1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 26 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 26 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 26

 

[Λόγος 35ος]

 

1 ᾿Εγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ(1) τοῦ ᾿Αβραάμ· ἐπορεύθη δὲ ᾿Ισαὰκ πρὸς ἀβιμέλεχ βασιλέα [Φιλιστιὶμ] εἰς Γέραρα. 2 ὤφθη δὲ αὐτῷ ὁ Θεὸς καὶ εἶπε· «Μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ ᾗ ἄν σοι εἴπω· 3 καὶ παροί­κει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω(2) τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα ᾿Αβραὰμ τῷ πατρί σου. 4 καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀ­στέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου [πᾶσαν] τὴν γῆν ταύ­την, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, 5 ἀνθ᾿ ὧν ὑπήκουσεν ᾿Αβραὰμ [ὁ πατήρ σου] τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου». 6  καὶ κατῴκησεν ᾿Ισαὰκ ἐν Γεράροις.

7 ᾿Επηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ ῾Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν· «᾿Αδελφή μου ἐστίν»· ἐφοβήθη γὰρ εἰπεῖν· «Γυνή μου ἐστί», μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ ῾Ρεβέκ­κας(3), ὅτι ὡραία τῇ ὄψει ἦν. 8 ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· παρακύψας δὲ ἀβιμέλεχ βασιλεὺς Γεράρων [διὰ τῆς θυρίδος], εἶδε τὸν ᾿Ισαὰκ παί­ζοντα μετὰ ῾Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ. 9 καὶ ἐκάλεσεν αὐτὸν(4) καὶ εἶπεν αὐτῷ· «῏Αρά γε γυνή σου ἐστί; τί ὅτι εἶπες, “ἀδελφή μου ἐστίν”;»  εἶπε(5) γάρ· «Μήποτε ἀποθάνω δι᾿ αὐτήν». 10 εἶπε δὲ αὐτῷ ἀβιμέλεχ· «Τί τοῦτο ἐποίησας(6); 10β μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναι­κός σου, 10γ καὶ ἐπήγαγες ἂν ἐφ᾿ ἡμᾶς ἄγνοιαν». 11 συνέταξε δὲ ἀβιμέλεχ τῷ λαῷ αὐτοῦ λέγων· 11β «Πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ, θανάτου ἔνοχος ἔσται».

 

[Λόγος 36ος]

 

12 ῎Εσπειρε δὲ ᾿Ισαὰκ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ· 13 εὐλόγησε γὰρ αὐτὸν ὁ Θεός, καὶ ὑψώθη ὁ ἄνθρω­πος. 13 καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα· 14  καὶ ἐγένετο αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. 15 ἐζήλωσαν δὲ αὐτὸν οἱ Φιλιστιὶμ καὶ πάντα ἃ ὤρυξαν φρέατα οἱ παῖδες ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ 15β ἐνέφραξαν αὐτὰ καὶ ἐνέπλησαν γῆς.(7) 16 εἶπε δὲ ἀβιμέλεχ πρὸς ᾿Ισαάκ· 16β «῎Απελθε ἀφ᾿ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα». 17 καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ κατῴκησεν ἐν τῇ Φά­ραγγι Γεράρων.

18 Καὶ πάλιν ᾿Ισαὰκ ὤρυξε τὰ φρέατα ἅ περ ἦσαν οἱ παῖδες τοῦ πα­τρὸς αὐτοῦ πεποιηκότες(8) 18β καὶ ἐνέφραξαν αὐτὰ οἱ Φιλιστιίμ(9), καὶ ἐπέ­θηκεν αὐτοῖς τὰ ὀνόματα ἅ περ ἦν ὁ πατὴρ ἐπιθείς(10). 19 καὶ ὤρυξαν οἱ παῖδες ᾿Ισαὰκ(11) καὶ εὗρον φρέαρ ὕδατος ζῶντος. 20 καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων(12) φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ. 20β καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ φρέατος τούτου ᾿Αδικία· ἠδίκησαν γὰρ αὐτόν.

21 ᾿Απάρας δὲ ᾿Ισαὰκ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον· 21β ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου· καὶ ἐπωνόμασεν αὐτὸ ᾿Εχθρία. 22 ἀπάρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· 22β καὶ ἐπωνόμασε τὸ ὄνο­μα αὐτοῦ Εὐρυχωρία λέγων· 22γ «Διότι νῦν ἐπλάτυνεν [ὁ] Κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς».

 

[Λόγος 37ος]

 

23 ᾿Ανέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ Φρέαρ τοῦ ὅρκου. 24 καὶ ὤφθη αὐτῷ Κύ­ριος(13) ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν· 24β «᾿Εγώ εἰμι ὁ Θεὸς ᾿Αβραὰμ τοῦ πα­τρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι 24γ καὶ εὐλογήσω(14) σε καὶ πληθυ­νῶ τὸ σπέρμα σου διὰ ᾿Αβραὰμ τὸν πατέρα σου». 25 καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου 25β καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· καὶ ὤρυξαν ἐκεῖ οἱ παῖδες ᾿Ισαὰκ φρέαρ(11).

26 Καὶ ἀβιμέλεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεράρων 26β καὶ [ὀχοζὰθ] ὁ νυμφαγωγὸς αὐτοῦ καὶ [φιχὸλ] ὁ ἀρχιστράτηγος(15). 27 καὶ εἶπεν αὐτοῖς ᾿Ισαάκ· «῾Ινατί ἤλθετε πρός με; 27β ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατε ἀφ᾿ ὑμῶν». 28 καὶ εἶπαν· «᾿Ιδόντες [σε] ἑωράκαμεν ὅτι Κύριος μετὰ σοῦ, καὶ εἴπαμεν· 28β γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ δια­θησόμεθα διαθήκην μετὰ σοῦ, 29 μὴ ποιήσειν(16) μεθ᾿ ἡμῶν κακόν, καθότι ἡμεῖς οὐκ ἐβδελυξάμεθά σε, 29β καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ᾿ εἰρήνης· 29γ καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου». 30 καὶ ἐποίησεν αὐτοῖς δοχήν, καὶ ἔφαγον καὶ ἔπιον· 31 καὶ ἀναστάντες τῷ πρωΐ, ὤμοσεν ἕκαστος(17) πρὸς τὸν πλησίον αὐτοῦ, 31β καὶ ἐξαπέστειλεν αὐ­τοὺς ᾿Ισαάκ, καὶ ἀπῴχοντο ἀπ᾿ αὐτοῦ μετὰ σωτηρίας.

32 Εἶτα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπελθόντες οἱ παῖδες τοῦ ᾿Ισαὰκ ὤρυξαν φρέαρ(18) καὶ εἶπαν· «Οὐχ εὕρομεν ὕδωρ». 33 καὶ ἐκάλεσεν αὐτὸ ῞Ορκος· 33β διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῇ πόλει(19) Φρέαρ ὅρκου ἕως τῆς σήμε­ρον ἡμέρας.

 

[Λόγος 38ος (26:34 - 27:40)]

 

34 ῏Ην δὲ ᾿Ησαῦ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβε τὴν ᾿Ιουδίθ, θυγατέρα Βεὴλ(20) τοῦ Χετταίου, 34β καὶ τὴν Βασεμάθ, θυγατέρα ᾿Ελὼμ τοῦ Εὐαί­ου(21). 35 καὶ ἦσαν ἐρίζουσαι τῷ ᾿Ισαὰκ καὶ τῇ ῾Ρεβέκκᾳ.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

26. 1) 12:10-20· 20:0· 21:22,32,34· 25:11· 41:54. Εξ 13:17. Δευτ 2:23. 

2) 26:24· 12:1,7,10· 17:1· 18:1,10-20· 35:9· 46:3. Ψ 36:3. Δν 10:5. 1Πετ 1:7. 

2-5) 12:1-3,7· 13:14-18· 15:0· 17:1-8,15-22· 22:15-18· 28:13-15· 35:11-12. Ρμ 11:26. 

3) 26:12,14,24,28· 12:1,2,7· 13:15,17· 15:8,18· 17:8· 20:1· 22:15-18· 28:15· 31:3,5· 35:3· 39:2,3,21. Ψ 31:8· 36:1-6· 38:12· 104:9. Ησ 43:2,5. Μιχ 7:20. Πρξ 7:10.Φιλ 4:9. Εβρ 6:17· 11:9,13-16.  

4) 12:2,3,7· 13:16· 15:5,15,18· 17:4-8· 18:18· 22:17,18. Εξ 32:13. Ψ 71:17. Πρξ 3:25. Γαλ 3:8,16. Εβρ 11:2.

5) 12:4· 17:23· 18:19· 22:16,18. Ψ 111:1,2· 127:1-6. Μτ 5:19· 7:24. Ρμ 2:14. 1Κορ 15:58. Γαλ 5:6. Εβρ 11:8. Ιακ 2:21. 

6) 20:1. 

7) 12:11,12,13· 20:2,5,12,13· 24:16· 31:31. Πρμ 29:25. Μτ 10:28. Εφ 5:25. Κλσ 3:9.  

8) Κρ 5:28. Πρμ 7:6. Ασμ 2:9. Πρμ 5:18,19. Εκ 9:9. Ησ 62:5. 

9-10) 12:18,19· 20:7-11. Εξ 32:21. 

11) 20:6. Ψ 104:14-15. Πρμ 6:29. Ζχ 2:8. 

12) 26:3· 24:1,35· 25:11. Ιωβ 42:12. Μτ 13:8,23. Μρ 4:8. 

12-14) Ψ 36:18-19. Ησ 65:13-14. 

13) 26:3· 12:2· 24:1,35· 25:5. Ψ 66:7· 111:3. Ιωβ 42:12. Πρμ 10:22. 

14) 12:16· 13:2· 37:11. 1Βασ 18:9. Ψ 35:19· 111:3,10· 143:13,14. Ιωβ 1:3· 5:2· 42:12. Πρμ 10:22· 27:4. Εκ 4:4. 

15) 21:15,30. 

16) Εξ 1:9· 12:31-33. Μτ 8:34. Λκ 8:37. 

17) 26:21,22. Μτ 10:23. Ρμ 12:19. 

18) 21:31.  18-22) 16:12. 

19) Ασμ 4:15. Ιω 4:10,11· 7:38. 

20) 16:14· 21:25-33· 22:19· 24:62· 25:11· 26:21-25· 46:1-5. 

21) 26:17,22. Εσρ 4:6. 

22) 26:17,21· 17:6· 28:3· 41:52. Εξ 1:7. Λευ 26:3-4. Δευτ 28:4. Ψ 4:1· 17:19· 30:9· 117:5· 143:13. Ησ 54:2. Μτ 5:39· 10:23. 

23) 21:31· 46:1. Κρ 20:1. 

24) 26:2,3,4· 12:1,2,7· 13:16· 15:1· 17:1-7· 21:27· 22:19· 24:12· 28:13· 31:5· 35:9. Εξ 3:6. Ψ 26:1-3· 45:1,2. Ησ 12:2· 41:10,13-15· 43:1,2· 44:2· 51:7,12. Δν 10:5. Μτ 22:32. Λκ 12:32. Πρξ 7:32. Εβρ 13:6. Απ 1:17. 

25) 4:26· 8:20· 12:7,9· 13:3,4,18· 21:33· 22:9· 33:20· 35:1. Εξ 17:15. 1Βασ 18:24. Ψ 115:8,17. 

26) 20:3· 21:11,22-34. 

27) 26:14,16. Κρ 11:7. Πρξ 7:9,14,27,35. Απ 3:9. 

28) 26:3,12-16· 21:22,23,27,31,32· 24:3,41· 31:49-53· 39:33,5. ΙσΝ 3:7. 1Βασ 3:19· 18:14. 2Παρ 1:1. Ησ 45:14· 60:14· 61:6,9. Ρμ 8:31. 1Κορ 14:25. Εβρ 6:16· 13:5.  

29) 26:11,12,14,15· 12:2· 21:22· 22:17· 24:31. Ψ 113:23 (=115:15Μ). 

30) 19:3· 21:8· 31:54. Εξ 24:11. Ρμ 12:18. Εβρ 12:14. 1Πετ 4:9. 

31) 14:22· 19:2· 21:14,23,31,32· 22:3· 25:33· 31:44,55. 1Βασ 14:24· 20:3,16,17· 30:15. Εβρ 6:16. 

32) 26:25. Πρμ 2:4,5· 10:4· 13:4. Μτ 7:7. 

33) 21:31· 26:28. 

34) 24:3· 28:6-8· 36:1-5,13. Εξ 34:16. 2Βασ 7:6. 1Κορ 7:2. Εβρ 12:16.  

35) 6:2· 27:46· 28:1,2,8.

 

 

Σημειώσεις 26ου κεφαλαίου

(1) ῾Ετέρα γραφή· καιρῷ (ΠΜ)

(2) ᾿Ενιαχοῦ προστίθεται· πᾶσαν (ΠΜ)

(3) Πολλαχοῦ προστίθεται· τῆς γυναικὸς αὐτοῦ

(4) ῾Ετέρα γραφή· ἐκάλεσε δὲ ἀβιμέλεχ τὸν ᾿Ισαὰκ (ΠΜ)

(5) ῾Ετέρα γραφή· εἶπε δὲ ᾿Ισαάκ· «Εἶπα γάρ, (ΠΜ)

(6) ᾿Ενιαχοῦ προστίθεται· ἡμῖν (ΠΜ)

(7) ῾Ετέρα γραφή· καὶ πάντα τὰ φρέατα, ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φιλιστιὶμ καὶ ἔπλησαν αὐτὰ γῆς. ΠΜ

(8) ῾Ετέρα γραφή· ὤρυξεν [ἐκεῖ] τὰ φρέατα τοῦ ὕδατος, ἃ ὤρυξαν οἱ παῖδες ᾿Αβρα­ὰμ τοῦ πατρὸς αὐτοῦ (πρβλ. ΠΜ)

(9) ᾿Ενιαχοῦ προστίθεται· μετὰ τὸ ἀποθανεῖν ᾿Αβραὰμ τὸν πατέρα αὐτοῦ (ΠΜ)

(10) ῾Ετέρα γραφή· κατὰ τὰ ὀνόματα ἃ ὠνόμασεν [᾿Αβραὰμ] ὁ πατὴρ αὐτοῦ (πρβλ. ΠΜ)

(11) ᾿Ενιαχοῦ προστίθεται· ἐν τῇ Φάραγγι Γεράρων (ΠΜ)

(12) ᾿Ενιαχοῦ προστίθεται· μετὰ τῶν ποιμένων ᾿Ισαάκ, ΠΜ

(13) ᾿Ενιαχοῦ προστίθεται·  ὁ Θεὸς

(14) ῾Ετέρα γραφή· εὐλόγηκά σε

(15) ᾿Ενιαχοῦ προστίθεται· τῆς δυνάμεως αὐτοῦ ΠΜ

(16) ῾Ετέρα γρασφή· μὴ ποιῆσαι ΠΜ

(17) ῾Ετέρα γραφή· ἄνθρωπος

(18) ῾Ετέρα γραφή· ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες ᾿Ισαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν (ΠΜ)

(19) ᾿Ενιαχοῦ προστίθεται· ἐκείνῃ ΠΜ

(20) ῾Ετέρα γραφή· Βεὼχ (ΠΜ)

(21) ῾Ετέρα γραφή· ᾿Ελὼν Χετταίου (ΠΜ)

῞Ετεραι παραπομπαί.  3) Σιρὰχ 44:22.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων

 

 

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 26

 

[Λόγος 35ος]

 

1 ᾿Εγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ(1) τοῦ ᾿Αβραάμ· ἐπορεύθη δὲ ᾿Ισαὰκ πρὸς ἀβιμέλεχ βασιλέα [Φιλιστιὶμ] εἰς Γέραρα. 2 ὤφθη δὲ αὐτῷ ὁ Θεὸς καὶ εἶπε· «Μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ ᾗ ἄν σοι εἴπω· 3 καὶ παροί­κει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω(2) τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα ᾿Αβραὰμ τῷ πατρί σου. 4 καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀ­στέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου [πᾶσαν] τὴν γῆν ταύ­την, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, 5 ἀνθ᾿ ὧν ὑπήκουσεν ᾿Αβραὰμ [ὁ πατήρ σου] τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου». 6  καὶ κατῴκησεν ᾿Ισαὰκ ἐν Γεράροις. § 7 ᾿Επηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ ῾Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν· «᾿Αδελφή μου ἐστίν»· ἐφοβήθη γὰρ εἰπεῖν· «Γυνή μου ἐστί», μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ ῾Ρεβέκ­κας(3), ὅτι ὡραία τῇ ὄψει ἦν. 8 ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· παρακύψας δὲ ἀβιμέλεχ βασιλεὺς Γεράρων [διὰ τῆς θυρίδος], εἶδε τὸν ᾿Ισαὰκ παί­ζοντα μετὰ ῾Ρεβέκκας τῆς γυναικὸς αὐτοῦ. 9 καὶ ἐκάλεσεν αὐτὸν(4) καὶ εἶπεν αὐτῷ· «῏Αρά γε γυνή σου ἐστί; τί ὅτι εἶπες, “ἀδελφή μου ἐστίν”;»  εἶπε(5) γάρ· «Μήποτε ἀποθάνω δι᾿ αὐτήν». 10 εἶπε δὲ αὐτῷ ἀβιμέλεχ· «Τί τοῦτο ἐποίησας(6); 10β μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναι­κός σου, 10γ καὶ ἐπήγαγες ἂν ἐφ᾿ ἡμᾶς ἄγνοιαν». 11 συνέταξε δὲ ἀβιμέλεχ τῷ λαῷ αὐτοῦ λέγων· 11β «Πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ, θανάτου ἔνοχος ἔσται».

 

[Λόγος 36ος]

 

12 ῎Εσπειρε δὲ ᾿Ισαὰκ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ· 13 εὐλόγησε γὰρ αὐτὸν ὁ Θεός, καὶ ὑψώθη ὁ ἄνθρω­πος. 13 καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα· 14  καὶ ἐγένετο αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. 15 ἐζήλωσαν δὲ αὐτὸν οἱ Φιλιστιὶμ καὶ πάντα ἃ ὤρυξαν φρέατα οἱ παῖδες ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ 15β ἐνέφραξαν αὐτὰ καὶ ἐνέπλησαν γῆς.(7) 16 εἶπε δὲ ἀβιμέλεχ πρὸς ᾿Ισαάκ· 16β «῎Απελθε ἀφ᾿ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα». 17 καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ κατῴκησεν ἐν τῇ Φά­ραγγι Γεράρων. § 18 Καὶ πάλιν ᾿Ισαὰκ ὤρυξε τὰ φρέατα ἅ περ ἦσαν οἱ παῖδες τοῦ πα­τρὸς αὐτοῦ πεποιηκότες(8) 18β καὶ ἐνέφραξαν αὐτὰ οἱ Φιλιστιίμ(9), καὶ ἐπέ­θηκεν αὐτοῖς τὰ ὀνόματα ἅ περ ἦν ὁ πατὴρ ἐπιθείς(10). 19 καὶ ὤρυξαν οἱ παῖδες ᾿Ισαὰκ(11) καὶ εὗρον φρέαρ ὕδατος ζῶντος. 20 καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων(12) φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ. 20β καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ φρέατος τούτου ᾿Αδικία· ἠδίκησαν γὰρ αὐτόν. § 21 ᾿Απάρας δὲ ᾿Ισαὰκ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον· 21β ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου· καὶ ἐπωνόμασεν αὐτὸ ᾿Εχθρία. 22 ἀπάρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· 22β καὶ ἐπωνόμασε τὸ ὄνο­μα αὐτοῦ Εὐρυχωρία λέγων· 22γ «Διότι νῦν ἐπλάτυνεν [ὁ] Κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς».

 

[Λόγος 37ος]

 

23 ᾿Ανέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ Φρέαρ τοῦ ὅρκου. 24 καὶ ὤφθη αὐτῷ Κύ­ριος(13) ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν· 24β «᾿Εγώ εἰμι ὁ Θεὸς ᾿Αβραὰμ τοῦ πα­τρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι 24γ καὶ εὐλογήσω(14) σε καὶ πληθυ­νῶ τὸ σπέρμα σου διὰ ᾿Αβραὰμ τὸν πατέρα σου». 25 καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου 25β καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· καὶ ὤρυξαν ἐκεῖ οἱ παῖδες ᾿Ισαὰκ φρέαρ(11). § 26 Καὶ ἀβιμέλεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεράρων 26β καὶ [ὀχοζὰθ] ὁ νυμφαγωγὸς αὐτοῦ καὶ [φιχὸλ] ὁ ἀρχιστράτηγος(15). 27 καὶ εἶπεν αὐτοῖς ᾿Ισαάκ· «῾Ινατί ἤλθετε πρός με; 27β ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατε ἀφ᾿ ὑμῶν». 28 καὶ εἶπαν· «᾿Ιδόντες [σε] ἑωράκαμεν ὅτι Κύριος μετὰ σοῦ, καὶ εἴπαμεν· 28β γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ δια­θησόμεθα διαθήκην μετὰ σοῦ, 29 μὴ ποιήσειν(16) μεθ᾿ ἡμῶν κακόν, καθότι ἡμεῖς οὐκ ἐβδελυξάμεθά σε, 29β καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ᾿ εἰρήνης· 29γ καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου». 30 καὶ ἐποίησεν αὐτοῖς δοχήν, καὶ ἔφαγον καὶ ἔπιον· 31 καὶ ἀναστάντες τῷ πρωΐ, ὤμοσεν ἕκαστος(17) πρὸς τὸν πλησίον αὐτοῦ, 31β καὶ ἐξαπέστειλεν αὐ­τοὺς ᾿Ισαάκ, καὶ ἀπῴχοντο ἀπ᾿ αὐτοῦ μετὰ σωτηρίας. § 32 Εἶτα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπελθόντες οἱ παῖδες τοῦ ᾿Ισαὰκ ὤρυξαν φρέαρ(18) καὶ εἶπαν· «Οὐχ εὕρομεν ὕδωρ». 33 καὶ ἐκάλεσεν αὐτὸ ῞Ορκος· 33β διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῇ πόλει(19) Φρέαρ ὅρκου ἕως τῆς σήμε­ρον ἡμέρας.

 

[Λόγος 38ος (26:34 - 27:40)]

 

34 ῏Ην δὲ ᾿Ησαῦ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβε τὴν ᾿Ιουδίθ, θυγατέρα  Βεὴλ(20) τοῦ Χετταίου, 34β καὶ τὴν Βασεμάθ, θυγατέρα ᾿Ελὼμ τοῦ Εὐαί­ου(21). 35 καὶ ἦσαν ἐρίζουσαι τῷ ᾿Ισαὰκ καὶ τῇ ῾Ρεβέκκᾳ.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

26. 1) 12:10-20· 20:0· 21:22,32,34· 25:11· 41:54. Εξ 13:17. Δευτ 2:23.  2) 26:24· 12:1,7,10· 17:1· 18:1,10-20· 35:9· 46:3. Ψ 36:3. Δν 10:5. 1Πετ 1:7.  2-5) 12:1-3,7· 13:14-18· 15:0· 17:1-8,15-22· 22:15-18· 28:13-15· 35:11-12. Ρμ 11:26.  3) 26:12,14,24,28· 12:1,2,7· 13:15,17· 15:8,18· 17:8· 20:1· 22:15-18· 28:15· 31:3,5· 35:3· 39:2,3,21. Ψ 31:8· 36:1-6· 38:12· 104:9. Ησ 43:2,5. Μιχ 7:20. Πρξ 7:10.Φιλ 4:9. Εβρ 6:17· 11:9,13-16.  4) 12:2,3,7· 13:16· 15:5,15,18· 17:4-8· 18:18· 22:17,18. Εξ 32:13. Ψ 71:17. Πρξ 3:25. Γαλ 3:8,16. Εβρ 11:2.  5) 12:4· 17:23· 18:19· 22:16,18. Ψ 111:1,2· 127:1-6. Μτ 5:19· 7:24. Ρμ 2:14. 1Κορ 15:58. Γαλ 5:6. Εβρ 11:8. Ιακ 2:21.  6) 20:1.  7) 12:11,12,13· 20:2,5,12,13· 24:16· 31:31. Πρμ 29:25. Μτ 10:28. Εφ 5:25. Κλσ 3:9.  8) Κρ 5:28. Πρμ 7:6. Ασμ 2:9. Πρμ 5:18,19. Εκ 9:9. Ησ 62:5.  9-10) 12:18,19· 20:7-11. Εξ 32:21.  11) 20:6. Ψ 104:14-15. Πρμ 6:29. Ζχ 2:8.  12) 26:3· 24:1,35· 25:11. Ιωβ 42:12. Μτ 13:8,23. Μρ 4:8.  12-14) Ψ 36:18-19. Ησ 65:13-14.  13) 26:3· 12:2· 24:1,35· 25:5. Ψ 66:7· 111:3. Ιωβ 42:12. Πρμ 10:22.  14) 12:16· 13:2· 37:11. 1Βασ 18:9. Ψ 35:19· 111:3,10· 143:13,14. Ιωβ 1:3· 5:2· 42:12. Πρμ 10:22· 27:4. Εκ 4:4.  15) 21:15,30.  16) Εξ 1:9· 12:31-33. Μτ 8:34. Λκ 8:37.  17) 26:21,22. Μτ 10:23. Ρμ 12:19.  18) 21:31.  18-22) 16:12.  19) Ασμ 4:15. Ιω 4:10,11· 7:38.  20) 16:14· 21:25-33· 22:19· 24:62· 25:11· 26:21-25· 46:1-5.  21) 26:17,22. Εσρ 4:6.  22) 26:17,21· 17:6· 28:3· 41:52. Εξ 1:7. Λευ 26:3-4. Δευτ 28:4. Ψ 4:1· 17:19· 30:9· 117:5· 143:13. Ησ 54:2. Μτ 5:39· 10:23.  23) 21:31· 46:1. Κρ 20:1.  24) 26:2,3,4· 12:1,2,7· 13:16· 15:1· 17:1-7· 21:27· 22:19· 24:12· 28:13· 31:5· 35:9. Εξ 3:6. Ψ 26:1-3· 45:1,2. Ησ 12:2· 41:10,13-15· 43:1,2· 44:2· 51:7,12. Δν 10:5. Μτ 22:32. Λκ 12:32. Πρξ 7:32. Εβρ 13:6. Απ 1:17.  25) 4:26· 8:20· 12:7,9· 13:3,4,18· 21:33· 22:9· 33:20· 35:1. Εξ 17:15. 1Βασ 18:24. Ψ 115:8,17.  26) 20:3· 21:11,22-34.  27) 26:14,16. Κρ 11:7. Πρξ 7:9,14,27,35. Απ 3:9.  28) 26:3,12-16· 21:22,23,27,31,32· 24:3,41· 31:49-53· 39:33,5. ΙσΝ 3:7. 1Βασ 3:19· 18:14. 2Παρ 1:1. Ησ 45:14· 60:14· 61:6,9. Ρμ 8:31. 1Κορ 14:25. Εβρ 6:16· 13:5.  29) 26:11,12,14,15· 12:2· 21:22· 22:17· 24:31. Ψ 113:23 (=115:15Μ).  30) 19:3· 21:8· 31:54. Εξ 24:11. Ρμ 12:18. Εβρ 12:14. 1Πετ 4:9.  31) 14:22· 19:2· 21:14,23,31,32· 22:3· 25:33· 31:44,55. 1Βασ 14:24· 20:3,16,17· 30:15. Εβρ 6:16.  32) 26:25. Πρμ 2:4,5· 10:4· 13:4. Μτ 7:7.  33) 21:31· 26:28.  34) 24:3· 28:6-8· 36:1-5,13. Εξ 34:16. 2Βασ 7:6. 1Κορ 7:2. Εβρ 12:16.  35) 6:2· 27:46· 28:1,2,8.

 

 

Σημειώσεις 26ου κεφαλαίου

(1) ῾Ετέρα γραφή· καιρῷ (ΠΜ)

(2) ᾿Ενιαχοῦ προστίθεται· πᾶσαν (ΠΜ)

(3) Πολλαχοῦ προστίθεται· τῆς γυναικὸς αὐτοῦ

(4) ῾Ετέρα γραφή· ἐκάλεσε δὲ ἀβιμέλεχ τὸν ᾿Ισαὰκ (ΠΜ)

(5) ῾Ετέρα γραφή· εἶπε δὲ ᾿Ισαάκ· «Εἶπα γάρ, (ΠΜ)

(6) ᾿Ενιαχοῦ προστίθεται· ἡμῖν (ΠΜ)

(7) ῾Ετέρα γραφή· καὶ πάντα τὰ φρέατα, ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φιλιστιὶμ καὶ ἔπλησαν αὐτὰ γῆς. ΠΜ

(8) ῾Ετέρα γραφή· ὤρυξεν [ἐκεῖ] τὰ φρέατα τοῦ ὕδατος, ἃ ὤρυξαν οἱ παῖδες ᾿Αβρα­ὰμ τοῦ πατρὸς αὐτοῦ (πρβλ. ΠΜ)

(9) ᾿Ενιαχοῦ προστίθεται· μετὰ τὸ ἀποθανεῖν ᾿Αβραὰμ τὸν πατέρα αὐτοῦ (ΠΜ)

(10) ῾Ετέρα γραφή· κατὰ τὰ ὀνόματα ἃ ὠνόμασεν [᾿Αβραὰμ] ὁ πατὴρ αὐτοῦ (πρβλ. ΠΜ)

(11) ᾿Ενιαχοῦ προστίθεται· ἐν τῇ Φάραγγι Γεράρων (ΠΜ)

(12) ᾿Ενιαχοῦ προστίθεται· μετὰ τῶν ποιμένων ᾿Ισαάκ, ΠΜ

(13) ᾿Ενιαχοῦ προστίθεται·  ὁ Θεὸς

(14) ῾Ετέρα γραφή· εὐλόγηκά σε

(15) ᾿Ενιαχοῦ προστίθεται· τῆς δυνάμεως αὐτοῦ ΠΜ

(16) ῾Ετέρα γρασφή· μὴ ποιῆσαι ΠΜ

(17) ῾Ετέρα γραφή· ἄνθρωπος

(18) ῾Ετέρα γραφή· ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες ᾿Ισαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν (ΠΜ)

(19) ᾿Ενιαχοῦ προστίθεται· ἐκείνῃ ΠΜ

(20) ῾Ετέρα γραφή· Βεὼχ (ΠΜ)

(21) ῾Ετέρα γραφή· ᾿Ελὼν Χετταίου (ΠΜ)

῞Ετεραι παραπομπαί.  3) Σιρὰχ 44:22.