1. Βίβλος Κείμενον τῆς Βίβλου Πρὸς Φιλήμονα (κείμενον)

Πρὸς Φιλήμονα

ἐπιστολὴ Παύλου

ΚΕΦΑΛΑΙΟΝ ΜΟΝΟΝ ἢ ΜΟΝΟΜΕΡΕΣ

1 Παῦλος, δέσμιος Χριστοῦ ᾿Ιησοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν 2 καὶ ᾿Απφίᾳ τῇ ἀγαπητῇ καὶ ᾿Αρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾿ οἶκόν σου ἐκκλησίᾳ· 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ.

4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον ᾿Ιησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, 6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χρι­στὸν ᾿Ιησοῦν. 7 χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

8 Δι᾿ ὅ, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, 9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ· τοιοῦτος ὤν, ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ᾿Ιησοῦ Χριστοῦ, 10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, ᾿Ονήσιμον, 11 τὸν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα· 12 σὺ δὲ αὐτόν, τοῦτ᾿ ἔστι τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ· 13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, 13β ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· 14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, 14β ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἐκούσιον. 15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, 16 οὐκέτι ὡς δοῦλον, ἀλλ᾿ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, 16β μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ!  17 εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18 εἰ δέ τι ἠδίκησέ σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει· 19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· 19β ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. 20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· 20β ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ.

21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, 21β εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. 22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· 22β ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. 23 ᾿Ασπάζεταί σε ᾿Επαφρᾶς ὁ συναιχ­μάλωτός μου ἐν Χριστῷ ᾿Ιησοῦ, 24 Μᾶρκος, ᾿Αρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. 25 ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν· ἀμήν.

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

1) Φλμ 9,23,24. Εφ 3:1· 4:1. 2Τιμ 1:8. 1Κορ 4:17. Φιλ 1:7,13. Πρξ 16:1.  

1-2) Φλμ 9. Κλσ 1:1· 4:15,17. Εφ 3:1. Φιλ 2:25· 4:3. Ρμ 16:5.  

2) Κλσ 4:15,17. Φιλ 1:1· 2:25. 2Τιμ 2:3,4. Ρμ 16:5. 1Κορ 16:19,29. Ιακ 5:14. Πρξ 8:3. 

3) Κλσ 1:2. Ρμ 1:7. Γαλ 1:3. 2Κορ 13:14. Εφ 1:2. Φιλ 1:2.  

4) Ρμ 1:8-9. Εφ 1:16. Φιλ 1:3. Κλσ 1:3,4. 1Θεσ 1:2. 2Θεσ 1:3. 2Τιμ 1:3.  

4-6) Κλσ 1:3,4,9. Εφ 1:15-19. Φιλ 1:3-4,9. Ρμ 1:8. 1Κορ 1:4. 1Θεσ 1:2. 2Θεσ 1:3. 

5) Γαλ 5:6. Εφ 1:15. Κλσ 1:3-4,9. Φλμ 7. Ψ 16:3. Πρξ 9:39-41. Ρμ 12:13· 15:25,26. 1Θεσ 3:6. 1Κορ 16:1. 1Ιω 3:23· 5:1,2.  

6) 1Κορ 1:9· 14:25· 16:9. 2Κορ 9:12-14. 1Θεσ 5:18. Γαλ 5:6. Ρμ 15:26. Φιλ 1:9-11· 4:8. Κλσ 1:9-10. Ττ 3:14. Εβρ 4:2,12· 6:10· 11:39· 12:16. Ιακ 2:14-17,20. Μτ 5:16. 1Πετ 1:5-8· 2:12· 3:1,16. 2Πετ 1:5-8. (Γεν 3:20.). 

7) Φλμ 12,20. Κλσ 411. 1Θεσ 1:3· 2:13,19· 3:9. 2Κορ 7:4,13,15. 1Κορ 16:18. Ρμ 12:10. Φιλ 1:7. 2Τιμ 1:16. Εβρ 13:1. 2Ιω 4. 3Ιω 3-6. 

8) Φλμ 19. 2Κορ 3:12· 6:12· 7:15· 10:1,2,8· 11:21. 1Θεσ 2:2,6. Φιλ 1:8. 

8-9) Φλμ 19. 1Θεσ 2:6,7. Ττ 2:2. Εφ 5:4. 1Κορ 13:0. 2Κορ 7:4· 8:8. (Πρξ 7:58.) 

8-20) 1Τιμ 6:1-2.  

9) Φλμ 1. Ρμ 12:1. 2Κορ 5:20· 6:1. Εφ 3:1· 4:1. Φιλ 1:7,13. Εβρ 13:19. 1Πετ 2:11. Ιακ 2:8. (Ιω 13:34. 2Ιω 5.) Ψ 71:9,18. Πρμ 16:31. Ησ 46:4. 

10) 2Βασ 9:1-7· 18:5· 19:37,38. Μρ 9:17. Κλσ 4:9. 1Κορ 4:14,15. Γαλ 4:19. 1Τιμ 1:2. Ττ 1:4.  

10-11) Κλσ 4:9. 2Τιμ 2:21· 4:11. Γαλ 4:19. 1Κορ 4:14,15. 

11) Ιωβ 30:1,2. Μτ 25:30. Λκ 15:24,32· 17:10. Ρμ 3:12. 2Τιμ 2:21· 4:11. 1Πετ 2:10.  

12) Φλμ 7,17. 2Κορ 6:12· 7:15. Φιλ 1:8· 2:1,30. Ρμ 14:1· 15:7. Κλσ 3:12. Μτ 6:14,15· 18:21-35. Μρ 11:25. Λκ 15:20. Εφ 4:32. Δευτ 13:6. 2Βασ 16:11. Ιερ 31:20. 

13) Φλμ 1. 1Κορ 16:17. Φιλ 1:7· 2:30. Εφ 3:1· 4:1. Εβρ 4:2. (Γεν 12:3. Απ 14:6.) 

14) Φλμ 8,9. 1Κορ 9:7,17. 2Κορ 1:24· 8:12· 9:5,7. Κλσ 4:7-9. 1Πετ 5:2,3. 1Παρ 29:17. Ψ 109:3. 

15) 1Θεσ 2:17. Ρμ 8:28. Πρξ 4:28. Γεν 45:5-8· 50:20. Ψ 75:10. Ησ 20:6.  

16) Μτ 23:8. Πρξ 9:17. Γαλ 4:28,29. Εφ 6:5-7. Κλσ 3:11,22· 4:7-9. 1Τιμ 6:2. 1Κορ 7:22. Εβρ 3:1. 1Πετ 1:22,23. 1Ιω 5:1.  

17) Φλμ 10,12. Μτ 10:40· 12:48-50· 18:5· 25:40. Πρξ 16:15. 2Κορ 8:23. Ρμ 15:7. Εφ 3:6. Φιλ 1:7. 1Τιμ 6:2. Εβρ 3:1,14. Ιακ 2:5. 1Πετ 5:1. 1Ιω 1:3.  

18) Φλμ 19. Λκ 14:14. Ησ 53:4-7. 

19) 1Κορ 4:15· 9:1,2,11· 16:21,22. 2Κορ 3:2· 10:1. Γαλ 5:2· 6:11. 1Θεσ 2:18. 2Θεσ 3:17. Κλσ 1:23. Φιλ 4:11. Ρμ 9:6. 1Τιμ 1:2. Ττ 1:4. Ιακ 5:19,20.  

20) Φλμ 7,12. 2Κορ 2:2· 7:4-7,13. Φιλ 1:8· 2:1,2· 4:1,3. 1Θεσ 2:19,20· 3:7-9. Εβρ 13:17. 1Ιω 3:17. 3Ιω 4.  

21) 2Θεσ 3:4. 2Κορ 2:3· 7:15,16· 8:22. Γαλ 5:10.  

21-22) 2Κορ 7:15,16. Φιλ 1:25· 2:24. 

22) Πρξ 28:23. Ρμ 15:24,30-32. 2Κορ 1:11. Φιλ 1:19,24-26· 2:24. Εβρ 13:2,23. Ιακ 5:16. 2Ιω 12. 3Ιω 14. 

23) Φλμ 2. Κλσ 1:7· 4:9,10,12. Ρμ 16:7.  

23-24) Κλσ 1:7· 4:10-14. Ττ 3:15. 2Τιμ 4:10,11. Πρξ 15:39· 19:29· 20:4· 27:2. (Φιλ 2:25.) 

24) Φλμ 1,2. Πρξ 12:12,25· 13:13· 15:37-39· 19:29· 20:4· 27:2. 2Κορ 8:23. Φιλ 2:25· 4:3. Κλσ 1:7· 4:10,12,14. 2Τιμ 4:10-11. 1Πετ 5:13. 3Ιω 8.  

25) Φλμ 2. Γαλ 6:18. Φιλ 4:23. 2Τιμ 4:22.

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων

Πρὸς Φιλήμονα

ἐπιστολὴ Παύλου

ΚΕΦΑΛΑΙΟΝ ΜΟΝΟΝ ἢ ΜΟΝΟΜΕΡΕΣ

1 Παῦλος, δέσμιος Χριστοῦ ᾿Ιησοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν 2 καὶ ᾿Απφίᾳ τῇ ἀγαπητῇ καὶ ᾿Αρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾿ οἶκόν σου ἐκκλησίᾳ· 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ.

4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν Κύριον ᾿Ιησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους, 6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χρι­στὸν ᾿Ιησοῦν. 7 χάριν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.

8 Δι᾿ ὅ, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, 9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ· τοιοῦτος ὤν, ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ᾿Ιησοῦ Χριστοῦ, 10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, ᾿Ονήσιμον, 11 τὸν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα· 12 σὺ δὲ αὐτόν, τοῦτ᾿ ἔστι τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ· 13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, 13β ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου· 14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, 14β ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἐκούσιον. 15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, 16 οὐκέτι ὡς δοῦλον, ἀλλ᾿ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, 16β μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ!  17 εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. 18 εἰ δέ τι ἠδίκησέ σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγει· 19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· 19β ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις. 20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· 20β ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ.

21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, 21β εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. 22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· 22β ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. 23 ᾿Ασπάζεταί σε ᾿Επαφρᾶς ὁ συναιχ­μάλωτός μου ἐν Χριστῷ ᾿Ιησοῦ, 24 Μᾶρκος, ᾿Αρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου. 25 ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν· ἀμήν.

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

0. 1) Φλμ 9,23,24. Εφ 3:1· 4:1. 2Τιμ 1:8. 1Κορ 4:17. Φιλ 1:7,13. Πρξ 16:1.

 1-2) Φλμ 9. Κλσ 1:1· 4:15,17. Εφ 3:1. Φιλ 2:25· 4:3. Ρμ 16:5.

2) Κλσ 4:15,17. Φιλ 1:1· 2:25. 2Τιμ 2:3,4. Ρμ 16:5. 1Κορ 16:19,29. Ιακ 5:14. Πρξ 8:3.

3) Κλσ 1:2. Ρμ 1:7. Γαλ 1:3. 2Κορ 13:14. Εφ 1:2. Φιλ 1:2.

4) Ρμ 1:8-9. Εφ 1:16. Φιλ 1:3. Κλσ 1:3,4. 1Θεσ 1:2. 2Θεσ 1:3. 2Τιμ 1:3.

4-6) Κλσ 1:3,4,9. Εφ 1:15-19. Φιλ 1:3-4,9. Ρμ 1:8. 1Κορ 1:4. 1Θεσ 1:2. 2Θεσ 1:3.

5) Γαλ 5:6. Εφ 1:15. Κλσ 1:3-4,9. Φλμ 7. Ψ 16:3. Πρξ 9:39-41. Ρμ 12:13· 15:25,26. 1Θεσ 3:6. 1Κορ 16:1. 1Ιω 3:23· 5:1,2.

6) 1Κορ 1:9· 14:25· 16:9. 2Κορ 9:12-14. 1Θεσ 5:18. Γαλ 5:6. Ρμ 15:26. Φιλ 1:9-11· 4:8. Κλσ 1:9-10. Ττ 3:14. Εβρ 4:2,12· 6:10· 11:39· 12:16. Ιακ 2:14-17,20. Μτ 5:16. 1Πετ 1:5-8· 2:12· 3:1,16. 2Πετ 1:5-8. (Γεν 3:20.)