1. Βίβλος Κείμενον τῆς Βίβλου Β΄ Κορινθίους, κεφ. 1 (κείμενον)

PostHeaderIcon Β΄ Κορινθίους, κεφ. 1 (κείμενον)

 

Β΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 1

 

[Λόγος 1ος (1:1-14)]

 

1 Παῦλος, ἀπόστολος ᾿Ιησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμό­θεος ὁ ἀδελφός, τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγί­οις πᾶσι τοῖς οὖσιν ἐν ὅλῃ τῇ ᾿Αχαΐᾳ· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πα­τρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ.

3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, 4 ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ· 5 ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ Χρι­στοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν. 6 εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐ­τῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν, καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν· (1) 7 εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρί­ας, εἰδότες ὅτι ὥς περ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς πα­ρακλήσεως.

8 Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ ᾿Ασίᾳ, ὅτι καθ᾿ ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύνα­μιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν· 9 ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπό­κριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ᾿ ἑαυτοῖς, ἀλλ᾿ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· 10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύ­σατο ἡμᾶς καὶ ῥύεται, 10β εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, 11 συνυ­πουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, 11β ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.

12 ῾Η γὰρ καύχησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, 12β ὅτι ἐν ἁπλότητι καὶ εἰλικρινείᾳ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ, 12γ ἀλλ᾿ ἐν χάριτι Θεοῦ ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς. 13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ᾿ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώ­σκετε, 13β ἐλπίζω δὲ ὅτι καὶ ἕως τέλους ἐπιγνώσεσθε, 14 καθὼς καὶ ἐπέγνω­τε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν, 14β καθά περ καὶ ὑμεῖς ἡμῶν, ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ᾿Ιησοῦ.

 

[Λόγος 2ος (1:15 - 2:11)]

 

15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρὸς ὑμᾶς ἐλθεῖν πρότερον, ἵνα δευτέραν χάριν ἔχητε, 16 καὶ δι᾿ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς 16β καὶ ὑφ᾿ ὑμῶν προπεμφθῆναι εἰς τὴν ᾿Ιουδαίαν. 17 τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; 17β ἢ ἃ βουλεύομαι, κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ᾿ ἐμοὶ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ; 18 πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἐγένετο ναὶ καὶ οὔ. 19 ὁ γὰρ τοῦ Θεοῦ υἱὸς ᾿Ιησοῦς Χριστὸς ὁ ἐν ὑμῖν δι᾿ ἡμῶν κηρυχθείς, δι᾿ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, 19β οὐκ ἐγένετο ναὶ καὶ οὔ, ἀλλὰ ναὶ ἐν αὐτῷ γέγονεν· 20 ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ ναὶ καὶ ἐν αὐτῷ τὸ ἀμήν, τῷ Θεῷ πρὸς δόξαν δι᾿ ἡμῶν. 21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, 22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

23 ᾿Εγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, 23β ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκα­τε. (2)

 

Παραπομπαί

1. 1) 1:19· 8:1· 9:2· 11:10. 1Κορ 1:1,2· 4:17· 6:11· 16:10,15. 1Θεσ 1:1,7,8. 2Θεσ 1:1. Ρμ 1:1-5· 15:25,26· 16:1,5,21. Γαλ 1:1. Εφ 1:1. Φιλ 1:1· 2:19-22. Κλσ 1:1,2. Εβρ 13:23. 1Τιμ 1:1. 2Τιμ 1:1. Φλμ 1. Πρξ 8:3· 16:1· 18:1-12.

2) 1:12· 4:15. Ρμ 1:7. 1Κορ 1:3. Γαλ 6:16. Εφ 1:2· 6:23. Φιλ 1:2. Κλσ 1:2. 1Θεσ 1:1. 2Θεσ 1:2. Φλμ 3. 1Πετ. 1:2. 2Πετ 3:18. (Ιω 1:14,17.) 2Βασ 15:20. 1Παρ 12:18. Δν 4:1.

3) 11:31. Ρμ 1:8· 12:1· 15:5,6. Εφ 1:3,17. Φιλ 2:11. 1Πετ 1:2,3. 2Ιω 4,9. Λκ 1:68. Ιω 5:22,23· 10:30· 20:17. Γεν 14:20. Εξ 34:6. 1Παρ 29:10. Νε 9:5. Ιωβ 1:21. Ψ 17:1,46· 26:1-2· 71:19· 85:5,15. Δν 4:34· 9:9. Μιχ 7:18.

4) 1:5,6· 4:8· 7:6,7. 1Θεσ 4:18· 5:11. 2Θεσ 2:16,17. Φιλ 1:14. Εβρ 12:12. Ιω 14:16,18,26. Ψ 31:5,7· 33:2-6· 65:16· 85:17. Ησ 12:1· 40:1· 49:10· 51:3,12· 52:9· 66:12-14.

4-5) 1:6-10· 4:10· 7:4-6. Κλσ 1:24. Ρμ 8:17. Μτ 20:22,23.

5) 4:10,11· 11:23-30. 1Κορ 4:10-13. 2Θεσ 2:16,17. Φιλ 1:20· 2:1· 3:10. Κλσ 1:24. Λκ 2:25. Πρξ 9:4. 1Πετ 4:13. Ψ 33:19· 93:19.

6) 1:4· 4:15-18· 5:5· 6:4. 1Κορ 3:21-23. 2Τιμ 2:10· 4:10. Ρμ 1:16· 5:3-5· 8:28. Φιλ 1:19. Εβρ 12:10,11. Πρξ 21:5.

6-7) 1:4,5· 4:12,15,17· 7:13. Ρμ 5:3-5.

7) 1:14· 7:9· 12:20. 1Κορ 10:13. 1Θεσ 1:3,4. 2Θεσ 1:4-7· 2:13. Φιλ 1:6,7. Ρμ 8:17,18. Εβρ 6:9,10. 2Τιμ 2:12. Ιακ 1:2-4,12. Μτ 5:11,12. Λκ 22:28-30.

8) 4:7-12. 1Κορ 4:8· 15:32· 16:9. Ρμ 1:13· 12:15· 15:14. Πρξ 19:23-41. 1Βασ 20:3· 27:1. Ψ 17:6. Δν 2:17.

8-9) 4:7-9. 1Κορ 10:1· 15:32· 16:9. Ρμ 4:17.

9) 3:5· 4:7,13,14· 11:23· 12:7-10. Ρμ 4:17-25. Εβρ 11:19. Μτ 27:24-26. Λκ 18:9. Ψ 21:29· 43:5-7. Ιωβ 40:14. Πρμ 28:26. Ιερ 9:23,24· 17:5-7. Ιεζ 33:13· 37:1-14. (4Βασ 4:35. 1Κορ 15:52.)

10) 1Βασ 7:12· 17:37. Ψ 33:19,22· 93:17,18. Ιωβ 5:17-22. Ησ 46:3. Ιερ 17:7. Πρξ 26:21. 1Κορ. 15:31. 2Τιμ 4:10,17,18. 2Πετ 2:9.

11) 4:15· 9:11-14. 1Θεσ 5:25. 2Θεσ 3:1. Ρμ 15:30-32. Εφ 6:18,19. Φιλ 1:19. Κλσ 4:3. Εβρ 13:18. Φλμ 22. Ιακ 5:16-18. Πρξ 12:5. Ησ 37:4· 62:6,7.

12) 1:2,17· 2:4,17· 4:2,15· 7:14· 8:8· 10:2-4· 11:3· 12:15-19. 1Κορ 1:17,19,31· 2:1,4,5,13· 4:4,13· 5:8· 15:10. Ρμ 9:1· 16:18,19. Εφ 6:14. Γαλ 6:4. Φιλ 1:10. Εβρ 13:18. 1Τιμ 1:5,19,20. Ττ 2:7. Μτ 4:8. (Ιω 1:14,17.) Πρξ 23:1· 24:16. Ιακ 3:13-18· 4:6. 1Πετ 3:16,21. 1Ιω 3:19-22. ΙσΝ 24:14. Ψ 7:3-5· 43:17-21. Ιωβ 13:15· 23:10-12· 27:5,6· 31:1-40. Ησ 38:3.

13) 4:2· 5:11· 13:6. Φλμ 6.

13-14) 1:18· 2:5· 3:2· 5:12· 10:10· 13:6. 1Κορ 1:8. Φιλ 2:16· 4:1. 1Θεσ 2:19,20. Πρξ 8:30.

14) 5:12· 8:24. Φιλ 1:6· 2:16· 4:1. 1Θεσ 2:19,20. 1Κορ 1:8. 2Τιμ 4:8.

15) 6:1· 13:1. 1Κορ 4:19· 11:34· 16:5. Ρμ 1:11,12· 15:29. Φιλ 1:25,26.

15-16) 1Κορ 16:5-6. Ρμ 1:11· 15:29.

16) Πρξ 19:21,22· 21:5. 1Κορ 16:3-7.

17) 1:12,18-20· 5:16· 10:2,3· 12:7-9. 1Κορ 4:18-19· 7:10,25. Ρμ 1:13. Γαλ 1:16· 2:2. 1Θεσ 2:18. Πρξ 14:11-13· 16:7. Μτ 5:37· 18:16. Ιω 8:15. Ιακ 5:12. Ιδ 23. Κρ 9:4. Ιερ 23:32. Σφν 3:4.

18) 1:23· 11:31. 1Κορ 1:9· 10:13. Ιω 7:28· 8:26. 1Ιω 5:20. Απ 3:7,14. Μτ 5:37. Ιακ 5:12. Δευτ 7:9.

19) 1:1· 2:12· 4:2,5· 15:27· 16:1. Μτ 3:17· 16:16,17· 17:5· 18:16· 24:35· 26:63,64· 27:40,54. Μρ 1:1. Λκ 1:35. Ιω 1:34,49· 3:16,35,36· 6:69· 8:58· 19:7· 20:28,31. Πρξ 8:37· 9:20· 15:40-18:5· 19:13. Ρμ 1:3,4. 1Θεσ 1:1. 2Θεσ 1:1. Εβρ 1:11· 13:8. 1Πετ 5:12. 2Πετ 1:17. 1Ιω 1:3· 5:5,9-13,20. 2Ιω 9. Απ 1:8,11,17· 2:18· 14:6. Γεν 12:3. Εξ 3:14. Ψ 2:7.

20) 4:6,15. 1Κορ 14:16. Ρμ 3:3· 6:23· 11:36· 15:7-9. Γαλ 3:16-18,22. Εφ 1:6,12-14· 2:7· 3:8-10. Κλσ 1:27. 2Θεσ 1:10. Εβρ 6:12-19· 7:6· 9:10-15· 11:13,39,40· 13:8. Μτ 6:13. Λκ 1:68-74· 2:14. Ιω 1:17· 3:5· 14:6. Πρξ 3:25,26· 13:32-39. 1Πετ 1:12. 1Ιω 2:24,25· 5:11. Απ 3:14· 7:12. Γεν 3:15· 22:18· 49:10. Ψ 70:17· 100:16. Ησ 7:14· 9:6,7· 65:16.

21) 5:5. Ρμ 16:25. Κλσ 2:7. 1Θεσ 3:13. 2Θεσ 2:8,17· 3:3. 1Κορ 1:8. Ρμ 8:9. Ιω 3:34. Πρξ 10:38. 1Πετ 5:10. 1Ιω 2:20,27. Απ 1:6· 3:18. Ψ 36:23,24· 44:7· 86:5· 88:4. Ησ 9:7· 49:8· 59:21· 61:1· 62:7.

21-22) 5:5. Ρμ 8:15,16,23· 11:29· 12:1. Εφ 1:13,14· 4:30. 1Κορ 2:9· 13:9. Λκ 10:19· 12:29· 17:21. 1Ιω 2:20,27. Απ 1:6· 5:10.

22) 3:3· 5:5. Ρμ 4:11· 8:1,9,14-16,23. Εφ 1:13-14· 4:30. 2Τιμ 2:19. Ιω 6:27. Απ 2:17· 7:3· 9:4. (Μτ 1:18. Πρξ 2:4.)

23) 1:9,18· 2:1-3· 10:2,6-11· 11:11,31· 12:20,21· 13:1,2,10. 1Κορ 4:21· 5:5· 16:5. Ρμ 1:9· 9:1. Γαλ 1:20. Φιλ 1:8. 1Θεσ 2:4,5,10. 2Θεσ 2:10· 13,2. 1Τιμ 1:20· 5:21. 2Τιμ. 4:1.

24) 2:1-4· 4:1-3,5,13· 5:7· 6:1· 11:31· 13:11-12. 1Κορ 3:5.9,22· 15:1,2· 16:13. Ρμ 1:12· 5:2· 11:20. Φιλ 1:25,26. Εφ 6:14-16. 2Τιμ 2:24-26. 1Πετ 5:3,8,9. 1Ιω 1:3-5. Λκ 22:25,26. Μτ 23:8-10· 24:49. Ιω 15:11· 17:13. (Γεν 3:20. Εβρ 11:39.)

 

Σημειώσεις 1ου κεφαλαίου

(1) Εἶναι σαφέστατον εἰς ΒΑ ὅτι ὁ στίχος 7 ἄρχεται ἀπὸ τοῦ ὁριζομένου ἐνταῦθα σημείου, ὅ περ καὶ φυσικωτέρα διαίρεσις. ῎Αλλαι ἐκδόσεις χωρίζουν ἄλλως.

(2) Κατὰ ΒΑ (καὶ ἄλλους) οἱ στίχοι 23 καὶ 24 ἀνήκουν ὀργανικῶς εἰς τὴν πρώτην παράγραφον τοῦ ἑπομένου κεφαλαίου.

῞Ετεραι παραπομπαί. 8) Σιρὰχ 27:17.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων