ΕΠΙΛΟΓΕΣ
7. Χριστιανικοὶ τομεῖς Μνημεῖα πίστεως (συνοδικὰ καὶ ἄλλα ἐπίσημα κείμενα) Συνοδικὴ ἐπιστολὴ κατὰ τῶν ᾿Ωριγένους δογμάτων (543)

 

Συνοδικὴ ἐπιστολὴ

κατὰ τῶν ᾿Ωριγένους δογμάτων

 

᾿Εκ τῶν πρακτικῶν τῆς ἐνδημούσης ἐν Κωνσταντινουπόλει συνόδου,

συγκληθείσης ἐν ἔτει σωτηρίῳ 543ῳ ὑπὸ τοῦ πατριάρχου Μηνᾶ

 

Οὗτος τοίνυν ὁ προκείμενος ᾿Ωριγένης καθά περ τὸ τῆς ἐρημώσεως βδέλυγμα ἐν μέσῳ τῆς ἀληθοῦς ἐκκλησίας γεγένηται καὶ πρεσβύτερος χειροτονηθεὶς ὑπὸ τῆς κανονικῆς τε καὶ μιᾶς χειρὸς ἀληθινῆς εἶχε τὸ ἀξί­ωμα τοῦ πρεσβυτέρου ψιλόν τε καὶ μόνον, καθά περ καὶ τὸ τῆς ἀποστολῆς εἶχεν ὁ κλέπτης καὶ προδότης Ἰούδας. [...]

᾿Εκπεσὼν οὖν οὗτος ἐπὶ τὴν γῆν οὐρανόθεν ὡς ἀστραπή, καθά περ ὁ τούτου πατὴρ διάβολος, θυμοῦ πνέων πολλοῦ καὶ δεινοῦ κατὰ τῆς ἀλη­θείας, ἐπὶ τὴν καλουμένην Παλαιστίνην χώραν ἔπλευσε καὶ καθίσας ἐν τῇ Καισαρέων μητροπόλει κἀκεῖσε τὸ πρόσωπον ἀποκαλύψας ὅλον ἐξ ὅλου τοῦ καλύμματος, καθά περ ὁ ἰχθὺς ἡ σηπία παρά τισι καλουμένη, ὅς περ αὐτῷ καθ᾿ ἡδονὴν ἐτύγχανε, σκοτεινόν τε καὶ μέλανα ἰὸν ἐξεμέσας, ἐγγρά­φως ἀπετυπώσατο, καὶ καθά περ ἰουδαϊκὸς κάπηλος προσχήματι ἀγαθοῦ πικρῷ γλυκὺ κατέμιξε. τί γὰρ ὁ κακομήχανος καὶ μανιώδης λέγει; «ἦν, φησί, πρὸ σώματος ἡ ψυχὴ ἐν οὐρανοῖς προοῦσα, κἀκεῖσε, φησίν, ἁμαρτή­σασαν ἐν φυλακῆ κατήγγισε»· τουτέστιν ἐν τῶ σώματι κατέπεμψεν· «εἰς καθαρισμόν, φησί, καὶ σωφρονισμὸν τῶν ἐν οὐρανοῖς αὐτῇ γεγενη­μέ­νων ἁμαρτιῶν». πρῶτον ἔνθεν εὐθὺς ὁ ἀσεβέστατος μυθολογεῖ καὶ μάχεσθαι τῇ ἀληθείᾳ θέλει. [...]

Εἰ δὲ προῆν ἡ ψυχὴ ἐν τοῖς οὐρανοῖς καὶ προημάρτηκεν ἐκεῖσε, καθὼς ᾿Ωριγένης ὁ μανιώδης καὶ θεομάχος ἔφησεν, ἔδει μὴ λέγειν τὸν ἁγιώτατον προφήτην «καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ», ἀλλὰ μᾶλλον «καταγγίζων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ» ἢ τάχα «καταπέμπων». νῦν δὲ μὴ τοῦτο λέγων, ἀλλὰ «πλάσσων ἐν αὐτῷ» δείκνυσι τοῦτον λύκον ὄντα βαρύτατον, ἐνδεδυμένον ἔξωθεν πρὸς ἀπάτην ἀπωλείας τὰ κῴδια. ὡς οὐρανόθεν γὰρ ὁ ἐπίληπτος καὶ τὰ ἐκεῖσε διατετυπωμένα ἐπιστάμενος, προφανῶς οὐ μόνον προοῦσαν, ἀλλὰ καὶ προημαρτηκέναι τὴν ψυχὴν λέγει.

Ἀποδέδεικται τοίνυν διά τε τῆς θείας Γραφῆς καὶ τῶν ἁγίων πατέρων ὅτι οὐδὲ τῇ τῶν χριστιανῶν ἀληθινῇ πίστει οὐδὲ τῷ ὀρθῷ λόγῳ συμβαίνου­σιν αἱ τῶν αἱρετικῶν περὶ προϋπάρξεως ψυχῶν φαντασίαι. καὶ τοῦτο δὲ πρὸς τοῖς ἄλλοις τὴν Ὡριγένους παρίστησιν ἄνοιαν τὸ λέγειν τὸν οὐρανὸν καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ τὰ ὕδατα τὰ ἐπάνω τῶν οὐρανῶν ἔμψυχα καὶ λογικάς τινας εἶναι δυνάμεις. ταῦτα δὲ σαφῶς ἀπαγορεύει καὶ ὁ ἐν ἁγίοις Βασίλειος ἐν τῷ τρίτῳ λόγῳ τοῦ ὑπομνήματος τῆς ἑξαημέρου...

Ἓν δὲ καὶ μόνον τῶ δυσσεβεῖ ᾿Ωριγένει σπούδασμα γέγονε, τὸ τὴν ἑλληνικὴν πλάνην κρατῦναι καὶ ταῖς τῶν σαθροτέρων ψυχαῖς ζιζάνια ἐγκατασπεῖραι. δι᾿ ὃ κἀκεῖνο τὸ γέλωτος μὲν ἄξιον, παρ᾿ αὐτοῦ δὲ ὅμως εἰ­ρημένον περὶ τῆς τῶν ἀνθρώπων ἐκ νεκρῶν ἀναστάσεως προσθεῖναι συνείδομεν. λέγει γὰρ ὅτι ἐν τῇ ἀναστάσει σφαιροειδῆ ἐγείρονται τὰ σώ­ματα τῶν ἀνθρώπων. ὢ τῆς ἀνοίας καὶ ἀμαθείας τοῦ φρενοβλαβοῦς τούτου καὶ τῶν ἑλληνικῶν δογμάτων ἐξηγητοῦ! ὅς τις τυφλώττων τὴν διά­νοιαν καὶ τῇ τῶν χριστιανῶν πίστει μύθους ἐπιμεῖξαι σπουδάσας, αὐτὴν τὴν τῶν χριστιανῶν ἐλπίδα τε καὶ σωτηρίαν, τουτέστι τὴν ἐπηγγελμένην ἡμῖν ἀνάστασιν, ἐσπούδασεν ἐνυβρίσαι μηδὲ τὴν τοῦ Κυρίου ἀνάστασιν ἐντρεπόμενος. [...]

Καὶ τούτων πολλῷ χείρους βλασφημίας ὁ δυσσεβὴς ᾿Ωριγένης ἐκθέ­μενος εἰκότως ἐν τῷ καιρῷ τοῦ μαρτυρίου τὸν μὲν Χριστὸν ἀπηρνήσατο, τῇ δὲ παρ᾿ αὐτοῦ εἰσαγομένῃ ἑλληνικῇ πολυθεΐᾳ προσεκύνησε. καὶ τοῦτο δὲ κατὰ θεοῦ γέγονε πρόνοιαν, ἵνα μὴ ἀντὶ μάρτυρος ἐν τῇ ἐκκλησίᾳ δεχθῇ καὶ ἐντεῦθεν τῇ ποίμνῃ τοῦ Χριστοῦ βλάβη προσγένηται. [...]

᾿Ωριγένης δὲ ὁ δυσσεβὴς τὰς ἑαυτοῦ βλασφημίας οὐ μέχρις ἑαυτοῦ ἔστησεν, ἀλλὰ διὰ τῶν ἰδίων συγγραμμάτων καὶ εἰς πολλοὺς ἑτέρους τὴν οἰκείαν πλάνην παρέπεμψεν, ὥστε πάνυ ἐπ᾿ αὐτῷ ἁρμοδίαν εἶναι τὴν τοῦ ἀποστόλου Παύλου φωνὴν λέγουσαν ὅτι τινῶν μὲν αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν, τισὶ δὲ καὶ ἐπακολουθοῦσιν· ἡ γὰρ διαδοχὴ τῆς πλάνης αὐτοῦ ἐν ταῖς τῶν σαθροτέρων ἕρπουσα ψυχαῖς δίδωσιν ἀκολου­θεῖν αὐτῷ τὰς ἐξ ἀρχῆς ὑπ᾿ αὐτοῦ γενομένας ἁμαρτίας. ὡς γὰρ οὐκ ἐξαρ­κούσης τοῖς τὰ ᾿Ωριγένους δοξάζουσι τῆς περὶ προϋπάρξεως τῶν ψυχῶν ἀσεβείας καὶ τῶν ἄλλων αὐτοῦ ματαιολογιῶν καὶ τῶν περὶ τῆς ἁγίας τρι­άδος βλασφημιῶν, καὶ τοῦτο τῇ οἰκείᾳ προστιθέασι πλάνῃ ἐκ τῶν ἐκείνου διεστραμμένων ὁδηγούμενοι λόγων, τὸ λέγειν ὅτι πάντων ἀσεβῶν ἀνθρώ­πων καὶ πρός γε δαιμόνων ἡ κόλασις πέρας ἔχει καὶ ἀποκατασταθή­σονται ἀσεβεῖς τε καὶ δαίμονες εἰς τὴν προτέραν αὐτῶν τάξιν.

Ταῦτα δὲ λέγοντες ῥαθύμους μὲν ποιοῦσι τοὺς ἀνθρώπους περὶ τὸ πληροῦν τὰς ἐντολὰς τοῦ θεοῦ, τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ ἀποτρέποντες καὶ πρὸς τὴν πλα­τεῖαν καὶ εὐρύχωρον ἀποπλανῶντες· ἐναντιοῦνται δὲ καθάπαξ καὶ τοῖς παρὰ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λεγομένοις. αὐτὸς γὰρ ἐν τῷ ἁγίῳ εὐαγγελίῳ διδάσκει ὡς οἱ μὲν ἀσεβεῖς ἀπελεύσονται εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. καὶ πάλιν λέγει τοῖς μὲν ἐκ δεξιῶν· «Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι­λείαν ἀπὸ καταβολῆς κόσμου»· τοῖς δὲ ἐξ εὐωνύ­μων· «Πορεύεσθε ἀπ᾿ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοι­μασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. φανερῶς οὖν τοῦ Κυρίου διὰ τοῦ ἁγίου εὐαγγελίου ἀτελεύτητον τήν τε κόλασιν τήν τε βασιλείαν ἐπαγγελλομένου πρόδηλοι καθεστᾶσιν οὗτοι τοὺς ᾿Ωριγένους μύθους προτιμῶντες τῶν τοῦ Κυρίου ἀποφάσεων· ὅπου γε κἀκεῖθεν αὐτῶν ἡ ἄνοια διελέγχεται. εἰ γάρ τις κατὰ τοὺς ἐκείνου λήρους ὑπόθοιτο πέρας ἔχειν τὴν κόλασιν, ἀνάγκη τὸν τοιοῦ­τον καὶ τῇ ἐπηγγελμένῃ τοῖς δικαίοις αἰωνίᾳ ζωῇ τέλος ἐπιθεῖναι· ἐξ ἴσης γὰρ ἐπ᾿ ἀμφοτέρων τὸ αἰώνιον κεῖται. καὶ εἴ περ πέρας ἔχει κόλασίς τε καὶ ἀπόλαυσις, διὰ τί ἡ ἐνανθρώπησις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; διὰ τί δὲ καὶ ἡ σταύρωσις καὶ ὁ θάνατος καὶ ἡ ταφὴ καὶ ἡ ἀνάστασις τοῦ Κυρίου; ποῖον δὲ ὄφελος τοῖς τὸν καλὸν ἀγῶνα ἀγωνισαμένοις καὶ ὑπὲρ Χριστοῦ μαρτυρήσασιν, εἰ μέλλοιεν δαίμονές τε καὶ ἀσεβεῖς τὴν αὐτὴν τοῖς ἁγίοις τάξιν διὰ τῆς ἀποκαταστάσεως λαμβάνειν; ἀλλὰ ταῦτα μὲν ἐπὶ τὰς ἐκείνων τραπείη κεφαλὰς τῶν ταῦτα μυθολογούντων· οἱ γὰρ τοῦ Χριστοῦ λόγοι διαμενοῦσιν ἀσάλευτοι ἐν ταῖς τῶν πιστῶν ψυχαῖς καὶ ἐν αὐτῇ τῇ τῶν πραγμάτων ἀληθείᾳ.