1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 22 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 22 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 22

 

[Λόγος 27ος]

 

1 Καὶ ἐγένετο(1) μετὰ τὰ ῥήματα ταῦτα ὁ Θεὸς ἐπείραζε(2) τὸν ᾿Αβραὰμ καὶ εἶπεν αὐτῷ(3)· «᾿Αβραὰμ ᾿Αβραάμ». καὶ(4) εἶπεν· «᾿Ιδοὺ ἐγώ». 2 καὶ εἶπε· «Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν ὃν ἠγάπησας, τὸν ᾿Ισαάκ, καὶ πορεύθητι(5) εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον(5) αὐτὸν ἐκεῖ εἰς ὁλο­κάρπωσιν ἐπὶ ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω». 3 ἀναστὰς δὲ ᾿Αβραὰμ τὸ πρωῒ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας καὶ ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπο­ρεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ. 4 καὶ ἀναβλέψας ᾿Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε τὸν τόπον μακρόθεν. 5 καὶ εἶπεν ᾿Αβραὰμ τοῖς παισὶν αὐτοῦ· «Καθήσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς». 6 ἔλαβε δὲ ᾿Αβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσε­ως καὶ ἐπέθηκεν ᾿Ισαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ καὶ τὸ πῦρ μετὰ χεῖ­ρας(6) καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. 7 εἶπε δὲ ᾿Ισαὰκ πρὸς ᾿Αβραὰμ τὸν πατέρα αὐτοῦ· «Πάτερ». ὁ δὲ εἶπε· «Τί ἐστι, τέκνον;» εἶπε δέ· «᾿Ιδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρ­πωσιν;» 8 εἶπε δὲ ᾿Αβραάμ· «῾Ο Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρ­πωσιν, τέκνον». (7) 9 πορευθέντες δὲ ἀμφότεροι ἅμα, ἦλθον ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ Θεός. καὶ ᾠκοδόμησεν [ἐκεῖ] ᾿Αβραὰμ (8) θυσιαστήριον καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας ᾿Ισαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων. 10 καὶ ἐξέτεινεν ᾿Αβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ. 11 καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ 11β καὶ εἶπεν (9)αὐτῷ· «᾿Αβραὰμ ᾿Α­βραάμ». ὁ δὲ εἶπεν· «᾿Ιδοὺ ἐγώ». 12 καὶ εἶπε· «Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· 12β νῦν γὰρ ἔγνων ὅτι φοβῇ σὺ τὸν Θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ». 13 καὶ ἀνα­βλέψας ᾿Αβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, 13β καὶ ἰδοὺ κριὸς εἷς (10)κατε­χόμενος τῶν κεράτων ἐν φυτῷ (11)σαβέκ· 13γ καὶ ἐπορεύθη ᾿Αβραὰμ καὶ ἔλαβε τὸν κριὸν 13δ καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτοῦ. 14 καὶ ἐκάλεσεν ᾿Αβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κύριος εἶδεν, 14β ἵνα εἴπωσι σήμερον, ᾿Εν τῷ ὄρει Κύριος ὤφθη. 15 καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν ᾿Αβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ λέγων· 16 «Κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο 16β καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ, 17 ἦ μὴν εὐλογῶν εὐλογήσω σε καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, 17β ὡς τοὺς ἀστέρας(12) τοῦ οὐ­ρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, 17γ καὶ κληρονο­μήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων· 18 καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, 18β ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς». 19 ἀπεστράφη δὲ ᾿Αβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, 19β καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ Φρέαρ τοῦ ὅρκου. 19γ καὶ κατῴκησεν ᾿Αβραὰμ ἐπὶ τὸ Φρέαρ τοῦ ὅρκου(13).

20 ᾿Εγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ ᾿Αβραὰμ λέγον­τες· 20β «᾿Ιδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς τῷ Ναχὼρ τῷ ἀδελφῷ σου, 21 τὸν ῍Ωξ(14) πρωτότοκον καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουὴλ (πατέρα Σύρων) 22 καὶ τὸν Χαζὰδ καὶ τὸν(15) ᾿Αζαῦ καὶ τὸν Φαλδὰς(16) καὶ τὸν ᾿Ιελδὰφ(17) καὶ τὸν Βαθουήλ»· 23 καὶ Βαθουὴλ(18) ἐγέννησε τὴν ῾Ρεβέκ­καν. 23β ὀκτὼ οὗτοι υἱοί, οὓς ἔτεκε Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ ᾿Αβραάμ. 24 καὶ ἡ παλλακὴ αὐτοῦ, ᾗ ὄνομα Ρεημά, ἔτεκε καὶ αὐτὴ τὸν (19)Ταβὲκ 24β καὶ τὸν Ταὰμ καὶ τὸν Τοχὸς καὶ τὸν Μοχά.

 

Παραπομπαί

22. 1) 46:2. Εξ 3:4· 15:25· 16:4. Δευτ 8:2. 1Βασ 3:4. Πρμ 17:3. 1Κορ 10:13. Εβρ 11:17. Ιακ 1:12. 1Πετ 1:7.

1-19) Εβρ 11:17-19. Ιακ 2:21-22.

2) 22:6· 17:19· 21:12. Λευ 18:21. Δευτ 12:31. Κρ 11:31,39. 4Βασ 3:27· 16:3· 17:17. 2Παρ 3:1· 28:3. Ιερ 19:5. Ιεζ 16:20,21. Μιχ 6:7. Μτ 10:37. Ιω 3:16. Ρμ 5:8· 8:32. Εβρ 11:17. 1Ιω 4:9,10.

3) 17:23· 21:14. 2Παρ 3:1. Ψ 118:60. Εκ 9:10. Ησ 26:3,4. Μτ 10:37. Μρ 10:28-31. Λκ 14:26. Γαλ 1:16. Εβρ 11:8,17-19.

4) Εξ 5:3· 15:22· 19:11,15. Λευ 7:17. Αρ 10:33· 19:12,19· 31:19. ΙσΝ 1:11. 1Βασ 26:13. 4Βασ 20:5. Ωσ 6:2. Μτ 17:23. Λκ 13:32. 1Κορ 15:4.

5) Εβρ 9:19· 11:19· 12:1.

6) Ησ 53:6. Μτ 8:17. Λκ 24:26,27. Ιω 19:17. 1Πετ 2:24.

7) 22:1· 4:2-4· 8:20. Εξ 12:3· 29:38. Μτ 26:39,42. Ιω 1:29· 18:11. Ρμ 8:15. Απ 13:7.

8) 18:14. 2Παρ 25:9. Μτ 19:26. Ιω 1:29,36. 1Πετ 1:19,20. Απ 5:6,12. 7:14· 13:8.

9) 22:2-4· 8:20· 12:7. Ψ 117:27. Ησ 53:4-10. Μτ 21:1-46· 27:2. Μρ 15:1. Ιω 10:17,18. Πρξ 8:32. Γαλ 3:13. Εφ 5:2. Φιλ 2:7,8. Εβρ 9:28· 11:17. 1Πετ 2:24. Ια 2:21.

10) Ησ 53:6-12. Εβρ 11:17-19. Ιακ 2:21-23.

11) 22:1,12,16· 16:7,9,10· 21:17. Εξ 3:2,4. 1Βασ 3:10. Πρξ 9:4· 26:14.

12) 20:11· 26:5· 42:18. Εξ 20:20. 1Βασ 12:24,25· 15:22. Νε 5:15. Ψ 1:6· 2:11· 24:12,14· 110:10· 111:1· 146:11. Ιωβ 5:19· 28:28. Πρμ 1:7. Εκ 8:12,13· 12:13. Ιερ 19:5. Ιερ 32:40. Μιχ 6:6-8. Μλχ 4:2. Μτ 5:16· 10:37,38· 16:24· 19:29. Ιω 3:16. Πρξ 9:31. 1Κορ 10:13. 2Κορ 8:12. Ρμ 5:8· 8:32. Εβρ 11:17,19· 12:28. Ιακ 2:18,21,22. 1Ιω 4:9-10. Απ 19:5.

13) 22:8· 8:20. Ψ 40:6-8. 89:19,20. Ησ 30:21. 1Κορ 5:7,8· 10:13. 2Κορ 1:9,10. Εβρ 11:19. 1Πετ 1:19,20. 1Ιω 4:9.

14) 22:8,13· 16:13,14· 28:19· 32:30. Εξ 17:15. Δευτ 32:36. Κρ 6:24. 1Βασ 7:12. Ψ 21:4,5. Ιεζ 48:35. Δν 3:17-25. Μιχ 4:10. Ιω 1:14. 2Κορ 1:8-10. 1Τιμ 3:16.

15) 12:3· 18:18· 22:11· 26:4,5.

16) 12:2· 49:13. Ψ 104:9. Ησ 45:23. Ιερ 29(49):13· 28(51):14. Αμ 6:8. Λκ 1:73,74. Ρμ 4:13,14. Εβρ 6:13-14.

16-18) Λκ 1:73. Ρμ 4:1-5. Εβρ 6:13-14. Ιακ 2:21-24.

17) 12:2,3,12· 13:16· 15:5,15· 16:10· 17:5,6· 24:60· 26:4· 27:28,29· 28:3,14-22· 32:12,13· 24:60· 41:49· 49:25,26. Αρ 24:17-19. Δευτ 1:10· 21:19· 28:2-13. Κρ 7:12. 1Βασ 13:5· 2Βασ 8:1-18· 10:1-19· 17:11. 3Βασ 4:20· 5:9· 9:26. Ψ 2:8,9· 71:8,9· 77:27. Ιωβ 6:3. Ησ 10:22. Ιερ 15:8· 39(32):22· 40(33):22. Δν 2:44,45. Ωσ 2:1. Μιχ 1:9. Λκ 1:68-75. 1Κορ 15:57. Εφ 1:3. Εβρ 11:12. Απ 11:15.

18) 12:3· 18:18· 22:3,10· 26:4,5. 1Βασ 2:30. Ψ 71:17. Ιερ 7:23. Πρξ 3:25. Ρμ 1:3. Γαλ 3:8,9,16,18,28,29. Εφ 1:3. Εβρ 11:1-40.

19) 22:5· 21:31. ΙσΝ 15:28. Κρ 20:1.

20) 11:26,27-29· 24:10,15,24· 31:53. Πρμ 25:25.

21) Ιωβ 1:1· 32:2. Ιερ (25:20,23=)32:6,9.

21-24) 17:20· 25:12-18· 35:22-26· 36:10-14,15-19.

22) 22:23· 24:15,24,47,50.

23) 24:15,24,47,51,60,67· 25:20· 28:2,5. Ρμ 9:10.

24) 16:3· 25:6. ΙσΝ 12:5. 2Βασ 10:6. Πρμ 15:25.

 

Σημειώσεις 22ου κεφαλαίου

(1) ᾿Απουσιάζει ἐκ ΠΜ καὶ Τ.

(2) ἐπείρασε (ΠΜ, Τ)

(3) ῾Ετέρα γραφή· πρὸς αὐτόν·

(4) ὁ δὲ (ΠΜ, Τ)

(5) καὶ πορεύθητι... καὶ ἀνένεγκον· / ἑτέρα γραφή· καὶ πορευθεὶς ... ἀνένεγκε (τοῦ δευτέρου καὶ παραλειπομένου).

(6) ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ (ΠΜ)

(7) ῾Η ἀρίθμησις τοῦ στίχου 9 κατὰ τὰς ἐκδόσεις τῶν Νικηφόρου Θεοτόκη καὶ ᾿Ιωάν­νου Μαρτίνου. Εἰς ΠΜ, Τ καὶ τὰς νεωτέρας ἐκδόσεις ἡ ἀλλαγὴ τοῦ στίχου τίθεται ἀπὸ τῶν λέξεων ἦλθον ἐπὶ τὸν τόπον, ὅ περ ἥκιστα φυσικόν.

(8) Εἰς ΠΜ καὶ Τ προστίθεται· τὸ

(9) ᾿Απουσιάζει ἐκ ΠΜ καὶ Τ.

(10) κατεχόμενος ἐν φυτῷ σαβὲκ τῶν κεράτων (ΠΜ).

(11) Κατά τινα ἑρμηνείαν φυτὸν σαβὲκ = φυτὸν ἀφέσεως.

(12) ῾Ετέρα γραφή· ὡς τὰ ἄστρα

(13) ῾Ετέρα γραφή· ἐπὶ τῷ Φρέατι τοῦ ὅρκου.

(14) Οὒζ (ΠΜ)

(15) ᾿Απουσιάζει ἐκ ΠΜ.

(16) Φαλδὲς (ΠΜ)

(17) ῾Ετέρα γραφή· ᾿Ελὰφ

(18) Βαθουὴλ δὲ ἐγέννησε... (ΠΜ)

(19) ῾Ετέρα γραφή· Βεὲκ

῞Ετεραι παραπομπαί. 1) Α΄ Μακκαβαίων 2:52. ῞Υμνος σοφίας 10:5. Σιρὰχ 44:20. 4) Ἐσθὴρ 5:1.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων