1. Βίβλος Κείμενον τῆς Βίβλου Γ΄ ᾿Ιωάννου (κείμενον)

PostHeaderIcon Γ΄ ᾿Ιωάννου (κείμενον)

 

Γ΄ ᾿Ιωάννου

ἐπιστολὴ καθολική

 

 

ΚΕΦΑΛΑΙΟΝ ΜΟΝΟΝ

 

1 ῾Ο πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.

2 ᾿Αγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή. 3 ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυ­ρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. 4 μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα.

5 ᾿Αγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους, 6 οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. 7 ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον, μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν. 8 ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.

9 ῎Εγραψα τῇ ἐκκλησίᾳ· ἀλλ᾿ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. 10 διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· 10β καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς 10γ καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.

11 ᾿Αγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. 11β ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν. 12 Δημητρίῳ μεμαρτύ­ρηται ὑπὸ πάντων καὶ ὑπ᾿ αὐτῆς τῆς ἀληθείας· 12β καὶ ἡμεῖς δὲ μαρτυροῦ­μεν, καὶ οἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι.

13 Πολλὰ εἶχον γράφειν, ἀλλ᾿ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι· 14 ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν. 15 εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατ᾿ ὄνομα.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

1) 3Ιω 2,5,11. 2Ιω 1. 1Ιω 3:18. Φλμ 2. (Πρξ 11:30· 19:29· 20:4. Ρμ 16:23. 1Κορ 1:14. Ττ 1:5.).

2) 3Ιω 3-6. 2Ιω 4. Απ 2:9. Ιακ 5:12. 1Πετ 4:8. 2Πετ 1:3-9· 3:18. Ρμ 1:10. 1Κορ 16:2. Φιλ 2:4,27. Κλσ 1:4-6. 1Θεσ 1:3-10· 2:13,14,19,20· 3:6-9. 2Θεσ 1:3· 2:13. Φλμ 5-7. Μτ 6:33. Ψ 19:1-5.

3) 3Ιω 4. 2Ιω 2,4. 1Ιω 1:6. Φιλ 1:4. 1Θεσ 2:19-20· 3:6-9. Ρμ 1:8,9. 2Κορ 7:6,7. Εφ 1:15,16. Κλσ 1:7,8. Ψ 118:11.

4) 1Ιω 1:4· 2:1. 2Ιω 4,12. Ιω 12:35,36· 15:13. 1Θεσ 2:19-20· 3:9. 1Κορ 4:15. Γαλ 2:14· 4:19. εφ 3:8. Φλμ 10. 3Βασ 2:4· 3:6. 4Βασ 20:3. Ψ 25:1-3. Πρμ 23:24. Ησ 8:18· 38:3.

5) Μτ 24:45. Μρ 14:6. Λκ 12:42· 16:10-12. 2Κορ 4:1-3. Ρμ 12:13. Κλσ 3:17. Εβρ 13:2. 1Πετ 4:10,11.

5-6) Πρμ 19:17. Ττ 3:13. 1Θεσ 2:12.

5-8) Εβρ 13:2.

6) 3Ιω 9,10. Απ 1:4. (Φιλ 1:1.) Ττ 3:13. Ρμ 15:24· 16:23. Κλσ 1:10. 1Κορ 16:6,11. 1Θεσ 1:12. Πρξ 8:3· 15:3. Μτ 25:40.

7) Απ 2:3. Πρξ 5:40,41· 8:4· 9:16· 15:40· 20:33. Κλσ 1:24. Φιλ 2:9. 1Θεσ 2:9. 1Κορ 4:12· 9:12-18. 2Κορ 4:5· 11:7-9· 12:13,14. Μτ 10:8-14. Μρ 6:8-13. Λκ 9:3-5· 10:4-11. 4Βασ 5:15,16,20-27.

8) 3Ιω 10. Μτ 10:14,40,41. Λκ 11:7. Πρξ 1:9. 1Κορ 3:5-9· 9:11· 16:10,11,18. 2Κορ 6:1· 7:2,3· 8:23. Ρμ 12:13· 16:1,2. Φιλ 1:3-5,7· 4:3. Κλσ 4:11. 1Θεσ 3:2. Φλμ 2,24. Εβρ 13:2. 1Πετ 4:9.

9) Μτ 19:30· 20:16,27· 23:8. Μρ 10:31. Λκ 13:30. Φιλ 2:3. Κλσ 1:18.

9-10) 3Ιω 6. Απ 1:4. 2Τιμ 4:14,15. Ρμ 12:17. Ιω 3:20· 9:22. Μτ 20:25· 23:6-8,14. (Πρξ 8:3· 13:10· 28:30. Φιλ 1:1.).

10) 3Ιω 5,14. 2Ιω 12. 1Ιω 2:28. 2Πετ 2:18. Ιδ 10. 1Κορ 5:1-5. 2Κορ 10:1-11· 13:2. 1Τιμ 5:13. Μτ 23:13. Λκ 6:22. Ιω 4:11· 9:22,34,35· 14:26. Πρμ 10:8,10. Ησ 66:5.

11) 3Ιω 2. 1Ιω 2:29· 3:6-10· 4:12. 1Πετ 3:11-13. 1Θεσ 5:15. 1Κορ 4:16· 11:1. 2Κορ 6: 14-15. Ρμ 37: 27. 1Τιμ 6:11. 2Τιμ 2:22· 4:10. (Κλσ 4:14. Φλμ 24. Πρξ 19:21.) Ψ 33:14· 36:1-2,27. Ησ 1:16.

12) 3Ιω 4. Πρξ 6:3· 10:22· 16:2· 22:12. 1Θεσ 4:12. 1Κορ 10:32-33. 1Τιμ 3:7. Ιω 15:26· 19:35· 21:24. 1Ιω 4:14.

13-14) 2Ιω 12. 2Θεσ 2:15.

14) Αρ 12:8.

15) 2Ιω 12,13. Ιω 14:27· 15:14,15· 20:19,21. 1Κορ 16:20. Γαλ 6:16. Εφ 6:23. 1Πετ 5:14.

 

Σημειώσεις

῞Ετεραι παραπομπαί. 5-6) Τωβὶτ 4:9,11. 7) ᾿Ιγνατίου πρὸς ᾿Εφεσίους, κεφ. 3 καὶ 7· τοῦ αὐτοῦ, πρὸς Φιλαδελφεῖς, κεφ. 10. Διδαχὴ 11:6.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων