1. Βίβλος Κείμενον τῆς Βίβλου Ψαλμός 3 (κείμενον Ο΄)

PostHeaderIcon Ψαλμός 3 (κείμενον Ο΄)

 

Ψαλμοί

 

[Μέρος 1ον (Ψ 1-71)]  [Τμῆμα 1ον (Ψ 1-40)] Κάθισμα 1ον (Ψ 1-8)

 

Ψαλμὸς 3

 

1 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπ᾿ ἐμέ.

2 πολλοὶ λέγουσι τῇ ψυχῇ μου· «Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ θεῷ αὐτοῦ». (1)

3 σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.

4 φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (2)

5 ἐγὼ(3) ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.

6 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.

7 ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου,

     ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως,

     ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

8 τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

 

Παραπομπαί

3. 1) Ψ 68:4. 2Βασ 15:12· 16:15.

2) Ψ 3:4,8· 4:2,4· 21:7· 41:3,10· 70:11. 2Βασ 16:7,8,15,18. Αβ 3:3,9,13. Μτ 27:42,43.

3) Ψ 4:3· 17:2· 26:6,10· 27:7· 61:7· 83:11· 109:7· 118:114. Γεν 15:1· 40:13. Δευτ 33:29. 4Βασ 25:27. Ησ 45:25· 60:19. Λκ 2:32. Απ 21:11,23.

4) Ψ 2:6· 21:2-5· 33:4,6· 42:3,9· 49:15· 65:17-19· 85:3,4· 90:15· 98:9· 114:1-4· 129:1,2· 131:13,14· 137:3· 141:1-3. Ησ 65:24. Ιερ 36(29):12,13. Μτ 7:7. Ιακ 5:13.

5) Ψ 4:8· 65:9· 126:2· 144:18. Λευ 26:6. Ιωβ 11:18,19. Πρμ 3:24· 14:26· 18:10. Ησ 26:3. Μτ 27:52. Πρξ 12:6.

6) Ψ 2:2· 26:1-3· 46:2,7· 118:10-12. 2Βασ 18:7. 4Βασ 6:15-17. Ρμ 8:31.

7) Ψ 9:33· 11:5· 34:23· 43:23· 57:6· 58:5· 73:11· 75:9. Δευτ 32:39. Ιωβ 16:10· 26:17. Ησ 51:9. Αβ 2:19. Ιωβ 16:10· 29:17. Θρ 3:30.

8) Ψ 28:11· 36:39,40· 71:17. Λευ 26:6. Αρ 6:26. Πρμ 21:31. Ησ 26:12· 43:11· 45:21,22. Ιερ 3:23. Ωσ 13:4. Ιωνα 2:9. Μτ 25:34. Πρξ 3:26· 4:12. Εφ 1:3. Εβρ 6:14. 1Πετ 3:9. Απ 7:10· 19:1.

 

Σημειώσεις 3ου ψαλμοῦ

᾿Επιγραφή· Ψαλμὸς τῷ Δαυΐδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ ἐν τῇ ἐρήμῳ // ᾿Εν τοῖς χφφ καὶ τῇ ἐκδόσει ΠΜ τὸ «ἐν τῇ ἐρήμῳ» ἀπουσιάζει.

(1) (διάψαλμα) ΠΜ

(2) (διάψαλμα) ΠΜ

(3) ἐγὼ δὲ ΠΜ

  

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων

 

 

Ποιητικὴ ἀπόδοσις (1908)

ὑπὸ Νεκταρίου Κεφαλᾶ, μητροπολίτου Πενταπόλεως

 

Ψαλμὸς Γ΄ [3]*

 

1   Τί ὅτι ἐπληθύνθησαν οἱ θλίβοντές με, Κύριε1;

2   Πολλοί μοι ἐπανέστησαν καὶ τῇ ψυχῇ μου λέγουσιν·

     οὐκ ἔστι σωτηρία τις αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ2.

                                         Διάψαλμα.

3   Σὺ δὲ εἶ ἀντιλήπτωρ μου, ἡ δόξα μου ὁ Κύριος3

   ὁ ἀνυψῶν μου κεφαλήν.

4   Φωνῇ μου πρὸς τὸν Κύριον τὸν ἀγαθὸν ἐκέκραξα,

   αὐτὸς δέ μου ἐπήκουσεν ἀπὸ τοῦ ὄρους τῆς Σιών4.

                                         Διάψαλμα.

5   ᾿Εγὼ δὲ ἐκοιμήθην τε καὶ ὕπνωσα ἐν κλίνῃ μου

   ἐλπίζων ἐπὶ τὸν Θεόν, καὶ ἐξηγέρθην πεποιθὼς

   ὅτι μου ἀντιλήψεται ὁ Κύριος ὁ ἀγαθός5.

6   Οὐ φοβηθήσομαι ἐγὼ τὰς μυριάδας τῶν λαῶν

   τῶν κύκλῳ ἐν παρεμβολῇ συνεπιτιθεμένων μοι6.

7   ᾿Ανάστα δή, ὁ Κύριος· σύ, ὁ Θεός μου, σῶσόν με·

   ὅτι με τοὺς ἐχθραίνοντας σὺ ἅπαντας ἐπάταξας7

   ἐπὶ τὴν σιαγόνα8 καὶ παλάμῃ σου συνέτριψας

   ὀδόντας τῶν ἁμαρτωλῶν.

8   Κυρίου τὸ σωτήριον9 τοῦ ἐκ κινδύνων σῴζοντος

   καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ ἡ εὐλογία10 τοῦ Θεοῦ.

 

Σημειώσεις 3ου ψαλμοῦ

(Μὲ ἀριθμοὺς δηλώνονται οἱ ἀρχικὲς σημειώσεις τοῦ μεταφραστοῦ-ποιητοῦ, ἐνῷ μὲ γράμ­ματα οἱ νεώτερες σημειώσεις τοῦ ἐπιμελητοῦ Διονυσίου ᾿Ανατολικιώτου)

᾿Επιγραφή· ῞Οτε ἀπεδίδρασκεν ὁ Δαυὶδ ἀπὸ προσώπου τοῦ υἱοῦ αὐτοῦ ᾿Αβεσσαλὼμ ἐν τῇ ἐρήμῳ.

῾Υπόθεσις. ᾿Εκφράζει τὴν πεποίθησιν αὐτοῦ εἰς τὴν θείαν προστασίαν καὶ ἀντίληψιν.

* ῾Ο Νύσσης Γρηγόριος λέγει περὶ τοῦ ψαλμοῦ τούτου ὅτι «ἁρμόσειε δ᾿ ἂν καὶ ἑκάστῳ ἡμῶν ὁ ψαλμὸς ὑπὸ παθῶν καὶ δαιμόνων ἐνοχλουμένων..

1. Βασιλ. β΄, κεφ. ιε΄ 12, ιϚ΄ 15.

2. Βασιλ. β΄, κεφ. ιϚ΄ 18. Ψαλμ. Ο΄ 11.

3. Ψαλμ. κϚ΄ 10.

4. Ψαλμ. λγ΄ 4, β΄ 6, μβ΄ 3, 9. ῞Αγιον ὄρος [σημ. ἐπιμ.· κατὰ τὸ κείμενον τῶν Ο΄]· τὸ ὄρος τῆς Σιών, ἐφ᾿ οὗ ἔκτισται ὁ ναός, ὁ οἶκος τοῦ Θεοῦ, ἐν ᾧ ὁ θρόνος ὁ ἅγιος αὐτοῦ.

5. Λευιτ. κϚ΄ 6, Παρ. γ΄ 24.

6. Ψαλμ. κϚ΄ 4. [σημ. ἐπιμ.· εἰς τὰς ἐντύπους ἐκδόσεις ὁ στίχος ἀριθμεῖται ὡς 3]

7. ᾿Ιὼβ ιϚ΄ 10, κθ΄ 17, Ψαλμ. νζ΄ 6, Θρην. γ΄ 30 (†).

8. σιαγόνα· ἐτέθη κατὰ τὸ ἑβραϊκὸν κείμενον ὡς εὑρισκόμενον ἐν ἀκολουθίᾳ πρὸς τὰ ἑπόμε­να. Τὸ κείμενον τῶν Ο΄ ἔχει «ματαίως».

9. Παροιμ. κα΄ 31. ᾿Ησαΐ. μγ΄ 11, ᾿Ιερεμ. γ΄ 23, ᾿Ωσηὲ ιγ΄ 4, ᾿Ιωνᾶ β΄ 9, ᾿Αποκάλ. ζ΄ 10, ιθ΄ 1.

10. εὐλογία· ἐπὶ τὸν πιστὸν λαὸν ἡ τοῦ ῾Αγίου Πνεύματος εὐλογία· ἐκ γὰρ Χριστοῦ ἡ εὐλογία τοῖς ἀνθρώποις ἐπήγγελται· διὸ λέγει· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρο­νομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν».

 

Νεκταρίου Κεφαλᾶ, μητροπολίτου Πενταπόλεως, «Ψαλτήριον τοῦ προφητάνακτος Δαυίδ», ἐντεταμένον εἰς μέτρα κατὰ τὴν τονικὴν βάσιν μετὰ ἑρμηνευτικῶν σημειώσεων, ἐν ᾿Αθήναις 1908 (ποιητικὴ ἀπόδοσις). Δευτέρα ἔκδοσις, ᾿Αθῆναι 2003, διορθωθεῖσα, ἐπιμεληθεῖσα καὶ πλουτισθεῖσα μὲ νέας σημειώσεις ὑπὸ Διονυσίου ᾿Ανατολικιώτου. Βιβλιοπωλεῖο - ᾿Εκδόσεις Νεκτάριος Δ. Παναγόπουλος, Χαβρίου 3, πλατεῖα Συντάγματος, Τ.Κ. 105 62 ᾿Αθήνα, τηλ. 210-322.4819.