1. Βίβλος Κείμενον τῆς Βίβλου ᾿Αββακούμ, κεφ. 3 (κείμενον Ο΄)

PostHeaderIcon ᾿Αββακούμ, κεφ. 3 (κείμενον Ο΄)

 

᾿Αββακούμ

 

ΚΕΦΑΛΑΙΟΝ 3

 

Β.

 

Προσευχὴ ᾿Αββακούμ (1)

 

1 Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην·

     2 Κύριε, κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.

ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ,

     ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ,

     ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ,

     ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ, ἐλέους μνησθήσῃ.

 

3 ῾Ο Θεὸς ἀπὸ Θεμὰν ἥξει,

     καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. (2)

ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ,

     καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.

4 καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται·

     κέρατα ἐν χερσὶν αὐτοῦ,

     καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.

5 πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος,

     καὶ ἐξελεύσεται εἰς παιδείαν(3) κατὰ πόδας αὐτοῦ.

6 ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ·

     ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη.

διεθρύβη τὰ ὄρη βίᾳ, ἐτάκησαν βουνοὶ αἰώνιοι,

     7 πορείας αἰωνίους αὐτοῦ(4) ἀντὶ κόπων εἶδον.

σκηνώματα Αἰθιόπων πτοηθήσονται καὶ σκηναὶ γῆς Μαδιάμ. (5)

 

8 Μὴ ἐν ποταμοῖς (6)ὀργισθῇς, Κύριε;

     μὴ(7) ἐν ποταμοῖς ὁ θυμός σου;

     ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου;

ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου,

     καὶ ἡ ἱππασία σου σωτηρία.

9 «᾿Εντείνων ἐντενεῖς τὸ τόξον σου ἐπὶ σκῆπτρα»,

     λέγει Κύριος. (2)

Ποταμῶν ῥαγήσεται γῆ·

     10 ὄψονταί σε καὶ ὠδινήσουσι λαοί·

     σκορπίζων ὕδατα πορείας.

ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς,

     ὕψος φαντασίας αὐτῆς.

11 ἐπῄρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς·

     εἰς φῶς βολίδες σου πορεύσονται,

     εἰς φέγγος ἀστραπῆς ὅπλων σου.

12 ἐν ἀπειλῇ ὀλιγώσεις γῆν

     καὶ ἐν θυμῷ κατάξεις ἔθνη.

13 ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου

     τοῦ σῶσαι τοὺς χριστούς σου [ἐλήλυθας]·

ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον,

     ἐξήγειρας δεσμοὺς ἕως τραχήλου (2) εἰς τέλος.

14 διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν,

     σεισθήσονται ἐν αὐτοῖς·

     διανοίξουσι χαλινοὺς αὐτῶν ὡς ὁ ἐσθίων πτωχὸς λάθρᾳ.

15 καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου

     ταράσσοντας ὕδατα πολλά.

 

16 ᾿Εφυλαξάμην, καὶ ἐπτοήθη ἡ καρδία μου

     ἀπὸ φωνῆς προσευχῆς χειλέων μου·

καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου,

     καὶ ἐν ἐμοὶ ἐταράχθη ἡ ἰσχύς μου.

ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεώς μου

     τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου.

17 διότι συκῆ οὐ καρποφορήσει,

     καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις·

ψεύσεται ἔργον ἐλαίας,

     καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν·

ἐξέλιπεν ἀπὸ βρώσεως πρόβατα,

     καὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτναις.

18 ἐγὼ δὲ ἐν τῷ Κυρίῳ ἀγαλλιάσομαι,

     χαρήσομαι ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

19 Κύριος ὁ Θεός μου δύναμίς μου

     καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν·

καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με

     τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

3. 0) Γεν 15:2-3· 18:23-32. Εξ 32:11-14. 2Βασ 7:18-29. 3Βασ 8:22-53· 18:36-37. Ησ 33:1. Ιερ 27:7. Ιεζ 39:10. Δν 9:3-19.

1) 2:1. Ψ 7:1-17· 48:4· 84:5· 85:1-17· 89:0. Ησ 53:1. Αβδ 1. (Εβρ 12:21.).

2) 3:16· 1:5-10· 2:3. Γεν 3:19. Εξ 9:20,21· 32:10-12. Αρ 14:10-23· 16:46,47. 2Βασ 24:10-17. 1Παρ 34:27,28. Εσρ 9:8. Ψ 6:1-3· 37:1· 77:38,39· 84:5,6· 89:13-17· 102:9· 103:29,30,36· 118:120· 137:7,8. Ιωβ 2:11· 4:12-21. Ησ 1:3· 51:9-11· 53:1· 63:15-19· 64:1-4· 66:2. Ιερ 10:7,24· 25:11,12· 36(29):10· 43(36):21-24· 52:31-34. Θρ 3:32. Δν 8:17· 9:2. Ωσ 6:2,3. Ζχ 1:12. Ιω 10:10. Φιλ 1:6. Ρμ 3:10,15,20,23· 10:16. Εβρ 11:7· 12:21. Ττ 3:5. Απ 15:4.

3) Γεν 12:7· 21:21· 36:11. Εξ 19:16-20· 20:18· 24:15-17. Αρ 10:12. Δευτ 5:24· 18:18· 32:15,17· 33:2. Κρ 5:4,5. 1Βασ 25:1. Ψ 3:2,4· 4:4· 8:2· 9:16,20· 47:10· 67:7,8,17· 112:4· 113:3-7· 148:13. Ησ 6:3· 64:3. Ιερ 49:7. Ιεζ 40:3-4. Αμ 1:12. Αβδ 9. 2Κορ 3:7-11. Εφ 1:21. Απ 5:13,14.

3-6) Κρ 5:4-5. Ψ 49:2-3.

4) Εξ 13:21· 14:20· 24:10· 34:29-30,35. 1Βασ 2:10. 2Βασ 22:12. Νε 9:12. Ψ 17:12· 30:18· 43:7· 74:5· 103:1· 111:9· 118:104. Ιωβ 26:14. Πρμ 18:10. Ασμ 8:6. Ησ 9:2· 60:1,19,20. Ιεζ 1:4,27· 10:4. Μτ 17:2,5· 24:30. Μρ 9: 7. (Λκ 1:69.) Ιω 3:16· 10:18· 12:31· 15:23. 1Τιμ 6:16. Απ 21:23· 22:5.

5) Εξ 12:29,30. Αρ 14:12· 16:46-49. Δευτ 32:24,25. 2Βασ 24:13-15. Ψ 17:7-13· 33:16· 42:3· 64:12· 77:50,51· 84:14. Να 1:2,3. Μτ 3:11. Ιω 15:22.

6) 3:10. Γεν 49:26. Εξ 4:25· 15:17· 21:31. Αρ 34:0. Δευτ 32:8· 33:15. ΙσΝ 10:40-42· 11:18-23. Κρ 5:4-5. Νε 9:22-25. Ψ 67:7-9· 16· 81:1· 89:2· 102:17· 103:32· 113:4-7· 134:8-12. Ιωβ 15:7. Ησ 17:12-14· 51:6,8· 64:1-3. Να 1:4-5. Ζχ 14:4,5. Μιχ 5:8. Μτ 24:35. Λκ 1:50. Πρξ 17:26. Εβρ 13:8.

7) Γεν 10:6,7· 25:1-4. Εξ 2:15· 15:14-16. Αρ 22:3-4· 31:2-12. ΙσΝ 2:10· 9:24· 25:1-4. Κρ 7:13. 1Παρ 1:5-9,32. Ψ 82:5-10. Πρξ 15:10. 1Ιω 5:3.

8) 3:13,15· 1:8. Εξ 14:21,22. Δευτ 33:26,27. ΙσΝ 3:12-17. 4Βασ 2:11,12. Ψ 18:10· 44:4· 67:4,17· 77:15,16· 88:10· 92:3,4· 103:3,6-8· 104:41· 113:3,5. Ιωβ 9:13· 38:8-11. Ησ 19:1· 50:2· 51:9. Να 1:4· 3:2. Μρ 4:39. Ιω 12:47. Απ 6:2· 16:12· 19:11,14.

8-11) Ψ 17:8-16· 76:17-20· 113:0. Να 3:3.

9) 3:3. Γεν 15:18-21· 17:7,8· 22:16-18· 26:3,4· 28:13,14. Εξ 17:6. Αρ 20:11. Δευτ 32:23. Ψ 7:12,13· 34:1-3· 44:5,7· 77:15,16· 104:8-11,41· 119:4· 140:8· 142:6. Ησ 51:9,10· 52:10. Θρ 2:4. Ζχ 6:2. Μιχ 9:13· 10:4. (Μτ 10:34.) Λκ 1:72-75. Ιω 3:17. Πρξ 9:15. Εβρ 6:13-18. 1Κορ 10:4.

10) 3:6. Εξ 14:22-28· 19:16-18. Κρ 5:4,5. ΙσΝ 3:15,16· 4:18,23,24. Νε 9:11. Ψ 17:15· 64:13· 67:7,8· 76:18· 92:3· 95:11-13· 96:4,5· 97:7,8· 113:3-8· 135:13-15. Ησ 11:15,16· 26:18· 43:20· 55:12· 63:11-13· 64:1,2· 66:6· 67:8· 74:13-15· 76:19· 77:16-19· 78:18. Ιερ 4:24. Μιχ 1:4. Να 1:5,8. Μτ 4:23· 9:35· 25:27· 27:51. Ιω 12:19. Πρξ 17:6· 19:24-26· 21:27-29. 1Κορ 12:4. Εβρ 11:29. Ιακ 4:17. Απ 6:14· 16:12· 20:11.

11) ΙσΝ 10:11-14. Ψ 17:12-14· 18:4· 76:17,18· 126:4,5· 143:5,6. Ησ 28:21· 38:8. Μλχ 4:2. Μτ 5:16. σΙω 12:32. Ρμ 13:12. Εφ 6:11.

12) 3:6. Αρ 21:23-35. Νε 9:22-24. Ψ 43:1-3· 77:55. Ιερ 28(51):33. Αμ 1:3-5. Μιχ 4:12,13. Ιω 8:24. Πρξ 13:19.

13) Εξ 12:29,30· 14:13,14· 15:1,2. Λευ 4:3,5,16. Δευτ 32:42. ΙσΝ 10:11,24,42· 11:8,12. Ψ 2:2,6· 17:37-45· 19:7· 67:7,19-23· 73:13,14· 76:20· 83:10· 88:19-21,39,52· 98:6· 104:15,26· 109:1-2,6. Πρμ 5:22. Ησ 63:11. Θρ 4:20. Ωσ 11:3,4. Μτ 10:6· 15:24. Ιω 3:17· 8:42.

14) 3:9,11. Εξ 1:10-16,22· 11:4-7· 12:12,13,29,30· 14:5-9,17,18· 15:9,10. Κρ 7:22. 2Παρ 20:22-24. Ψ 9:29· 16:5· 63:2-7· 77:50,51· 82:2,8,9-11· 117:10-12. Δν 11:40. Ζχ 9:14. Μτ 21:38. Ιω 4:34· 7:12· 12:32. Πρξ 2:14· 4:27,28,29. Ιακ 1:13.

15) 3:8. Εξ 15:1. Ψ 76:19. Μτ 10:5,34· 28:19. Πρξ 17:30-31.

16) 3:2· 1:5-11· 2:1,3,4,5. Γεν 23:4. Δευτ 28:49-52. 4Βασ 24:1,2. Ψ 38:17· 90:15· 93:12,13· 118:120. Ιωβ 3:23. Ησ 6:5· 16:11· 21:3-4· 26:20,21. Ιερ 4:19· 15:10,11· 23:9· 25:9-11· 51:33-35(45:3-5). Ιεζ 3:14· 9:4-6. Δν 8:18,27· 10:8. Λκ 2:29. 2Θεσ 1:6-9.

17) Δευτ 20:19-20· 28:15-19,30-41. Ψ 51:8. Ησ 5:7. Ιερ 4:3,4· 11:16· 14:2-8. Ιωηλ 1:10-13,16-20. Αμ 4:6-10· 8:11. Αγγ 2:16,17. Μτ 21:19,20. 1Κορ 9:9,13. Ρμ 11:24.

17-19) Ιω 3:16. (Ψ 22:1. Ιδ 1.)

18) Εξ 15:2. Δευτ 12:18. 1Βασ 2:1. Ψ 17:33-34· 24:5· 26:1· 30:1· 32:1· 45:1-5· 84:6· 96:12· 101:1· 103:34· 117:14,15· 149:2. Ιωβ 13:15. Ησ 12:2· 41:16· 61:10. Ζχ 10:7. Μιχ 7:7. Λκ 1:46,47· 2:30. Ρμ 5:2,3· 9:30· 15:9. Φιλ 4:4. Ιακ 1:2,9,10. 1Πετ 1:8. 4:12,13.

19) Δευτ 32:13· 33:29. 2Βασ 22:34. 2Παρ 20:24. Ψ 4:1-8· 6:1-10· 8:17· 17:1,2,3,33,34· 19:5· 26:1· 45:1· 53:0· 54:0· 66:0· 75:0. Ησ 12:2· 45:24· 58:14. Ζχ 10:12. 1Κορ 10:11· 15:28. 2Κορ 12:9,10. Εφ 3:16. Φιλ 4:13· 14:13. Κλσ 1:11. 2Τιμ 2:5· 4:7.

 

Σημειώσεις 3ου κεφαλαίου

(1) ῾Ετέρα γραφή· Προσευχὴ ᾿Αββακοὺμ τοῦ προφήτου· ἐνιαχοῦ δὲ προστίθεται· με­τὰ ᾠδῆς (ΠΜ). ῾Η ἐπιγραφὴ αὕτη εἶναι μεταγενεστέρα καὶ δὲν ἀνήκει εἰς τὸ θεόπνευστον κείμενον τῆς προφητείας. ῞Ολον τὸ κεφάλαιον ὀνομάζεται ἐπίσης καὶ ᾿ῼδὴ ᾿Αββακούμ.

(2) (διάψαλμα). ΠΜ

(3) ῎Αλλαι γραφαί· εἰς πεδίαἐν πεδίοις.

(4) ῎Αλλη γραφή· αὐτῶν

(5) (διάψαλμα). Μ

(6) ῎Αλλη γραφή· ὠργίσθης

(7) ῎Αλλη γραφή·

῞Ετεραι παραπομπαί. 10) Σιρὰχ 20:30. 14) ῞Υμνος σοφίας 1:13. 19) Σιρὰχ 15:9-10.

 

 

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων