμενον πάπαν τῆς πρεσβυτέρας ῾Ρώμης, Κῦρον τὸν Ἀλεξανδρείας ἐπισκοπήσαντα, Μακάριόν τε τὸν Ἀντιοχείας προσεχῶς γενόμενον πρόε­δρον καὶ Στέφανον τὸν τούτου μαθητήν, [7] οὐκ ἤργησε δι’ αὐτῶν τῷ τῆς ἐκκλησίας πληρώματι τῆς πλάνης ἐπεγείρειν τὰ σκάνδαλα, ἑνὸς θελή­ματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῶν δύο φύσεων τοῦ ἑνὸς τῆς ἁγίας τριάδος Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, τῷ ὀρθοδόξῳ λαῷ καινοφώνως ἐνσπεί­ρας τὴν αἵρεσιν τῇ Ἀπολιναρίου, Σεβήρου καὶ Θεμιστίου τῶν δυσσε­βῶν φρενοβλαβεῖ κακοδοξίᾳ συνᾴδουσαν, καὶ τὸ τέλειον τῆς ἐνανθρωπήσεως τοῦ αὐτοῦ ἑνὸς Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἀνελεῖν διά τινος δολερᾶς ἐπινοίας σπουδάζουσαν, ἀθέλητον ἐντεῦθεν καὶ ἀνενέργητον τὴν νοερῶς ἐψυχωμένην αὐτοῦ σάρκα δυσφήμως εἰσάγουσαν.

[8] Ἐξήγειρε τοίνυν Χριστὸς ὁ θεὸς ἡμῶν τὸν πιστὸν βασιλέα, τὸν νέον Δαυίδ, «ἄνδρα κατὰ τὴν ἑαυτοῦ καρδίαν εὑρηκώς», ὃς «οὐκ ἔδωκε», κατὰ τὸ γεγραμμένον, «ὕπνον τοῖς ὀφθαλμοῖς αὐτοῦ καὶ τοῖς βλεφάροις αὐτοῦ νυσταγμόν», ἕως ὅτου διὰ τῆς καθ’ ἡμᾶς θεοσυλλέκτου ταύτης καὶ ἱερᾶς ὁμηγύρεως τὸ τῆς ὀρθοδοξίας εὗρε τέλειον κήρυγμα· κατὰ γὰρ τὴν θεόλε­κτον φωνὴν «ὅπου εἰσὶ δύο ἢ τρεῖς ἐπὶ τῷ ἐμῷ ὀνόματι συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν»· ἥ τις παροῦσα ἁγία καὶ οἰκουμενικὴ σύνοδος πι­στῶς δεξαμένη καὶ ὑπτίαις χερσὶν ἀσπασαμένη τήν τε τοῦ ἁγιωτάτου καὶ μακα­ριωτάτου πάπα τῆς πρεσβυτέρας ῾Ρώμης Ἀγάθωνος γενομένην ἀναφο­ρὰν πρὸς τὸν εὐσεβέστατον καὶ πιστότατον ἡμῶν βασιλέα Κωνσταντῖνον, τὴν ἀποβαλλομένην ὀνομαστὶ τοὺς κηρύξαντας καὶ διδάξαντας, ὡς προδε­δήλω­ται, ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χρι­στοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν· [9] ὡσαύτως δὲ προσηκαμένη καὶ τὴν ἐκ τῆς ὑπὸ τὸν αὐτὸν ἁγιώτατον πάπαν ἱερᾶς συνόδου τῶν ἑκατὸν εἴκοσι πέντε θεοφι­λῶν ἐπισκόπων ἑτέραν συνοδικὴν ἀναφορὰν πρὸς τὴν αὐτοῦ θεόσοφον γα­ληνό­τητα, οἷά τε συμφωνούσας τῇ τε ἁγίᾳ ἐν Χαλκηδόνι συνόδῳ καὶ τῷ Τόμῳ τοῦ πανιέρου καὶ μακαριωτάτου πάπα τῆς αὐτῆς πρεσβυτέρας ῾Ρώμης Λέ­οντος, τῷ σταλέντι πρὸς Φλαβιανὸν τὸν ἐν ἁγίοις, ὃν καὶ «στήλην ὀρθοδο­ξίας» ἡ τοιαύτη σύνοδος ἀπεκάλεσεν· ἔτι μὴν καὶ ταῖς συνοδι­καῖς ἐπιστο­λαῖς ταῖς γραφείσαις παρὰ τοῦ μακαρίου Κυρίλλου κατὰ Νε­στορίου τοῦ δυσσεβοῦς καὶ πρὸς τοὺς τῆς ἀνατολῆς ἐπισκόπους.

[10] ῾Επομένη τε ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς πέντε συνόδοις καὶ τοῖς ἁγίοις καὶ ἐκκρίτοις πατράσι καὶ συμφώνως  ὁρίζουσα, ὁμολογεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν, τὸν ἕνα τῆς ἁγίας ὁμοουσίου καὶ ζωαρχικῆς τριάδος, τέλειον ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας· πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς  γεννηθέντα κατὰ τὴν θεότη­τα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου –τῆς κυρίως καὶ κατὰ ἀλήθειαν θεοτόκου– κατὰ τὴν ἀν­θρωπότητα· [11] ἕνα καὶ τὸν αὐτὸν Χριστόν, υἱόν, Κύριον, μονογενῆ, ἐν δύο φύσεσιν ἀσυγχύτως ἀτρέπτως ἀχωρίστως ἀδιαιρέτως γνωριζόμενον· οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζο­μένης δὲ μᾶλλον τῆς  ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης· οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ θεοῦ Λόγον, Κύριον Ἰησοῦν Χριστόν, καθά περ ἄνωθεν οἱ προφῆ­ται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς Ἰησοῦς ὁ Χριστὸς ἐξεπαίδευσε καὶ τὸ τῶν ἁγίων πατέρων ἡμῖν παραδέδωκε σύμβολον

[12]  Καὶ δύο φυσικὰς θελή­σεις ἤ τοι θελήματα ἐν αὐτῷ καὶ δύο φυσικὰς ἐνεργείας ἀδιαιρέτως  ἀτρέπτως ἀμερίστως ἀσυγχύτως κατὰ τὴν τῶν ἁγίων πατέρων διδασκα­λίαν ὡσαύτως κηρύττομεν· καὶ δύο μὲν φυσι­κὰ θελήματα οὐχ ὑπεναντία, μὴ γένοιτο, καθὼς οἱ ἀσεβεῖς ἔφησαν αἱρετι­κοί, ἀλλ’ ἑπόμενον τὸ ἀνθρώ­πινον αὐτοῦ θέλημα καὶ μὴ ἀντιπῖπτον ἢ ἀντιπα­λαῖον, μᾶλλον μὲν οὖν καὶ ὑποτασσόμενον τῷ θείῳ αὐτοῦ καὶ πανσθενεῖ θελήματι· «ἔδει γὰρ τὸ τῆς σαρκὸς θέλημα κινηθῆναι, ὑποτα­γῆναι δὲ τῷ θελήματι τῷ θεϊκῷ» κατὰ τὸν πάνσοφον Ἀθανάσιον· [13] ὥς περ γὰρ ἡ αὐτοῦ σὰρξ σὰρξ τοῦ θεοῦ Λόγου λέγεται καὶ ἔστιν, οὕτω καὶ τὸ φυσικὸν τῆς σαρκὸς αὐτοῦ θέλημα ἴδιον τοῦ θεοῦ Λόγου λέγεται καὶ ἔστι, καθά φησιν ὁ αὐτός, «ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός»· ἴδιον λέγων θέλημα αὐτοῦ τὸ τῆς σαρκός, ἐπεὶ καὶ ἡ σὰρξ ἰδία αὐτοῦ γέγονεν· ὃν γὰρ τρόπον ἡ παναγία καὶ ἄμωμος ἐψυχωμένη αὐτοῦ σὰρξ θεωθεῖσα οὐκ ἀνῃρέθη, ἀλλ’ ἐν τῷ ἰδίῳ αὐτῆς ὅρῳ τε καὶ λόγῳ διέμεινεν, οὕτω καὶ τὸ ἀνθρώπινον αὐτοῦ θέλημα θεωθὲν οὐκ ἀνῃρέθη, σέσωσται δὲ μᾶλλον κατὰ τὸν θεολό­γον Γρηγόριον λέγοντα· «τὸ γὰρ ἐκείνου θέλειν, τοῦ κατὰ τὸν σωτῆρα νοου­μένου, οὐδὲ ὑπεναντίον θεῷ, θεωθὲν ὅλον».

[14] Δύο δὲ φυσικὰς ἐνεργείας ἀδιαιρέτως ἀτρέπτως ἀμερίστως ἀσυγ­χύτως ἐν αὐτῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ τῷ ἀληθινῷ θεῷ ἡμῶν δοξά­ζομεν· τουτέστι θείαν ἐνέργειαν καὶ ἀνθρωπίνην ἐνέργειαν κατὰ τὸν θεη­γόρον Λέοντα τρανότατα φάσκοντα· «ἐνεργεῖ γὰρ ἑκατέρα μορφὴ με­τὰ τῆς θατέρου κοινωνίας, ὅ περ ἴδιον ἔσχηκε, τοῦ μὲν Λόγου κα­τεργαζομένου τοῦτο ὅ περ ἐστὶ τοῦ λόγου, τοῦ δὲ σώματος ἐκτελοῦντος ἅ περ ἐστὶ τοῦ σώματος».  οὐ γὰρ δήπου μίαν δώσομεν φυσικὴν τὴν ἐνέργειαν θεοῦ καὶ ποιήματος, ἵνα μήτε τὸ ποιηθὲν εἰς τὴν θείαν ἀνα­γάγωμεν οὐσίαν μήτε μὴν τῆς θείας φύσεως τὸ ἐξαίρετον εἰς τὸν τοῖς γεννητοῖς πρέποντα καταγά­γωμεν τόπον.  «ἑνὸς γὰρ καὶ τοῦ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη γινώ­σκομεν, κατ’ ἄλλο καὶ ἄλλο τῶν ἐξ ὧν ἐστι φύσεων καὶ ἐν αἷς τὸ εἶναι ἔχει», ὡς ὁ θεσπέσιος ἔφησε Κύριλλος. [15] πάντοθεν γοῦν τὸ ἀσύγχυτον καὶ ἀδιαίρετον φυλάττοντες συντόμῳ φωνῇ τὸ πᾶν ἐξαγγέλλομεν· ἕνα τῆς ἁγίας τριάδος καὶ μετὰ σάρκωσιν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν εἶναι πιστεύοντες, φαμὲν τὰς δύο αὐτοῦ φύσεις ἐν τῇ μιᾷ αὐτοῦ διαλαμπούσας ὑποστάσει, ἐν ᾗ τά τε θαύματα καὶ τὰ παθήματα δι’ ὅλης αὐτοῦ τῆς οἰκονομικῆς ἀναστροφῆς οὐ κατὰ φαντασίαν ἀλλ’ ἀληθῶς ἐπεδείξατο, τῆς φυσικῆς ἐν αὐτῇ τῇ μιᾷ ὑποστάσει διαφορᾶς γνωριζομένης τῷ μετὰ τῆς θατέρου κοινωνίας ἑκατέραν φύσιν θέλειν τε καὶ ἐνεργεῖν τὰ ἴδια· καθ’ ὃν δὴ λό­γον καὶ δύο φυσικὰ θελήματά τε καὶ ἐνεργείας δοξάζομεν πρὸς σωτη­ρί­αν τοῦ ἀνθρωπίνου γένους καταλλήλως συντρέχοντα.

[16] Τούτων τοίνυν μετὰ πάσης πανταχόθεν ἀκριβείας τε καὶ ἐμμε­λείας παρ’ ἡμῶν διατυπωθέντων ὁρίζομεν ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἢ γοῦν συγγράφειν ἢ συντιθέναι ἢ φρονεῖν ἢ διδάσκειν ἑτέρως, τοὺς δὲ τολμῶντας ἢ συντιθέναι πίστιν ἑτέραν ἢ προκομίζειν ἢ διδάσκειν ἢ παραδιδόναι ἕτερον Σύμβολον τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐξ ἑλληνισμοῦ ἢ ἐξ ἰουδαισμοῦ ἢ γοῦν ἐξ αἱρέσεως οἱασοῦν, ἢ καινοφωνίαν ἤτοι λέξεως ἐφεύρεσιν πρὸς ἀνατροπὴν εἰσάγειν τῶν νυνὶ παρ’ ἡμῶν διορισθέντων, τούτους, εἰ μὲν ἐπίσκοποι εἶεν ἢ κληρικοί, ἀλλο­τρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλή­ρου· εἰ δὲ μονάζοντες εἶεν ἢ λαικοί, ἀναθεματίζεσθαι αὐτούς.

ΟΡΟΣ ΠΙΣΤΕΩΣ

τῆς ἕκτης οἰκουμενικῆς συνόδου

῾Η ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ ἡμῶν Σύνοδος ἡ κατὰ θεοῦ χάριν καὶ πανευσεβὲς θέσπισμα τοῦ εὐλαβεστάτου καὶ πιστοτάτου μεγάλου βασιλέως Κωνσταντίνου συναχθεῖσα ἐν ταύτῃ τῇ θεοφυλάκτῳ καὶ βασιλίδι Κωνσταντινουπόλει Νέᾳ ῾Ρώμῃ ἐν τῷ σεκρέτῳ τοῦ θείου παλατίου τῷ ἐπιλεγομένῳ «τρούλλῳ» ὥρισε τὰ ὑποτεταγμένα.

[1] Ὁ τοῦ θεοῦ καὶ πατρὸς μονογενὴς υἱός τε καὶ Λόγος ὁ κατὰ πάντα ὅμοιος ἡμῖν χωρὶς ἁμαρτίας γενόμενος ἄνθρωπος Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν ἐν εὐαγγελικαῖς διαπρυσίως ἐκήρυξε φωναῖς· «᾿Εγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς»· καὶ πάλιν· «Εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν».  ταύτῃ τοι τῇ θεολέκτῳ τῆς εἰρήνης διδασκαλίᾳ θεοσόφως ὁ πρᾳότατος ἡμῶν βασιλεὺς ὁδηγούμενος, ὁ τῆς μὲν ὀρθοδοξίας ὑπέρμαχος τῆς δὲ κακοδοξίας ἀντίμαχος, τὴν καθ’ ἡμᾶς ἁγίαν ταύτην καὶ οἰκουμενι­κὴν συναθροίσας ὁμήγυριν τὸ τῆς ἐκκλησίας ἅπαν ἥνωσε σύγκριμα.  [2] ὅθεν ἡ καθ’ ἡμᾶς ἁγία καὶ οἰκουμενικὴ σύνοδος τὴν ἀπό τινων καὶ ὧδε χρόνων τῆς δυσσεβείας πλάνην πόρρωθεν ἀπελάσασα καὶ τῇ τῶν ἁγίων καὶ ἐκκρί­των πατέρων ἀπλανῶς εὐθείᾳ τρίβῳ κατακολουθήσασα, ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς πέντε συνόδοις ἐν ἅπασιν εὐσεβῶς ὡμοφώνησε· φαμὲν δὴ τῇ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἐν Νικαίᾳ συνελθόντων ἁγίων πατέ­ρων κατὰ τοῦ μανιώδους Ἀρείου, καὶ τῇ μετ’ αὐτὴν ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν πεντήκοντα θεοφόρων ἀνδρῶν κατὰ Μακεδονίου τοῦ πνευμα­τομάχου καὶ Ἀπολιναρίου τοῦ δυσσεβοῦς, ὁμοίως καὶ τῇ ἐν Ἐφέσῳ τὸ πρότερον κατὰ Νεστορίου τοῦ ἰουδαιόφρονος συναγηγερμένων διακοσίων θεσπεσίων ἀνδρῶν, καὶ τῇ ἐν Χαλκηδόνι τῶν ἑξακοσίων τριάκοντα θεο­πνεύστων πατέρων κατ’ Εὐτυχοῦς καὶ Διοσκόρου τῶν θεοστυγῶν, πρὸς ταύταις καὶ τῇ τελευταίᾳ τούτων πέμπτῃ ἁγίᾳ Συνόδῳ τῇ ἐνταῦθα συνα­θροισθείσῃ κατὰ Θεοδώρου τοῦ Μοψουεστίας, Ὠριγένους, Διδύμου τε καὶ Εὐαγρίου, καὶ τῶν συγγραμμάτων Θεοδωρήτου τῶν κατὰ τῶν δώδεκα κεφαλαίων τοῦ ἀοιδίμου Κυρίλλου καὶ τῆς λεγομένης Ἴβα ἐπιστολῆς πρὸς Μάρην γεγράφθαι τὸν Πέρσην· [3] ἀκαινοτόμητα μὲν ἐν πᾶσι τὰ τῆς εὐσε­βείας ἀνανεωσαμένη θεσπίσματα, τὰ βέβηλα δὲ τῆς δυσσεβείας ἐκδιώ­ξασα δόγματα, καὶ τὸ παρὰ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ πατέρων ἐκτεθὲν καὶ αὖθις παρὰ τῶν ἑκατὸν πεντήκοντα θεοφρόνως βεβαιωθέν, ὅ περ καὶ αἱ λοιπαὶ ἅγιαι σύνοδοι ἐπ᾿ ἀναιρέσει πάσης ψυχοφθόρου αἱρέσεως ἀσπα­σίως ἐδέξαντο καὶ ἐπεκύρωσαν Σύμβολον, καὶ ἡ καθ’ ἡμᾶς ἁγία καὶ οἰκου­μενικὴ θεοπνεύστως ἐπεσφράγισε σύνοδος.

[4] Ἔκθεσις πίστεως τῶν ἐν Νικαίᾳ τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων καὶ μακαρίων πατέρων.

Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα, παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν.  καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός· θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθντα, ο ποιηθντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, ἐνανθρωπή­σαν­τα, παθόν­τα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρός· καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς.  καὶ εἰς τὸ ἅγιον πνεῦμα.  τοὺς δὲ λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν» καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν» καὶ ὅτι «ἐξ οὐκ ὄντων ἐγένετο», ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

[5] Ἔκθεσις πίστεως τῶν ἐν Κωνσταντινουπόλει ἑκατὸν πεντήκοντα ἁγίων καὶ μακαρίων πατέρων.

Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.  καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθι­νοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο· τὸν δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρα­νῶν καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου καὶ ἐνανθρωπήσαντα· σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα· καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς· καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζό­μενον ἐκ δεξιῶν τοῦ πατρός· καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς· οὗ τῆς βασι­λείας οὐκ ἔσται τέλος. καὶ εἰς τὸ πνεῦ­μα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπρο­σκυνού­με­νον καὶ συνδοξαζόμενον, τὸ λαλῆ­σαν διὰ τῶν προφητῶν.  εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκ­κλη­σίαν. ὁμολο­γοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.  προσδοκῶμεν ἀνάστα­σιν νε­κρῶν, καὶ ζωὴν τοῦ μέλλον­τος αἰῶνος.  ἀμήν.

[6] Ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος εἶπεν· Ἤρκει μὲν εἰς ἐντελῆ τῆς ὀρθοδόξου πίστεως ἐπίγνωσίν τε καὶ βεβαίωσιν τὸ εὐσεβὲς καὶ ὀρθόδοξον τοῦτο τῆς θείας χάριτος Σύμβολον· ἀλλ’ ἐπεὶ οὐκ ἐπαύσατο ἀρχῆθεν τῆς κακίας ὁ ἐφευρετὴς συνεργὸν τὸν ὄφιν εὑράμενος καὶ δι’ αὐτοῦ τὸν ἰοβό­λον τῇ ἀνθρωπείᾳ φύσει προσαγόμενος θάνατον, οὕτω καὶ νῦν ὄργανα πρὸς τὴν οἰκείαν αὐτοῦ βούλησιν εὑρηκὼς ἐπιτήδεια, Θεόδωρόν φαμεν τὸν γενόμενον τῆς Φαρὰν ἐπίσκοπον, Σέργιον, Πύρρον, Παῦλον, Πέτρον τοὺς γενομένους προέδρους τῆς βασιλίδος ταύτης πόλεως, ἔτι δὲ καὶ Ὁνώριον τὸν γενόμενον πάπαν τῆς πρεσβυτέρας ῾Ρώμης, Κῦρον τὸν Ἀλεξανδρείας ἐπισκοπήσαντα, Μακάριόν τε τὸν Ἀντιοχείας προσεχῶς γενόμενον πρόε­δρον καὶ Στέφανον τὸν τούτου μαθητήν, [7] οὐκ ἤργησε δι’ αὐτῶν τῷ τῆς ἐκκλησίας πληρώματι τῆς πλάνης ἐπεγείρειν τὰ σκάνδαλα, ἑνὸς θελή­ματος καὶ μιᾶς ἐνεργείας ἐπὶ τῶν δύο φύσεων τοῦ ἑνὸς τῆς ἁγίας τριάδος Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, τῷ ὀρθοδόξῳ λαῷ καινοφώνως ἐνσπεί­ρας τὴν αἵρεσιν τῇ Ἀπολιναρίου, Σεβήρου καὶ Θεμιστίου τῶν δυσσε­βῶν φρενοβλαβεῖ κακοδοξίᾳ συνᾴδουσαν, καὶ τὸ τέλειον τῆς ἐνανθρωπήσεως τοῦ αὐτοῦ ἑνὸς Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἀνελεῖν διά τινος δολερᾶς ἐπινοίας σπουδάζουσαν, ἀθέλητον ἐντεῦθεν καὶ ἀνενέργητον τὴν νοερῶς ἐψυχωμένην αὐτοῦ σάρκα δυσφήμως εἰσάγουσαν.

[8] Ἐξήγειρε τοίνυν Χριστὸς ὁ θεὸς ἡμῶν τὸν πιστὸν βασιλέα, τὸν νέον Δαυίδ, «ἄνδρα κατὰ τὴν ἑαυτοῦ καρδίαν εὑρηκώς», ὃς «οὐκ ἔδωκε», κατὰ τὸ γεγραμμένον, «ὕπνον τοῖς ὀφθαλμοῖς αὐτοῦ καὶ τοῖς βλεφάροις αὐτοῦ νυσταγμόν», ἕως ὅτου διὰ τῆς καθ’ ἡμᾶς θεοσυλλέκτου ταύτης καὶ ἱερᾶς ὁμηγύρεως τὸ τῆς ὀρθοδοξίας εὗρε τέλειον κήρυγμα· κατὰ γὰρ τὴν θεόλε­κτον φωνὴν «ὅπου εἰσὶ δύο ἢ τρεῖς ἐπὶ τῷ ἐμῷ ὀνόματι συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν»· ἥ τις παροῦσα ἁγία καὶ οἰκουμενικὴ σύνοδος πι­στῶς δεξαμένη καὶ ὑπτίαις χερσὶν ἀσπασαμένη τήν τε τοῦ ἁγιωτάτου καὶ μακα­ριωτάτου πάπα τῆς πρεσβυτέρας ῾Ρώμης Ἀγάθωνος γενομένην ἀναφο­ρὰν πρὸς τὸν εὐσεβέστατον καὶ πιστότατον ἡμῶν βασιλέα Κωνσταντῖνον, τὴν ἀποβαλλομένην ὀνομαστὶ τοὺς κηρύξαντας καὶ διδάξαντας, ὡς προδε­δήλω­ται, ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας Χρι­στοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν· [9] ὡσαύτως δὲ προσηκαμένη καὶ τὴν ἐκ τῆς ὑπὸ τὸν αὐτὸν ἁγιώτατον πάπαν ἱερᾶς συνόδου τῶν ἑκατὸν εἴκοσι πέντε θεοφι­λῶν ἐπισκόπων ἑτέραν συνοδικὴν ἀναφορὰν πρὸς τὴν αὐτοῦ θεόσοφον γα­ληνό­τητα, οἷά τε συμφωνούσας τῇ τε ἁγίᾳ ἐν Χαλκηδόνι συνόδῳ καὶ τῷ Τόμῳ τοῦ πανιέρου καὶ μακαριωτάτου πάπα τῆς αὐτῆς πρεσβυτέρας ῾Ρώμης Λέ­οντος, τῷ σταλέντι πρὸς Φλαβιανὸν τὸν ἐν ἁγίοις, ὃν καὶ «στήλην ὀρθοδο­ξίας» ἡ τοιαύτη σύνοδος ἀπεκάλεσεν· ἔτι μὴν καὶ ταῖς συνοδι­καῖς ἐπιστο­λαῖς ταῖς γραφείσαις παρὰ τοῦ μακαρίου Κυρίλλου κατὰ Νε­στορίου τοῦ δυσσεβοῦς καὶ πρὸς τοὺς τῆς ἀνατολῆς ἐπισκόπους.

[10] ῾Επομένη τε ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς πέντε συνόδοις καὶ τοῖς ἁγίοις καὶ ἐκκρίτοις πατράσι καὶ συμφώνως  ὁρίζουσα, ὁμολογεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν θεὸν ἡμῶν, τὸν ἕνα τῆς ἁγίας ὁμοουσίου καὶ ζωαρχικῆς τριάδος, τέλειον ἐν θεότητι καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι, θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν χωρὶς ἁμαρτίας· πρὸ αἰώνων μὲν ἐκ τοῦ πατρὸς  γεννηθέντα κατὰ τὴν θεότη­τα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου –τῆς κυρίως καὶ κατὰ ἀλήθειαν θεοτόκου– κατὰ τὴν ἀν­θρωπότητα· [11] ἕνα καὶ τὸν αὐτὸν Χριστόν, υἱόν, Κύριον, μονογενῆ, ἐν δύο φύσεσιν ἀσυγχύτως ἀτρέπτως ἀχωρίστως ἀδιαιρέτως γνωριζόμενον· οὐδαμοῦ τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζο­μένης δὲ μᾶλλον τῆς  ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν συντρεχούσης· οὐκ εἰς δύο πρόσωπα μεριζόμενον ἢ διαιρούμενον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν υἱὸν μονογενῆ θεοῦ Λόγον, Κύριον Ἰησοῦν Χριστόν, καθά περ ἄνωθεν οἱ προφῆ­ται περὶ αὐτοῦ καὶ αὐτὸς ἡμᾶς Ἰησοῦς ὁ Χριστὸς ἐξεπαίδευσε καὶ τὸ τῶν ἁγίων πατέρων ἡμῖν παραδέδωκε σύμβολον. 