1. Βίβλος Κείμενον τῆς Βίβλου ᾿Αποκάλυψις, κεφ. 6 (κείμενον)

PostHeaderIcon ᾿Αποκάλυψις, κεφ. 6 (κείμενον)

 

 

ΑΠΟΚΑΛΥΨΙΣ

ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

 

ΚΕΦΑΛΑΙΟΝ 6

 

[Λόγος 5ος]

 

§13

1 Καὶ εἶδον ὅτι ἤνοιξε τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων· καὶ ἤ­κουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς φωνὴ βροντῆς· «῎Ερχου». 2 καὶ εἶδον, καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτὸν ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν καὶ ἵνα νικήσῃ.

§14

3 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν δευτέραν, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος· «῎Ερχου». 4 καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρρός, καὶ τῷ κα­θημένῳ ἐπ᾿ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς καὶ ἵνα ἀλ­λήλους σφάξωσι, καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.

§15

5 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος· «῎Ερχου». καὶ εἶδον, καὶ ἰδοὺ ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ᾿ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. 6 καὶ ἤκουσα ὡς φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν· «Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνι­κες κριθῆς δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς».

 

[Λόγος 6ος]

 

§16

7 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα (1) τοῦ τετάρτου ζῴου λέγοντος· «῎Ερχου». 8 καὶ εἶδον, καὶ ἰδοὺ ἵππος χλωρός, καὶ ὁ κα­θήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾅδης ἠκολούθει μετ᾿ αὐτοῦ· καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖ­ναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς.

§17

9 Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσια­στηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ διὰ τὴν μαρτυρίαν τοῦ ἀρνίου ἣν εἶχον· 10 καὶ ἔκραξαν φωνῇ μεγάλῃ λέγοντες· 10β «῞Εως πότε, ὁ δεσπότης ὁ ἅγιος καὶ ὁ ἀληθινός, 10γ οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;» 11 καὶ ἐδόθη αὐτοῖς (2)  στολὴ λευκή, 11β καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσωνται ἔτι χρόνον(3), 11γ ἕως πληρωθῶσι(4) καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν 11δ οἱ μέλλον­τες ἀποκτέννεσθαι ὡς καὶ αὐτοί.

§18

12 Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, 12β καὶ ὁ ἥλιος μέλας ἐγένετο ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα, 13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσαν εἰς τὴν γῆν, 13β ὡς συκῆ βάλλουσα τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ ἀνέμου μεγάλου σειομένη, 14 καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, 14β καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν· 15 καὶ οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ μεγιστᾶνες καὶ οἱ χιλίαρχοι 15β καὶ οἱ πλούσιοι καὶ οἱ ἰσχυροὶ καὶ πᾶς δοῦ­λος καὶ ἐλεύθερος 15γ ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων, 16 καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις· «Πέσατε ἐφ᾿ ἡμᾶς καὶ κρύψατε ἡμᾶς 16β ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου, 17 ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ, καὶ τίς δύναται σταθῆναι;»

 

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

6. 1) 6:3,5,7-9,12· 4:5-7· 5:1,5-7· 8:1· 10:3,4· 11:19. Πρξ 4:20. Ψ 44:17· 47:5. 

1-2) 6:3-12· 4:6· 5:1-9· 8:1· 14:2· 19:11. — Ζχ 1:1-8· 6:1-3,6. 

2) 7:1-17· 10:3,4· 14:14· 19:11-16,19. 1Ιω 2:12-17· 5:4. Ιω 12:31· 16:33· 18:36. Μρ 9:2· 13:10. Μτ 24:5,14. Πρξ 1:1-8. 2Θεσ 3:1. 2Κορ 6:2. Εφ 6:12. Αβ 2:9,15· 3:1-8,9,15. (Ψ 16:15· 50:9. Ασμ 3:11. Ησ 1:18· 49:2. Δν 7:7.).  

2-5) Ζχ 1:8· 6:1-3,6. Απ 19:11,14. 

3) 6:1· 4:7. Ψ 50:21. 

3-6) 4:7· 7:2· 9:4. Μτ 10:34-36· 24:3-8. Μρ 13:7-9. — Ησ 3:1. Ιεζ 4:16. 

4) 12:3· 13:10· 17:3,6. Ιω 14:27· 19:11. Μτ 10:21,34-36· 24:3,6-7· 26:52. Μρ 13:7. Λκ 9:56. Ρμ 6:23· 13:3-4. Εφ 2:14. Ιακ 4:1. Γεν 4:1-16. Εξ 9:16,17. Δευτ 11:26-27· 30:15-20. Κρ 6:11-14. 4Βασ 3:22-23. Ψ 16:13· 19:8-9. Να 2:3. Ζχ 1:8· 6:2. Ησ 1:19-20· 2:4· 9:6· 10:5,6· 26:12· 37:26,27. Ιεζ 18:23· 29:18-20· 30:24,25. Δν 2:37,38· 5:19.  

5) 6:1· 4:6,7· 5:5,9. Μτ 24:0. Λκ 14:24. Ιακ 1:15. Ζχ 6:2,6. Λευ 26:26. Ψ 103:11,14. Θρ 5:10. Ιεζ 1:5· 4:10,16-17. Αμ 8:11. 

6) 4:6· 9:4. Ιω 12:3,5. Μτ 5:26· 20:1-16. Λκ 10:34,35,39. Πρξ 27:28. Ιακ 5:17-18. Εβρ 12:13. Δευτ 28:47-50,53,57. 2Βασ 21:1-13· 24:0. 3Βασ 17:1· 18:5. 4Βασ 7:1· 25:1-7. 2Παρ 6:28-30. Ψ 103:14. Ησ 8:21-22. Ιεζ 34:29. Αμ 8:11. 

7) 6:1,3,5· 4:7. 

7-8) Ιερ 15:3· 21:7. Ιεζ 5:12· 14:12-23· 33:27. Λευ 26:19-37. Απ 8:8-11. 

8) Ζχ 6:3. Ησ 25:8· 51:19. Ωσ 13:14. Αβ 2:5. Ιερ 14:12· 15:2,3· 16:4,16· 21:7· 50(43):11. Ιεζ 5:12,15-17· 6:11· 14:13-21· 29:5· 33:27. Λευ 26:22-33. Ψ 1:1-2· 37:4-7· 72:27. Πρμ 5:5· 21:24· 24:10. — Μτ 11:23· 24:0. Λκ 16:23. Πρξ 3:15. 1Θεσ 4:13. 1Κορ 15:54-55. Ρμ 5:14· 6:23. Απ 1:18· 2:23· 8:7-12· 9:15,18· 12:4· 13:13· 20:13,14. Ιω 11:11,25-26. 

9) 1:2,9· 2:13· 8:3· 9:13· 11:3-7· 12:11-17· 14:8,18· 16:7· 18:24· 19:10· 20:4. Ιω 3:33· 15:18-20· 16:2. Μτ 5:11· 11:16· 24:9. 2Κορ 5:8. Ρμ 12:1. Φιλ 1:23· 2:17· 4:18. 2Τιμ 1:8· 3:12· 4:6. Εξ 25:9,40· 29:12. Λευ 4:7· 17:11-13. Αρ 8:4. Δευτ 12:23. Ψ 43:10-27. Ησ 6:6. 

9-11) 7:3,9· 9:6· 19:8. (Γεν 2:17· 3:21. Ησ 1:9. Ρμ 11:5. Εβρ 9:27.). 

10) Γεν 4:10. Δευτ 32:36-43. Κρ 16:28. 1Βασ 24:12,13. 4Βασ 9:7. Ψ 9:12· 12:1-6· 34:17· 57:10,11· 73:9,10· 78:5,6,10· 93:3,4. Ησ 61:2· 63:1-6. Δν 8:13· 12:6. Ωσ 4:1. Αβ 1:2. Ζχ 1:12. Απ 3:7,10· 8:13· 11:10,18· 13:8· 15:3,4· 16:5-7· 17:8· 18:20,24· 19:2,10. Ιω 15:19· 17:14. Μτ 23:35. Λκ 2:29· 11:50· 18:7,8· 21:22. Πρξ 4:24. Ρμ 12:19. 2Θεσ 1:6-8. Εβρ 10:30· 12:23,24. 2Πετ 2:1.  

11) 3:4,5,18· 4:4· 7:9,13-14· 13:15· 14:13· 17:6· 19:14. 2Πετ 3:8,9. Μτ 10:21· 23:32,34,35· 24:9. Μρ 16:5. Ιω 16:2. 2Θεσ 1:7. Εβρ 4:9· 11:39-40· 12:23. Ησ 26:20,21. Δν 12:13.  

12) Ησ 13:9,10· 24:23· 29:6· 34:4· 50:3· 60:19,20. Ιερ 4:24· 10:22. Ιεζ 32:7,8· 38:19. Αμ 1:1· 8:9. Ζχ 14:5. Να 1:5. Ιωηλ 2:3,10,30,31· 3:4,15. Αγγ 2:6,7,21,22. 3Βασ 19:11-13. Ψ 67:9. Απ 4:15· 8:5,12· 11:13· 16:18. Μτ 24:7,29,35· 27:45,54· 28:2. Μρ 13:24-25,29,32-33· 15:33. Λκ 21:25· 23:44,45. Πρξ 21:19,20. Εβρ 12:26.  

12-14) Ησ 2:19· 13:10,13· 34:4· 50:3. Ιερ 4:24. Ιεζ 32:7,8. Ωσ 10:8. Ιωηλ 2:10· 3:4,15. Να 1:3-4. Απ 8:12· 16:18,20. Μτ 24:29,35. Μρ 13:24-25. Λκ 21:11,25,26. 

13) Ησ 7:2· 13:10-11· 33:9· 34:4. Ιεζ 32:7. Δν 4:14· 8:10. Αμ 8:9. Ιωηλ 2:31. Να 3:12. Μτ 24:21,29. Λκ 21:25. 1Κορ 7:31. Απ 8:10-12· 9:1.  

14) Ησ 2:14-17· 34:4. Ιερ 3:23· 4:23-26· 28(51):25. Ιεζ 26:15. Αβ 3:6,10. Να 1:5. Ψ 45:3· 101:26-28· 103:3,30. Απ 16:20· 20:11· 21:1. 1Κορ 7:31. Εβρ 1:10-13. 2Πετ 3:10,13.  

15) Ησ 2:10,12,19,21· 24:21,22· 34:12. 42:22. Ιερ 4:29. Δν 2:21. Μιχ 7:17. Ωσ 10:8. Ψ 2:2-4,10-12· 48:1,2· 75:12· 109:5,6. Ιωβ 34:19,20. ΙσΝ 10:16,17. Κρ 6:2. 1Βασ 13:6. Απ 13:16· 18:9-11· 19:13-21. Γαλ 6:10. Εβρ 11:38. Λκ 21:25-26. Μρ 6:21. 2Πετ 3:14-15. 

15-17) Ησ 2:10· 24:21· 34:12· 63:4. Ιωηλ 1:15· 2:11,31. Να 1:6,7. Σφν 1:14,18. Μλχ 3:2. Απ 11:18. Ρμ 2:5. Λκ 23:30. 

16) Ησ 2:19· 6:1· 63:4. Ιερ 8:3. Ιεζ 1:26-27. Ιωηλ 2:1,11· 3:4. Ωσ 10:8. Ζχ 1:14,15. Σφν 2:3. Μλχ 3:2. Ψ 2:9-12· 13:5· 20:8-12· 46:8. 109:5,6. Δευτ 4:24. 3Βασ 2219. 2Παρ 18:18. Απ 1:27· 4:2,5,9· 5:1,6,7,13· 6:10· 7:10,15· 9:6· 10:6· 11:18· 14:10· 16:1· 19:4,6,15· 20:11· 21:5. Μτ 26:64. Λκ 23:29-30. 2Θεσ 1:7-9. Ρμ 11:18. Εβρ 12:29. 

17) Ησ 13:6-22· 63:4. Ιερ 37(30):7. Ιωηλ 2:11,31. Αβδ 8,15. Σφν 1:14-18. Να 1:6,7. Μλχ 3:2. Ψ 2:9· 22:4· 35:13· 75:7· 129:3,4. Απ 11:18· 16:14· 19:19. Ρμ 2:5. Ιδ 6. Μτ 24:8. Λκ 21:25-27,36.

 

 

Σημειώσεις 6ου κεφαλαίου

(1) Β.Α. μετὰ τὸ ἤκουσα προσθέτει φωνὴν

(2) Β.Α. μετὰ τὸ αὐτοῖς προσθέτει ἑκάστῳ

(3) Β.Α. μετὰ τὸ χρόνον προσθέτει μικρὸν

(4) Β.Α. ἔχει· πληρώσωσι

῞Ετεραι παραπομπαί. 4) Σιρὰχ 15:15-17.  6) ῾Ομήρου ᾿Οδύσσεια τ 28. ῾Ηρόδοτος Ζ΄ 187.  9) ῞Υμνος σοφίας 3:1-5. ᾿Ιγνατίου πρὸς ῾Ρωμαίους 2:2.  16) Σιρὰχ 1:8.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων

 

δευτέραν,