Α΄ Κορινθίους, κεφ. 14 (κείμενον)
Α΄ πρὸς Κορινθίους
ἐπιστολὴ Παύλου
ΚΕΦΑΛΑΙΟΝ 14
[Λόγος 16ος]
1 Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 2 ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· 2β οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· 3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4 ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5 θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· 5β μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, 5γ ἐκτὸς εἰ μὴ διερμηνεύει, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. 6 νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, 6β ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; 7 ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, 7β ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, 7γ πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 8 καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 9 οὕτω καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, 9β πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 τοσαῦτα εἰ τύχοι γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον· 11 ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, 11β ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 οὕτω καὶ ὑμεῖς ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, 12β πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. 13 Δι᾿ ὅ περ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστι. 15 τί οὖν ἐστι; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· 15β ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 16 ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, 16β ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; 16γ ἐπειδὴ τί λέγεις οὐκ οἶδε· 17 σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾿ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18 εὐχαριστῶ τῷ Θεῷ μου πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν· 19 ἀλλ᾿ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, 19β ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. (1)
20 ᾿Αδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. 21 ἐν τῷ Νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, 21β καὶ οὐδ᾿ οὕτως εἰσακούσονταί μου, λέγει Κύριος. 22 ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν, ἀλλὰ τοῖς ἀπίστοις, 22β ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις, ἀλλὰ τοῖς πιστεύουσιν. 23 ᾿Εὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες γλώσσαις λαλῶσιν, 23β εἰσέλθωσι δὲ ἰδιῶται ἤ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, 24β ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, 25 καὶ οὕτω τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· 25β καὶ οὕτω πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῶ Θεῷ, 25γ ἀπαγγέλλων ὅτι ὁ Θεὸς ὄντως ἐν ὑμῖν ἐστι. 26 Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, 26β γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. 27 εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· 28 ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. 29 προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· 30 ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 δύνασθε γὰρ καθ᾿ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσι καὶ πάντες παρακαλῶνται· 32 καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται· 33 οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεός, ἀλλὰ εἰρήνης.
34 ῾Ως ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων, αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· 34β οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ᾿ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. 35 εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστι γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. 36 ἢ ἀφ᾿ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; 37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγνωσκέτω ἃ γράφω ὑμῖν, 37β ὅτι τοῦ Κυρίου εἰσίν ἐντολαί· 38 εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. 39 ῞Ωστε, ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε· 40 πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.
Παραπομπαί
14. 1) 14:3-5,24,25,37,39· 12:1,31· 13:1-8,9,13. 1Θεσ 5:20. Ρμ 9:30· 12:6· 14:19. Εφ 1:3. 1Τιμ 4:14· 5:10· 6:11. 2Τιμ 2:22. Εβρ 12:14. 1Πετ 3:11-13. 2Πετ 1:7. 3Ιω 11. Αρ 11:25-29. Πρμ 15:9. 21:21. Ησ 51:1.
2-3) 14:11-16,28. Ρμ 5:26,27.
2) 14:9-11,21,22· 2:7,10· 13:2· 15:51. Ρμ 16:25. Εφ 3:3-9· 6:19. Κλσ 1:26,27· 2:2. 1Τιμ 3:9,16. Πρξ 2:4-11· 10:46· 19:6· 22:9. Μτ 13:11. Μρ 4:11. Απ 10:7. Γεν 11:7· 42:23. Δευτ 28:49. 4Βασ 18:26. Ψ 48:3,4· 77:2.
3) 14:4,12,26,31· 8:1· 10:23. 2Κορ 1:4· 2:7. 1Θεσ 2:3,11· 3:2· 4:1,18· 5:11-14. 2Θεσ 3:12. Ρμ 12:8· 14:19· 15:2. Εφ 4:12-16,29· 6:22. Κλσ 4:8. 1Τιμ 1:4· 4:13· 6:2. 2Τιμ 4:2. Ττ 1:9· 2:6,9,15. Εβρ 3:13· 10:25· 13:22. Λκ 3:18. Πρξ 9:31· 13:15· 14:22· 15:32. 1Πετ 5:12. Ιδ 20.
4) 14:3,14,17-19.
5) Αρ 11:28,29. 1Κορ 12:28-30· 12:10,30· 13:4· 14:1,3,12,13,19,26-28,31. Εφ 4:12.
6) 10:33· 12:7,8,28· 13:2,3,8,9· 14:1,25,26-30. 2Κορ 11:6· 12:1,7. Μτ 11:25· 16:17,26. Ρμ 15:14· 16:17. Εφ 1:17· 3:4. Φιλ 3:15. 2Τιμ 2:14· 3:10,16· 4:2. Ττ 3:8. Εβρ 13:9. 2Πετ 1:5· 3:18. 2Ιω 9. 1Βασ 12:21. Ιερ 16:19· 23:32.
7) 13:1· 14:8. Μτ 11:17. Λκ 7:32. Αρ 10:2-10.
8) Αρ 10:9. ΙσΝ 6:4-20. Κρ 7:16-18. Νε 4:18-21. Ιωβ 39:24,25. Ησ 27:13. Αμ 3:6. Εφ 6:11-18.
9) 14:19· 9:26.
10) 15:37.
11) 14:21. Πρξ 28:2,4. Ρμ 1:14. Κλσ 3:11.
12-13) 14:1-5.
12) 12:7,31· 14:3,4,26,32. Ττ 2:14.
13) 14:27,28· 12:10,30. Μρ 11:24. Ιω 14:13,14. Πρξ 1:14· 4:29-31· 8:15.
14) 14:2,15,16,19.
15) 10:19· 14:19. Εφ 5:17-20· 6:18. Κλσ 3:16. Ρμ 1:9· 3:5· 8:31· 12:1,2. Φιλ 1:18. Ιω 4:23,24. Ιδ 20. Ψ 46:7.
16) 14:2,14,23,24· 1:4-8· 11:24· 16:24. Νε 8:6. Αρ 5:22. Δευτ 27:15-26. 3Βασ 1:36. 1Παρ 16:36. Ψ 40:13· 71:19· 88:52· 105:48. Ησ 29:11,12. Ιερ 28:6. Μτ 6:13· 28:20. Μρ 16:20. Πρξ 4:13. Ιω 7:15· 21:25. Απ 5:14· 22:20.
17) 14:4,6.
18) 1:4-6· 4:7.
19) 14:4,5,21,22.
20) 2:6· 3:1,2· 13:11. Ρμ 16:19. Εφ 4:14,15. Φιλ 1:9· 3:15. Εβρ 5:12,13· 6:1-3. Μτ 10:16· 11:25· 18:3· 19:4,14. Μρ 10:15. 1Πετ 2:1,2. 2Πετ 3:18. Ψ 118:99· 130:1,2. Ησ 11:3.
21) (Δτ 28:49.) Ησ 28:11,12. Ρμ 3:19. Ιω 10:34.
22) Μρ 16:17. Μτ 13:58. Πρξ 2:6-12,32-36. 1Τιμ 1:9. 1Κορ 14:3.
23) 14:16· 11:18. Πρξ 2:7-11,13· 26:24. Ιω 10:20. Ωσ 9:7.
24) 2:15. Ιω 1:47-49· 4:29· 16:8,9. Πρξ 2:37. Εβρ 4:12,13.
25) Γεν 44:14. Δευτ 9:18. 4Βασ 5:26. Ψ 71:11. Ζαχ 8:23. Ησ 45:14· 60:14. Δν 2:47. Λκ 5:8· 8:28. Πρξ 5:11. Ιω 4:17-19. Απ 5:8· 19:4.
26-27) 14:4,5,6,12,40· 2:6-10· 12:7,8-10. Πρξ 21:22. Ρμ 14:19. 2Κορ 12:19· 13:10. Εφ 4:12,16,29· 5:14. 1Θεσ 5:11.
28) 14:2,4.
29) 14:39· 12:10. 1Θεσ 5:19-21. 1Ιω 4:1-3.
30) 14:6,26. 1Θεσ 5:19,20. Ιωβ 32:11,15-20· 33:31-33.
31) 14:3,19,35. 2Κορ 1:4· 7:6,7. 1Θεσ 4:18· 5:11,14. Ρμ 1:12. Εφ 4:11,12· 6:22. Πρμ 1:5· 9:9.
32) 14:29,30. Πρξ 4:19,20. 1Ιω 4:1. 1Βασ 10:10-13· 19:19-24. 4Βασ 2:3,5. Ιωβ 32:8-11. Ιερ 20:9.
33) 14:40· 4:17· 7:15,17· 11:16. 2Θεσ 3:16. Ρμ 15:33. Γαλ 5:22. Εβρ 13:20. Λκ 2:14. Ιακ 3:17,18.
34) Γεν 3:16. Αρ 30:3-13. Ιωηλ 3:1. 1Κορ 11:3,5,7-10,16· 14:21,35. 1Τιμ 2:11,12. Εφ 5:22-24,33. Κλσ 3:18. Ττ 2:5. 1Πετ 3:1-6.
35) 14:34· 11:5,6,14. Εφ 5:12,25-27. 1Πετ 3:7.
36) 4:7. 2Κορ 10:13-16. 1Θεσ 1:8. Πρξ 13:1-3· 15:35,36· 16:9,10· 17:1,10,11,15· 18:1-17. Ησ 2:3. Μιχ 4:1,2. Ζαχ 14:8.
37-38) 3:1,18· 7:10· 11:16. 2Τιμ 2:7. 1Ιω 4:6. Ιεζ 3:2.
37) 7:25,40. 8:2· 10:7,12· 11:4,12-15· 13:1-3. 1Κορ 7:12. 1Θεσ 4:1-8. Ρμ 12:3. Γαλ 6:8. Λκ 10:16. 2Πετ 3:2. Ιδ 17. Αρ 24:3,4,16.
38) 1Κορ 2:15. 1Τιμ 6:3-5. 2Τιμ 4:3,4. Μτ 7:6· 15:14. Απ 22:11,12. Ωσ 4:17.
39) 14:1-5,24,25· 12:31. 1Θεσ 5:20.
40) 14:26-33· 11:34. Ρμ 13:13. Κλσ 2:5. Ττ 1:5.
Σημειώσεις 14ου κεφαλαίου
(1) Β.Α. ἔχει ἡμιπαράγραφον εἰς τὸ παρὸν σημεῖον.
῞Ετεραι παραπομπαί. 34) Ἐσθὴρ 1:17-20.
᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων