1. Βίβλος Κείμενον τῆς Βίβλου Β΄ Κορινθίους, κεφ. 2 (κείμενον)

PostHeaderIcon Β΄ Κορινθίους, κεφ. 2 (κείμενον)

 

Β΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 2

 

1 ῎Εκρινα δὲ ἑμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. 2 εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; 3 καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ᾿ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. 4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολ­λῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω πε­ρισσοτέρως εἰς ὑμᾶς.

5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλά, ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ, πάντας ὑμᾶς. 6 ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων· 7 ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. 8 δι᾿ ὃ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην. 9 εἰς τοῦτο γὰρ καὶ ἔγραψα, ἵνα γνῶ τὴν δοκι­μὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε. 10 ᾧ δέ τι χαρίζεσθε, καὶ ἐγώ· 10β καὶ γὰρ ἐγὼ εἴ τι κεχάρισμαι ᾧ κεχάρισμαι, δι᾿ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ, 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· 11β οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀ­γνοοῦμεν.

 

[Λόγος 3ος (2:12 - 3:6)]

12 ᾿Ελθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, 12β καὶ θύ­ρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ, 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, 13β ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλ­θον εἰς Μακεδονίαν.

14 Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ 14β καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι᾿ ἡμῶν ἐν παντὶ τόπῳ· 15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυ­μένοις, 16 οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. 16β καὶ πρὸς ταῦτα τίς ἱκανός; 17 οὐ γάρ ἐσμεν ὡς οἱ λοιποὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ, ἀλλ᾿ ὡς ἐξ εἰλικρινείας, 17β ἀλλ᾿ ὡς ἐκ Θεοῦ κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν.

 

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

2. 1) 2:4· 1:15-17,23· 12:20-21· 13:10. 1Κορ 2:2· 4:21· 5:3· 7:5-8· 12:20,21· 13:10. Πρξ 11:29· 15:2,37. Ττ 3:12.

2) 1:14· 7:6-8,10,13-16· 11:29· 12:21. 1Κορ 12:26. Ρμ 12:15.

3) 2:4,9· 1:15,23· 4:13· 7:6,12· 8:22· 12:20-21· 13:1,2,10· 12:11. 1Κορ 4:21· 5:0· 9:15· 13:6,7. Γαλ 5:10· 6:11. Εφ 3:3. Φλμ 19,21. Ιω 15:11. (Εξ 4:15. 2Τιμ 3:16.)

4) 2:8,9· 1:12· 5:14· 7:8,9,12· 12:15· 11:2. 1Κορ 16:24. Ρμ 9:2,3. Φιλ 3:18. Λκ 19:41-44. Πρξ 20:19,31. (Ιω 13:34. 2Ιω 5.) Λευ 19:17,18. Ψ 118:136. Πρμ 27:5,6. Ιερ 13:15-17.

5) 1:14· 7:11,12. 1Κορ 5:1-5,12,13. Ρμ 11:25. Γαλ 4:12· 5:10. Πρμ 17:25.

6) 7:11· 13:10. 1Κορ 5:3-5,11,13. 1Τιμ 5:20.

7) 2:10· 5:4· 7:9,10. 1Κορ 15:54. 1Θεσ 4:13. 2Θεσ 3:6,14,15. Γαλ 6:1,2. Εφ 4:32. Κλσ 3:13. Φιλ 2:27. Εβρ 12:12-15. 2Βασ 20:19,20. Ψ 20:9· 55:1,2· 56:3· 123:3. Πρμ 1:12· 17:22. Ησ 28:7.

8) 2:4· 5:14. Γαλ 5:13· 6:1,2,10. Ιδ 22,23. (Ιω 13:34. 2Ιω 5.)

9) 2:3,4· 4:13· 7:12-15· 8:24· 9:13· 10:6. Φιλ 2:12,22. 2Θεσ 3:14. 2Τιμ 3:16. Φλμ 21. Εξ 4:15· 16:4. Δευτ 8:2,16· 13:3.

10) 5:20. 1Κορ 5:4. Εφ 1:7. Μτ 18:18· 26:28. Ιω 20:23. (Λευ 4:20.)

10-11) 2:7· 4:4· 11:3. Εφ 6:11. Λκ 22:31.

11) 4:4· 7:10· 11:3,14. 1Κορ 7:5. 2Θεσ 2:9. Εφ 6:11,12. 2Τιμ 2:25. Λκ 22:31. Ιω 13:2. Πρξ 1:25. 1Πετ 5:8. Απ 2:24· 12:9-11· 13:8· 20:10. Γεν 3:1. 1Παρ 21:1,2. Ιωβ 1:11· 2:3,5,9. Ζχ 3:1-4.

12) 1:8,9· 4:2,3· 10:14. 1Κορ 16:5-9. Πρξ 14:27· 16:8· 14:27· 20:1-6,8. Κλσ 4:3. Απ 3:7,8· 14:6. (Γεν 12:3.).

12-13) 7:5,6. Γαλ 2:1,2. Ττ 1:4. 1Κορ 16:5-9. Πρξ 14:27· 20:1-6.

13) 7:5,6,13-14· 8:6,16,23· 12:18. 1Κορ 16:18. 1Θεσ 3:1. Γαλ 2:1,3. 2Τιμ 4:10. Ττ 1:4. Πρξ 20:1,2.

14) 2:15,16· 1:11· 3:5· 8:16· 9:15. 1Κορ 15:57. Ρμ 8:37· 15:19. Κλσ 1:6,23,27· 2:15. Εφ 5:20. 1Θεσ 3:9. Απ 7:12,25. Ψ 105:47· 148:14. Ασμ 1:3.

15) 4:3,4. 1Κορ 1:18. 2Θεσ 2:10. Εφ 5:2. Φιλ 4:18. Γεν 8:21. Εξ 29:18,25· 30:37-38. Ησ 49:5,6. Ιεζ 20:41.

15-16) 2:14· 4:1,3. 1Κορ 1:18. Μτ 21:44. Λκ 2:34. (Εφ 5:2. Φιλ 4:18.).

16) 3:5-6· 12:11. 1Κορ 15:10. Λκ 2:34. Ιω 9:39. Πρξ 13:45-47· 20:26,27. 1Πετ 2:7,8. (Μτ 7:14. Απ 22:19.).

17) 1:12· 4:2· 5:20· 11:3,13-15· 12:19. 1Θεσ 2:3,5,10. Ρμ 16:18. Φιλ 1:10,15-17. 1Τιμ 1:19,20· 4:1-3· 6:5. 2Τιμ 2:6-18· 4:3,4. Ττ 1:11. Εβρ 11:27. Μτ 24:24. Πρξ 20:20,27. 1Πετ 4:11. 2Πετ 2:1-3. 1Ιω 4:1. 2Ιω 7-11. Ιδ 4. Απ 2:14,15,20· 12:9· 19:20. Ησ 1:22. Ιερ 5:31· 23:27-32.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων