1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 21 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 21 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 21

 

[Λόγος 25ος]

 

1 Καὶ Κύριος [ὁ Θεὸς](1) ἐπεσκέψατο τὴν Σάρραν καθὰ εἶπε, καὶ ἐ­ποίησε Κύριος(2) τῇ Σάρρᾳ καθὰ ἐλάλησε, 2 καὶ συλλαβοῦσα ἔτεκε [Σάρ­ρα](1) τῷ ᾿Αβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρὸν καθὰ ἐλάλησεν αὐτῷ Κύριος [ὁ Θεός](1). 3 καὶ ἐκάλεσεν ᾿Αβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάρρα, «᾿Ισαάκ». 4 περιέτεμε δὲ ᾿Αβραὰμ τὸν ᾿Ισαὰκ(3) τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ [Κύριος](1) ὁ Θεός. 5 ᾿Αβραὰμ δὲ(4) ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ. 6 εἶπε δὲ Σάρρα· «Γέλωτά μοι ἐποίησεν ὁ(1) Κύριος(5)· ὃς γὰρ ἂν ἀκούσῃ συγχαρεῖταί μοι». 7 καὶ εἶπε· «Τίς ἀναγγελεῖ τῷ ᾿Αβραάμ, ὅτι θηλάζει παι­δίον Σάρρα; ὅτι ἔτεκον υἱὸν(6) ἐν τῷ γήρᾳ μου». 8 Καὶ ηὐξήθη τὸ παιδίον(7) καὶ ἀπεγαλακτίσθη, καὶ ἐποίησεν ᾿Αβραὰμ δοχὴν μεγάλην ᾗ ἡμέρᾳ ἀπε­γαλακτίσθη ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ.

9 ᾿Ιδοῦσα δὲ Σάρρα τὸν υἱὸν ῎Αγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ ᾿Α­βραάμ, παίζοντα μετὰ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτῆς, 10 (8)εἶπε τῷ ᾿Αβραάμ· «῎Εκβαλε τὴν παιδίσκην ταύτην(9) καὶ τὸν υἱὸν αὐτῆς· 10β οὐ γὰρ μὴ κληρο­νομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου ᾿Ισαάκ». 11 σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον ᾿Αβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. 12 εἶπε δὲ ὁ Θεὸς τῷ ᾿Αβραάμ· «Μὴ σκληρὸν ἔστω τὸ ῥῆμα(10) ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· 12β πάντα ἂν ὅσα εἴπῃ σοι Σάρ­ρα, ἄκουε τῆς φωνῆς αὐτῆς, 12γ ὅτι ἐν ᾿Ισαὰκ κληθήσεταί σοι σπέρμα. 13 καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρ­μα σόν ἐστιν». 14 ἀνέστη δὲ ᾿Αβραὰμ τῷ πρωῒ καὶ ἔλαβεν ἄρτους καὶ ἀ­σκὸν ὕδατος καὶ ἔδωκε τῇ ῎Αγαρ 14β καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτῆς (11) τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν.

14γ ᾿Απελθοῦσα δὲ ἐπλανᾶτο κατὰ τὴν ἔρημον, κατὰ τὸ Φρέαρ τοῦ ὅρκου. 15 ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔρριψε τὸ παιδίον ὑποκά­τω μιᾶς ἐλάτης. 16 ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν ὡσεὶ τόξου βολήν· 16β εἶπε γάρ· «Οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου». 16γ [καὶ ἐκάθησεν ἀπέναντι αὐτοῦ]· ἀνεβόησε δὲ τὸ παιδίον καὶ ἔκλαυσεν(12). 17 εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἦν, 17β καὶ ἐ­κάλεσεν ἄγγελος Θεοῦ τὴν ῎Αγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ· 17γ «Τί ἐστιν, ῎Αγαρ; μὴ φοβοῦ· 17δ ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου οὗ ἐστιν. 18 ἀνάστηθι [καὶ] λάβε τὸ παιδίον καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό». 19 καὶ ἀνέῳξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ εἶδε φρέαρ ὕδατος ζῶντος· 19β καὶ ἐπορεύθη καὶ ἐπλήρωσε(13) τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισε τὸ παιδίον. 20 καὶ ἦν ὁ Θε­ὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήθη· 20β καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ· ἐγένετο δὲ τοξότης. 21 καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ τῇ Φαράν, καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου.

 

[Λόγος 26ος]

 

22 ᾿Εγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ εἶπεν ἀβιμέλεχ καὶ ὀχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ 22β καὶ φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς ᾿Αβραὰμ λέγων· 22γ «῾Ο Θεὸς μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐὰν ποιῇς. 23 νῦν οὖν ὄμοσόν μοι τὸν Θεόν, μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου μηδὲ τὸ ὄνομά μου· 23β ἀλλὰ κατὰ τὴν δικαιοσύνην ἣν ἐποίησα μετὰ σοῦ ποιήσεις μετ᾿ ἐμοῦ, 23γ καὶ τῇ γῇ ᾗ σὺ παρῴκησας ἐν αὐτῇ». 24 καὶ εἶπεν ᾿Αβραάμ· «᾿Εγὼ ὀμοῦμαι». 25 καὶ ἤλεγξεν ᾿Αβραὰμ τὸν ἀβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, 25β ὧν ἀφείλοντο οἱ παῖδες τοῦ ἀβιμέλεχ. 26 καὶ εἶπεν αὐτῷ ἀβιμέλεχ· «Οὐκ ἔγνων τίς ἐποίησέ σοι τὸ πρᾶγμα(14) τοῦτο, 26β οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα, ἀλλ᾿ ἢ σήμερον». 27 καὶ ἔλαβεν ᾿Αβραὰμ πρόβατα καὶ μόσχους, καὶ ἔδωκε τῷ ἀβιμέλεχ· καὶ διέθεντο ἀμφότεροι διαθήκην. 28 καὶ ἔστησεν ᾿Αβραὰμ ἑπτὰ ἀμνάδας προβάτων [μόνας]. 29 καὶ εἶπεν ἀβιμέλεχ τῷ(15) ᾿Αβραάμ· «Τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας;» 30 καὶ εἶπεν ᾿Αβραάμ· «῞Οτι τὰς ἑπτὰ ἀμνάδας ταύτας(16) λήψῃ παρ᾿ ἐμοῦ, 30β ἵνα ὦσί μοι εἰς μαρτύριον, ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο». 31 διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου «Φρέ­αρ ὁρκισμοῦ», ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι. 32 καὶ ἔθεντο ἐκεῖ(17) διαθήκην ἐν τῷ Φρέατι τοῦ ὅρκου(18). 32β ἀνέστη δὲ ἀβιμέλεχ καὶ ὀχοζὰθ ὁ νυμφα­γωγὸς αὐτοῦ καὶ φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ, 32γ καὶ ἐπέ­στρεψαν εἰς τὴν γῆν τῶν Φιλιστιίμ. 33 καὶ ἐφύτευσεν ᾿Αβραὰμ ἄρουραν ἐπὶ τῷ Φρέατι τοῦ ὅρκου 33β καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα Κυρίου, «Θεὸς αἰώνιος». 34 παρῴκησε δὲ ᾿Αβραὰμ ἐν τῇ γῇ τῶν Φιλιστιὶμ ἡμέρας πολλάς.

 

Παραπομπαί

21. 1) 17:16,19,21· 18:10,14· 50:24. Εξ 3:16· 4:31· 20:5. Ρθ 1:6. 1Βασ 2:21. Ψ 11:6· 105:4. Μτ 24:35. Λκ 1:68· 19:44. Ρμ 4:17-20. Γαλ 4:23,28. Ττ 1:2.

2) 17:19,21· 18:10,14. 4Βασ 4:16,17. Λκ 1:24,25,36. Πρξ 7:8. Γαλ 4:22,23,28. Ρμ 9:9. Εβρ 11:11,12.

3) 21:6,12· 17:19· 22:2. ΙσΝ 24:3. Μτ 1:2. Πρξ 7:8. Ρμ 9:7. Εβρ 11:18.

4) 17:10-12. Εξ 12:48. Λευ 12:3. Δευτ 12:32. Λκ 1:6,58,59· 2:21. Ιω 7:22,23. Πρξ 7:8. Γαλ 4:27.

5) 17:1,17. Ρμ 4:19.

6) 17:17· 18:12. Ψ 125:2. Ησ 54:1. Γαλ 4:27. Λκ 1:58.

7) 18:11,12,14. Αρ 23:23. Δευτ 4:32-34. Ψ 85:8,10. Ησ 49:21· 66:8. Λκ 1:37. Εφ 3:10. 2Θεσ 1:10.

8) 19:3· 26:30· 29:22· 40:20. Κρ 14:10,12. 1Βασ 1:22-24· 25:36. 2Βασ 3:20. 3Βασ 3:15. Ψ 129:2. Ωσ 1:8.

8-21) Γαλ 4:21-31.

9) 16:1,3-6,15· 17:20. 2Βασ 2:14. 4Βασ 2:23,24. 2Παρ 30:10· 36:16. Νε 4:1-5. Ψ 21:6· 41:10· 43:13,14. Ιωβ 30:1. Πρμ 20:11. Θρ 1:7. Γαλ 4:22,29. Εβρ 11:36.

10) 16:4,5· 25:6· 36:6,7. Ιω 8:33-35. Γαλ 4:30.

11) 17:18· 22:1,2. 2Βασ 18:33. Μτ 10:37. Εβρ 12:11.

12) 17:19,21. 1Βασ 8:7,9. Ησ 46:10. Ρμ 9:7,8. Εβρ 11:18.

13) 21:18· 16:10· 17:20· 25:12-18.

14) 16:7,16· 21:5,8. Ιω 8:35.

15) 21:14. Εξ 15:22-25· 17:1-3. 4Βασ 3:9. Ψ 62:1. Ησ 44:12. Ιερ 14:3.

16) 27:38· 29:11· 44:34. Κρ 2:4. Ρθ 1:9. 1Βασ 24:16· 30:4. 3Βασ 3:26. Ησ 49:15. Ιερ 6:26. Ζχ 12:10. Λκ 15:20.

17) 15:1· 16:7,9,11· 46:3. Εξ 3:7· 14:13. 22:23,27. Δευτ 26:7. Κρ 18:23. 1Βασ 11:5. 4Βασ 13:4,23. Ψ 6:8· 49:15· 64:2· 90:15· 106:4-6. Ησ 22:1· 41:10,13,14· 43:1,2. Μτ 15:32. Μρ 5:36.

18) 21:13· 16:1-12· 17:20· 25:12-18. 1Παρ 1:29-31.

19) 16:13-14. Αρ 22:31. 4Βασ 6:17-20. Ησ 35:5,6· 48:15. Λκ 24:16-31.

20) 10:9· 16:12· 25:27· 27:3· 28:15· 39:2,3,21· 49:23,24. Κρ 6:12· 13:24,25. Λκ 1:80· 2:40.  20-21) 25:9-17.

21) 14:6· 24:3,4· 25:9,18· 26:34,35· 27:46· 28:1,2,8,9. Αρ 10:12· 12:16· 13:3,26. Κρ 14:2. 1Βασ 25:1. 1Κορ 7:38.

22) 20:2,17· 26:26,28· 28:15· 30:27· 39:2,3. ΙσΝ 3:7. 2Παρ 1:1. Ησ 8:10· 45:14. Ζχ 8:23. Μτ 1:23. Ρμ 8:31. 1Κορ 14:25. Εβρ 13:5. Απ 3:9.

22-24) 26:15-22,26-33.

23) 14:22,23· 20:14-16· 24:2,3· 26:28· 31:44,53. Δευτ 6:13. ΙσΝ 2:12. 1Βασ 20:13,17,42· 24:21,22· 30:15. Ιερ 4:2. 2Κορ 1:23. Εβρ 6:16.

24) 14:13,22. Ρμ 12:18. Εβρ 6:16.

25-26) 13:7· 26:15-25.  26) 12:18· 26:32. Νε 2:12.

27) 14:22,23· 26:28-31· 31:44-45. 1Βασ 18:3. Πρμ 17:8· 18:16,24· 21:14. Ησ 32:8. Ιεζ 17:13. Ρμ 1:31. Γαλ 3:15.

28) 32:16· 33:10-11.

29) 33:8. Εξ 12:26. 1Βασ 15:14.

30) 31:44-48,52. ΙσΝ 22:27,28· 24:27.

31) 21:14· 22:19· 26:23,33. ΙσΝ 15:28. 1Βασ 8:2. Αμ 5:5· 8:14.

32) 21:27,34· 10:14· 14:13· 26:1· 26:8,14· 31:53. Εξ 13:17. Δευτ 2:23. Κρ 13:1. 1Βασ 18:3.

33) 4:26· 12:8· 14:2· 28:19· 35:6. Εξ 13:11. Αρ 13:22. Δευτ 33:10,27. ΙσΝ 4:6· 8:30. 1Βασ 22:6· 31:13. 2Βασ 18:18. Ψ 89:2. Ησ 9:6· 40:28. Ιερ 10:10. Ρμ 16:20,26. 1Τιμ 1:17.

34) 21:32· 20:1· 22:19· 26:1. Εξ 13:17. Δευτ 2:23. 1Παρ 29:15. Ψ 38:12. Εβρ 11:9,13. 1Πετ 2:11.

 

Σημειώσεις 21ου κεφαλαίου

(1) Εἰς ΠΜ παραλείπεται.

(2) ῾Ετέρα γραφή· Καὶ ἐποίησεν ὁ Θεὸς

(3) ᾿Ενιαχοῦ προστίθεται· τὸν υἱὸν αὐτοῦ

(4) Καὶ ᾿Αβραὰμ ἦν (ΠΜ)

(5) ᾿Ενιαχοῦ μετὰ τὸ Κύριος προστίθεται· ὁ Θεός

(6) ῾Ετέρα γραφή· παιδίον

(7) ῾Ετέρα γραφή· παιδάριον

(8) ᾿Ενιαχοῦ πρὸ τοῦ εἶπε προστίθεται· καὶ

(9) ῾Ετέρα γραφή· ἐντεῦθεν

(10) ΠΜ παραλείπει τὰς λέξεις· τὸ ῥῆμα.

(11) Πολλαχοῦ προστίθεται· καὶ

(12) ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν (ΠΜ καὶ ἕτεροι ἐκδόται).

(13) ῾Ετέρα γραφή· ἔπλησε (ΠΜ καὶ καὶ ἕτεροι ἐκδόται).

(14) ῾Ετέρα γραφή· ῥῆμα (ΠΜ καὶ ἕτεροι ἐκδόται).

(15) ῾Ετέρα γραφή· πρὸς

(16) Παραλείπεται εἰς ΠΜ καὶ Τίσεντορφ.

(17) ᾿Αντὶ ἔθεντο ἐκεῖ ΠΜ καὶ ἕτεροι ἐκδόται ἔχουν· διέθεντο

(18) ῾Ετέρα γραφή· ὁρκισμοῦ (ΠΜ καὶ Τίσεντορφ).

῞Ετεραι παραπομπαί. 8) Ἐσθὴρ 1:3. Β΄ Μακκαβαίων 7:27. 16) Ἐσθὴρ 8:6.

 

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων