1. Βίβλος Κείμενον τῆς Βίβλου ᾿Αββακούμ, κεφ. 1 (κείμενον Ο΄)

PostHeaderIcon ᾿Αββακούμ, κεφ. 1 (κείμενον Ο΄)

 

᾿Αββακούμ

 

ΚΕΦΑΛΑΙΟΝ 1

 

Α.

 

1 Τὸ λῆμμα ὃ εἶδεν ᾿Αββακοὺμ ὁ προφήτης.

 

2 ῞Εως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐ μὴ εἰσακούσεις;

     βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ μὴ σώσεις;

3 ἱνατί ἔδειξάς μοι κόπους καὶ πόνους,

     ἐπιβλέπειν [ἐπὶ] ταλαιπωρίαν καὶ ἀσέβειαν;

     ἐξεναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει.

4 διὰ τοῦτο διεσκέδασται νόμος,

     καὶ οὐ διεξάγεται εἰς τέλος κρῖμα,

     ὅτι ὁ ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον·

     ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.

 

5 «῎Ιδετε, οἱ καταφρονηταί, καὶ ἐπιβλέψατε καὶ θαυμάσατε

     [καὶ ἴδετε] θαυμάσια καὶ ἀφανίσθητε,

     διότι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν,

     ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται [ὑμῖν].

6 διότι ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς Χαλδαίους(1)

     τὸ ἔθνος τὸ πικρὸν καὶ τὸ ταχινόν,

   τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς

     τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ.

7 φοβερὸς καὶ ἐπιφανής ἐστιν,

     ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται(2)

     καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.

8 καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ

     καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς ᾿Αραβίας·

     καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσι μακρόθεν

     καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.

9 συντέλεια (3)ἐπ᾿ ἀσεβεῖς ἥξει,

     ἀνθεστηκότας προσώποις αὐτῶν ἐξεναντίας

     καὶ συνάξει ὡς ἄμμον αἰχμαλωσίαν.

10 καὶ αὐτὸς ἐν βασιλεῦσιν ἐντρυφήσει,

     καὶ τύραννοι παίγνια αὐτοῦ,

     καὶ αὐτὸς εἰς πᾶν ὀχύρωμα ἐμπαίξεται

     καὶ βαλεῖ χῶμα καὶ κρατήσει αὐτοῦ.

11 τότε μεταβαλεῖ τὸ πνεῦμα [αὐτοῦ] καὶ διελεύσεται καὶ ἐξιλάσεται».

     Αὕτη ἡ ἰσχὺς τῷ Θεῷ μου!

 

12 Οὐχὶ σὺ ἀπ᾿ ἀρχῆς, Κύριε(4) ὁ Θεός μου ὁ ἅγιος;

     καὶ οὐ μὴ ἀποθάνωμεν.

   Κύριε, εἰς κρῖμα τέταχας αὐτόν·

     καὶ ἔπλασέ με τοῦ ἐλέγχειν παιδείαν αὐτοῦ.

13 καθαρὸς ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾶν πονηρὰ

     καὶ ἐπιβλέπειν ἐπὶ πόνους οὐ δυνήσῃ·

     ἱνατί ἐπιβλέπεις ἐπὶ καταφρονοῦντας;

     παρασιωπήσῃ ἐν τῷ καταπίνειν ἀσεβῆ τὸν δίκαιον;

14 καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης

     καὶ ὡς (5)ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον;

15 Συντέλειαν ἐν ἀγκίστρῳ ἀνέσπασεν αὐτὸν

     καὶ εἵλκυσεν αὐτὸν ἐν ἀμφιβλήστρῳ αὐτοῦ

     καὶ συνήγαγεν αὐτὸν ἐν ταῖς σαγήναις αὐτοῦ.

16 ἕνεκεν τούτου εὐφρανθήσεται καὶ χαρήσεται ἡ καρδία αὐτοῦ·

     ἕνεκεν τούτου θύσει τῇ σαγήνῃ αὐτοῦ

     καὶ θυμιάσει τῷ ἀμφιβλήστρῳ αὐτοῦ,

     ὅτι ἐν αὐτοῖς ἐλίπανε μερίδα αὐτοῦ,

     καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά.

17 διὰ τοῦτο ἀμφιβαλεῖ τὸ ἀμφίβληστρον αὐτοῦ

     καὶ διαπαντὸς ἀποκτείνειν ἔθνη οὐ φείσεται.

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

1. 1) 1:7. Να 1:1. Αμ 1:1. Μιχ 1:1. Ησ 1:1· 13:1· 22:1. Ιερ 23:33. Ιεζ 1:4. Γεν 46:2. Αρ 22:9,31. 2Παρ 18:6.

2) Ψ 9:22-23· 12:1-4· 21:1,2· 72:1-16· 73:9,10· 93:3. Ιωβ 21:5-16. Ιερ 14:9. Θρ 3:8,9. Μιχ 2:1-2· 3:1-3. Γεν 6:11. Απ 6:10.

2-4) Μιχ 3:1-4. Ιερ 22:13-19. Ιεζ 8:12· 9:9. 4 Βασ 21:0-22:0.

3) Ψ 11:1,2· 54:9-11· 72:0· 74:3-9· 119:5,6. Εκ 4:1· 5:8· 6:1. Πρμ 13:2· 15:17· 18:6,7· 22:16· 29:8. Ιερ 9:2-6· 22:17. Ιεζ 2:6. Μιχ 7:1-4. Δευτ 1:17. Μτ 10:16. 2Πετ 2:8.

4) 1:3. Ωσ 10:4. Αμ 5:7,12. Μιχ 2:1,2· 3:1-3· 7:2-4. Ησ 1:21-23· 59:2-8,13-15. Ιερ 5:27-29· 12:1,6· 33(26):8,21-23· 44(37):14-16· 45(38):4-6. Ιεζ 9:9· 22:25-30. Ψ 10:3· 21:16· 57:1,2· 58:2,4· 81:1-5· 93:3,20,21· 118:126. Ιωβ 21:7. Γεν 6:11. Εξ 23:2,6. Δευτ 16:19. 3Βασ 21:13. 4Βασ 24:1-5. 2Παρ 36:4-8. Μτ 23:34-36· 26:59-66· 27:1,2,25,26. Μρ 7:9. Πρξ 7:52,59· 23:12-14. Ρμ 3:31. Ιακ 2:6,7.

5) Σφν 1:2. Ησ 28:21,22· 29:14. Ιερ 5:12,13· 6:22· 9:25,26· 18:18· 25:14· (25:14-29) 32:1-15. Θρ 4:12. Ιεζ 12:22-28. Δν 9:12. Δευτ 4:27· 29:23-25. Μτ 23:32,36. Πρξ 6:13,14· 13:40,41. Εβρ 10:31.

6) 1:8. Γεν 22:22. Δευτ 28:49-57. Κρ 18:25. 2Βασ 17:8. 3Βασ 24:1-2,10· 25:1. 4Βασ 24:2,10-20· 25:1-23. 2Παρ 36:6-13,17. Ησ 5:26-30· 10:5,6· 23:13· 39:6,7· 48:14. Ιερ 1:14,15,16· 4:6,8· 5:15· 6:22,23· 21:3,4· 25:9. Ιεζ 7:24· 21:31. Δν 9:1. Μιχ 4:10. Γαλ 5:15.

7) 1:1. Ιερ 46(39):5-9· 52:9-11,25-27. Θρ 3:47. Δευτ 5:19,27.

8) 1:6. Δευτ 28:49. Ιωβ 9:26· 39:29-30. Ησ 5:26-30. Ιερ 4:13· 5:6. Θρ 4:19. Ιεζ 17:3,12. Να 2:5. Σφν 3:3. Ωσ 8:1. Μτ 24:28. Λκ 17:37.

9) 1:6· 2:5-13. Ωσ 1:10· 13:15. Ησ 27:8· 66:4. Ιερ 4:7,11· 5:15-17· 15:8· 25:9· 41(34):22. Ιεζ 17:10· 19:12. Ψ 33:5· 138:18. Ιωβ 29:18. Πρμ 10:24. Γεν 41:49. Δευτ 28:51,52. Κρ 7:12. 4Βασ 24:14,15· 25:11,12. 2Παρ 36:18,20. Ρμ 9:27.

10) 2Βασ 20:15. 4Βασ 19:32· 24:12· 25:6,7. 2Παρ 36:6,10. Ησ 14:16· 37:13. Ιερ 6:6· 39(32):24· 40(33):4,5· 52:4-7,10,11. Ιεζ 17:17· 26:7-11.

11) 1:16. Ησ 10:13· 14:13-14. Δν 4:30-34· 5:3,4,20. Ιερ 29(47):2. 1Βασ 2:6.

12) 2:3-5· 3:2. Αμ 9:8,9. Μιχ 5:2. Ησ 10:5-7· 27:6-9,10· 37:26· 40:28· 43:15· 49:7· 57:15. Ιερ 4:27· 5:18· 10:10-11· 25:8-14· 26(46):28· 37(30):11· (38)31:18-20· (40)33:24-26. Θρ 5:19. Ιεζ 30:25· 37:11-14. Ψ 16:13· 17:1,2· 18:13· 43:18· 89:2· 92:2· 117:17. Πρμ 19:21. Γεν 2:17· 3:6,11. Εξ 3:14· 6:2-4. Δευτ 32:4,30,31· 33:27. 1Βασ 2:2. 4Βασ 19:25. Μτ 16:18. Ιω 9:39· 14:19. Πρξ 3:14. 2Κορ 6:9. 1Τιμ 1:17· 6:16. Εβρ 1:10-12· 12:5,6· 13:8. Απ 1:8,11.

12-14) Ιωβ 21:7· 24:1-3. Ψ 72:2-3. Ιερ 12:1-2. Εκ 8:11.

13) 1:3,4. Ησ 21:2· 24:16· 31:1· 33:1· 64:12. Ιερ 12:1,2· 51(44):4. Ψ 5:4-6· 9:22,23,37· 10:4-7· 33:15,16· 34:22· 36:12-15,32,33· 49:3,21· 55:1,2· 72:3· 82:1. Ιωβ 15:15. Πρμ 31:8,9. Αρ 23:21. 2Βασ 4:11. 3Βασ 2:32. Πρξ 2:23. 3:13-15. 1Πετ 1:15,16.

14) Πρμ 6:7. 3Βασ 22:17.

15) Αμ 4:2. Ιερ 16:16· 27(50):11. Θρ 2:15,16. Ιεζ 25:6· 26:2· 29:4,5· 35:15. Ψ 9:30. Μτ 17:27. Λκ 5:5-10. Ιω 21:6-11. Απ 11:10.

16) 1:11. Δευτ 8:17. Ησ 10:13-15· 14:13· 37:24,25. Ιερ 7:18· 44:17,18. Ιεζ 28:3· 29:3. Δν 3:1-2· 4:30· 5:23. Λκ 12:19.

17) 1:9,10· 2:5-8,17. Ησ 14:16,17. Ιερ 25:9-14· 32:1-12 (Ιερ 25:9-26)· 52:1-34.

 

Σημειώσεις 1ου κεφαλαίου

(1) ῾Ετέρα γραφή· ...ἐξεγείρω ἐφ᾿ ὑμᾶς τοὺς Χαλδαίους τοὺς μαχητάς...

(2) ῾Ετέρα γραφή· ἐστὶ

(3) ῾Ετέρα γραφή· εἰς (ΠΜ)

(4) ῾Ετέρα γραφή· Κύριος

(5) ῾Ετέρα γραφή· ὡς τὰ ἑρπετὰ τὰ οὐκ ἔχοντα (ΠΜ)

῞Ετεραι παραπομπαί. 13) ᾿Εσθὴρ 4:14.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων