1. Βίβλος Κείμενον τῆς Βίβλου ᾿Αποκάλυψις, κεφ. 3 (κείμενον)

PostHeaderIcon ᾿Αποκάλυψις, κεφ. 3 (κείμενον)

 

ΑΠΟΚΑΛΥΨΙΣ

ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

 

ΚΕΦΑΛΑΙΟΝ 3

 

[Λόγος 3ος]

 

§7

1 »Kαὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον· “Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας· Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις ὅτι ζῇς, καὶ νεκρὸς εἶ. 2 γίνου γρηγορῶν, καὶ στήρι­σον τὰ λοιπὰ ἃ ἔμελλον ἀποθνήσκειν· οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πε­πληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου. 3 μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκου­σας, καὶ τήρει καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ἐπὶ σὲ ὡς κλέπτης, καὶ οὐ μὴ γνώσῃ ποίαν ὥραν ἥξω ἐπὶ σέ. 4 ἀλλὰ ἔχεις ὀλίγα ὀνό­ματα ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσι μετ᾿ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν. 5 ῾Ο νικῶν οὕτω περιβαλεῖται ἐν ἱμα­τίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ πατρός μου καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ. 6 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκ­κλησίαις”.

§8

7 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον· “Τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινός, ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυΐδ, ὁ ἀνοίγων καὶ οὐ­δεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει· 8 Οἶδά σου τὰ ἔργα· —ἰδοὺ δέ­δωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν·— ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου. 9 ἰδοὺ δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ σατανᾶ τῶν λεγόντων ἑαυτοὺς ᾿Ιουδαίους εἶναι, καὶ οὐκ εἰσίν, ἀλλὰ ψεύδονται· ἰδοὺ ποιήσω αὐτοὺς ἵνα ἥξωσι καὶ προσκυνήσωσιν(1) ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε. 10 ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ 10β τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. 11 ἔρχο­μαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου. 12 ῾Ο νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, 12β καὶ γράψω ἐπ᾿ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μου καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ μου, 12γ τῆς καινῆς ᾿Ιερουσαλήμ, ἣ καταβαίνει(2) ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν. 13 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις”.

§9

14 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· 14β “Τάδε λέγει ὁ ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ Θε­οῦ· 15 Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός· ὄφελον ψυχρὸς ἦς ἢ ζεστός. 16 οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. 17 ὅτι λέγεις ὅτι Πλούσιός εἰμι καὶ πεπλού­τηκα καὶ οὐδενὸς χρείαν ἔχω, 17β —καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός,— 18 συμβουλεύω σοι ἀ­γοράσαι παρ᾿ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς ἵνα πλουτήσῃς, 18β καὶ ἱμάτια λευκὰ ἵνα περιβάλῃ καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, 18γ καὶ κολλύριον ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. 19 ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον. 20 ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοί­ξῃ τὴν θύραν, 20β καὶ εἰσελεύσομαι πρὸς αὐτὸν καὶ δειπνήσω μετ᾿ αὐτοῦ καὶ αὐτὸς μετ᾿ ἐμοῦ. 21 ῾Ο νικῶν, δώσω αὐτῷ καθίσαι μετ᾿ ἐμοῦ ἐν τῷ θρό­νῳ μου, 21β ὡς κἀγὼ ἐνίκησα καὶ ἐκάθισα μετὰ τοῦ πατρός μου ἐν τῷ θρό­νῳ αὐτοῦ. 22 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις”».

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

3. 1) 3:4,8· 1:4,11,16,20· 2:1,2,9,13,19· 4:5· 5:6· 6:6. Μτ 7:22-23· 8:22. Ιω 1:16,33· 3:34· 4:14· 5:26· 7:37-39· 8:24· 15:26,27· 20:22. Λκ 15:24,32. Πρξ 2:33. Ρμ 6:6,11· 8:8. Εφ 2:1,5. Γαλ 2:19,20· 5:22,24. Κλσ 2:13,20. 1Τιμ 5:6. 1Πετ 1:11. Ιακ 2:26. Ιδ 12. Γεν 1:2. Ψ 103:4.

2) 1:6· 2:4,7· 16:15. Δευτ 3:28. 3Βασ 11:4· 15:3. 2Παρ 25:2. Ιωβ 4:4-5· 16:5. Ησ 35:3· 56:10· 57:12· 62:6,7. Ιεζ 34:4,8-10,16. Ζχ 11:16. Δν 5:27. Ιω 16:24· 17:13· 20:17. 1Ιω 1:4. 2Ιω12. Μτ 6:2-4· 23:5,28-38· 24:32,42-51· 25:13· 26:41. Μρ 13:33-37. Λκ 12:37· 22:31,32. Πρξ 18:23· 20:28-31. Εφ 5:8,14. 2Τιμ 4:1-4. 1Πετ 4:7· 5:8.

3) 3:11,19· 2:5,16,21,22,25· 16:15. Ιω 1:12, 16. 1Θεσ 5:1,2,4,5,6. 2Κορ 6:2. Ρμ 10:17. Γαλ 1:9,12· 4:15· 6:7. 1Τιμ 6:20. 2Τιμ 1:13· 2:2. Εβρ 2:1· 6:4-6. 2Πετ 1:13· 3:1,10. Μτ 12:32· 24:42,43· 25:5,13. Μρ 13:33,36. Λκ 12:29,35,39,40. Γεν 18:20-33. Ιεζ 16:61-63· 20:43· 36:31.

4) 3:1,5,18· 1:5· 2:6· 4:4· 6:11· 7:4,9,13,14· 6:11· 7:9,13· 11:13· 14:4,19:8,14. Ιω 20:12. 1Ιω 1:6-7. Ιδ 23. Μρ 16:5. Μτ 10:11· 17:2. Λκ 20:35· 21:36· 23:43. Πρξ 1:10,15. 2Θεσ 1:5. Ρμ 11:4-6. Γεν 49:11. Αρ 1:2,40. 3Βασ 19:18. Ψ 67:14· 103:2. Εκ 9:8. Ησ 1:9· 52:1· 53:8-9· 59:6· 61:3,10· 63:2· 64:6. Ζχ 3:3-6.

5) 3:4· 2:7· 13:8· 4:4· 6:11· 7:9· 13:8· 17:8· 19:8· 20:12,15· 21:27· 22:19. Φιλ 4:3. Μτ 10:32· 24:31. Μρ 8:38· 10:32. Λκ 9:26· 10:17,20· 12:8· 15:10. Ιδ 24. Εξ 32:32,33. Δευτ 9:14. 1Βασ 17:25. Ψ 68:28· 108:13· 138:16. Ησ 4:3. Δν 7:10· 12:1. Μλχ 3:17.

6) 3:13,22· 2:7. Μτ 7:24· 11:15· 13:9,13. Μρ 8:17-18· 12:37. Λκ 11:28· 19:48. Ιω 8:47. Πρξ 7:51. 2Τιμ 4:14.

7) Ιωβ 6:10· 12:14. Ησ 6:3· 22:11,22· 22:22· 65:16. Αβ 3:3. Απ 1:11,18· 3:14· 4:8· 5:5· 6:10. Μτ 16:19· 28:18,19. Ιω 1:14,18· 14:6· 15:5. 1Ιω 5:20. Κλσ 4:2. Λκ 1:32.

8-9) 2:2,9,13. 1Κορ 16:9. 2Κορ 2:12. Λκ 12:31. — Ψ 85:9. Ησ 43:4· 45:14· 49:23· 60:14.

8) 3:1,15· 3:7,10· 22:7. 1Κορ 16:9. 2Κορ 2:12· 12:8-10. Κλσ 4:3. Φιλ 4:13. 1Τιμ 5:8. 2Τιμ 4:7. Ιω 14:21-24· 15:20· 17:6. Μτ 26:70-72. Λκ 12:9· 17:21. Πρξ 3:13,14. 1Ιω 2:22,23. Ιδ 4. Εξ 33:12. Πρμ 30:9. Δν 11:34.

9) 2:3,9. Εξ 11:8· 12:30-32. 1Βασ 2:36. Ψ 71:8. Ιωβ 42:8-10. Ησ 45:14· 49:23· 60:24. Ιεζ 5:13· 7:4. Ζχ 8:20-23. Ιω 1:6· 4:14,23· 6:11· 8:44. Πρξ 16:37-39. Ρμ 2:28-29. Εβρ 1:13. Φιλ 2:10. Ιω 8:44.

10) 1:9· 6:10· 8:13· 11:13· 13:8,10,14· 14:7,12,15· 17:8. Ιω 4:36· 17:15. Μτ 6:13· 13:12· 24:6,14,21-24· 26:41. Μρ 14:9. Λκ 2:1. Ρμ 1:8. 2Θεσ 3:5. 1Κορ 10:13. 2Κορ 1:6. Εφ 6:13. Εβρ 3:8· 10:36. 2Τιμ 2:12. Ιακ 3:12. 1Πετ 1:6· 4:12. 2Πετ 2:9. Ιακ 1:2,12. Ψ 45:2-3. Ησ 24:17· 26:9. Δν 12:10. Ζχ 13:9.

11) 3:3· 1:3· 2:5,10,13,25· 4:4,10· 22:7,12,20. 1Κορ 9:25. Φιλ 4:5. 1Τιμ 3:15. 2Τιμ 2:5· 4:8. Μτ 24:13. Ιακ 1:12· 5:9. 1Πετ 5:3,4. Σφν 1:14.

12) 3:2,5,6,7,9,21,22· 1:6· 2:7,12,17· 14:1· 17:14· 19:12,13· 21:2,10-27· 22:4. Ιω 2:19-21· 20:17. 1Κορ 3:16. 2Κορ 6:16. Γαλ 2:9· 4:26,27. Εφ 2:0· 3:15. 1Τιμ 3:15. Εβρ 12:22. 1Ιω 2:13,14· 4:4. — 3Βασ 7:21.22. Ψ 48:8· 87:3. Πρμ 9:1. Ησ 56:5· 62:2· 65:15. Ιερ 1:18. Ιεζ 48:35.

13) 3:6,22· 2:7. Μτ 7:24· 11:15· 13:9,13. Μρ 8:17-18· 12:37. Λκ 11:28· 19:48. Ιω 8:47. Πρξ 7:51. 2Τιμ 4:14.

14) 3:7· 1:5,6,7,8,11,17· 2:1,8· 3:7· 19:11· 21:6· 22:6,13. Ιω 1:1-3· 14:6· 17:5. 1Ιω 1:1. 2Κορ 1:20. Κλσ 1:15-16· 2:1· 4:12,13,16. Εφ 2:15. Εβρ 1:6. Πρξ 19:10. Ψ 50:11· 109:3. Πρμ 8:22,25. Ησ 55:4· 65:16. Ιερ 42:5. 15-16) 3:17· 2:2. 2Κορ 6:15. Ρμ 12:11. Μτ 6:24· 12:30. 3Βασ 18:21.

15) 3:1,8· 2:2,4. 1Θεσ 5:19. 2Θεσ 1:3. 1Κορ 16:22. 2Κορ 12:20. Ρμ 12:11. Φιλ 1:9. 1Πετ 1:22. Μτ 10:37· 24:12. Λκ 14:27,28. Ιακ 1:8. Δευτ 5:29. ΙσΝ 24:15-24. 3Βασ 18:21. Ψ 80:11-13. Πρμ 23:26. Ωσ 7:8· 10:2. Σφν 1:5,6.

16) 2:5. Μτ 13:7,22· 25:41. Ρμ 12:11. 2Τιμ 6:9. Ιερ 14:19· 15:1-4. Ζχ 11:8,9.

17-18) Ψ 17:31. Πρμ 24:48. Ωσ 12:8. Ζχ 11:5· 13:9. Ησ 55:1· 61:10. Απ 3:4,5· 2:9· 16:15. 1Πετ 1:7. 1Κορ 3:18· 4:8-10. Μτ 13:44,45· 22:11,12. Ιω 18:14.

17) Γεν 3:7,10,11. Εξ 32:35. Δευτ 8:12-14. Πρμ 13:7· 30:9. Ησ 42:19. Ιερ 2:31. Ρμ 2:17-23· 7:24· 11:20,25· 12:3. 1Κορ 4:8. Μτ 5:3· 6:23· 9:12. Λκ 1:53· 6:24· 18:11,12. Ιω 9:40,41. 2Πετ 1:9.

18) Εξ 23:8. Λευ 16:19. Ψ 11:7· 15:7· 17:31· 31:8· 72:24· 106:11. Πρμ 1:25,30· 19:20· 23:23. Εκ 8:2. Ησ 9:6· 47:3· 55:1. Ιερ 13:26. Δν 12:2. Μιχ 1:11. Να 3:5. Μλχ 3:3. Απ 7:13· 16:15· 19:8. 1Κορ 3:12,13. 2Κορ 5:3· 8:9. 1Τιμ 6:18. Μτ 25:9. Λκ 12:21. Ιω 8:12· 9:6-11,39. 1Ιω 2:20-27. Ιακ 2:5. 1Πετ 1:7.

19) Αρ 25:11-13. Δευτ 8:5. 2Βασ 7:14. Ιωβ 5:17. Ψ 6:1· 38:11· 68:9· 88:32-33· 93:10· 102:8-9. Πρμ 3:11,12· 13:24· 15:10· 15:32· 22:15· 27:6. Ασμ 5:2. Ησ 25:6· 26:16. Ιερ 2:30· 7:28· 10:24· 37(30):11· 38(31):18. Σφν 3:2. Απ 2:5,21,22· 3:41. Ρμ 12:11. 1Κορ 11:32. 2Κορ 6:9· 7:11. Γαλ 4:18. Ττ 2:14. Εβρ 12:5-11. Μτ 7:11. Λκ 12:36· 14:15. Ιω 2:17· 5:20· 15:13· 16:27. Ιακ 1:12.

20) 3:11· 19:9· 22:7. Ιω 4:34· 6:54· 10:3· 14:21-23· 18:37· 20:16. Λκ 7:38,44· 12:36,37· 14:15· 17:8· 22:16,18,29· 24:30. Μτ 8:11· 11:28· 24:36-39· 25:43· 26:29. Εβρ 3:13. 1Κορ 16:22. 2Κορ 6:2. Ψ 89:4. Ασμ 5:2-4. Ησ 25:6.

21-22) 3:5,6,12,13· 22:5. Μτ 19:28.

21) 3:12· 1:6· 2:7,26,27· 5:6-8· 7:17· 12:11· 22:1,3. 1Ιω 5:4,5. Ιω 1:16· 5:22,23· 16:33. 1Θεσ 4:17. 1Κορ 6:2,3. 2Τιμ 2:12. Κλσ 3:1. Εφ 1:20-23· 2:6· 6:12. Φιλ 2:9-21. Εβρ 1:3. Πρξ 1:9. Μτ 19:28· 20:21· 28:18. Λκ 22:29,30. Ψ 110:1. Εκ 9:8. Δν 7:13,14.

22) 3:6,13· 2:7,11,17. Μτ 7:24· 11:15· 13:9,13. Μρ 8:17-18· 12:37. Λκ 11:28· 19:48. Ιω 8:47. Πρξ 7:51. 2Τιμ 4:14.

 

Σημειώσεις 3ου κεφαλαίου,

(1) Β.Α. ἔχει· ἥξουσι καὶ προσκυνήσουσιν.

(2) ᾿Αντὶ τῆς αὐθεντικῆς γραφῆς ἣ καταβαίνει ὁ ΠΜ(Απ) προτιμᾷ τὴν γραφὴν ἡ κα­ταβαίνουσα καὶ σημειοῖ ὅτι «τὸ ἣ καταβαίνει χειρογράφων τινῶν καὶ τοῦ ᾿Ανδρέου εἶναι ἀδικαιολόγητος διόρθωσις». ἴσως τελεῖ ὑπὸ τὴν ἐπίδρασιν τῆς ἐκδόσεως Nestle.

῞Ετεραι παραπομπαί. 2) Σιρὰχ 9:13. 3) Ἐσθὴρ 8:15. 8-12) ᾿Ιγνατίου, πρὸς Φιλαδελ­φεῖς, ΒΕΠΕΣ 2,306. 9) Ἐσθὴρ 8:17. 14) Γρηγ. Ναζιανζηνοῦ, Λόγος 30, θεολογικὸς δ΄, Περὶ Υἱοῦ, 2, εἰς PG 36,105bc.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων