1. Βίβλος Κείμενον τῆς Βίβλου Γένεσις, κεφ. 20 (κείμενον Ο΄)

PostHeaderIcon Γένεσις, κεφ. 20 (κείμενον Ο΄)

 

Γένεσις

 

ΚΕΦΑΛΑΙΟΝ 20

 

[Λόγος 24ος]

 

1 Καὶ ἐκίνησεν ἐκεῖθεν ᾿Αβραὰμ εἰς γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ. καὶ παρῴκησεν ἐν Γεράροις. 2 εἶπε δὲ ᾿Αβραὰμ περὶ Σάρρας τῆς γυναικὸς αὐτοῦ ὅτι «᾿Αδελφή μου ἐστίν»· ἐ­φοβήθη γὰρ εἰπεῖν ὅτι «Γυνή μου ἐστί», μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι᾿ αὐτήν. ἀπέστειλε δὲ ἀβιμέλεχ, βασιλεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάρραν.

3 Καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν· «᾿Ιδοὺ σὺ ἀποθνῄσκεις περὶ τῆς γυναικὸς ἧς ἔλαβες· αὕτη δέ ἐστι συνῳ­κηκυῖα ἀνδρί». 4 ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπε· «Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς; 5 οὐκ αὐτός μοι εἶπεν, ᾿Αδελφή μου ἐστί; καὶ αὕτη μοι εἶπεν· ᾿Αδελφός μου ἐστίν; ἐν καθαρᾷ καρδίᾳ καὶ [ἐν] δι­καιοσύνῃ χειρῶν ἐποίησα τοῦτο». 6 εἶπε δὲ αὐτῷ ὁ Θεὸς καθ᾿ ὕπνον· «Κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην σου (1) τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ· ἕνεκα τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς. 7 νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνώσῃ ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά».

8 Kαὶ ὤρθρισεν ἀβιμέλεχ τῷ πρωῒ καὶ ἐκάλεσε πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησε πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν, ἐφοβή­θησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα. 9 καὶ ἐκάλεσεν ἀβιμέλεχ τὸν ᾿Αβρα­ὰμ καὶ εἶπεν αὐτῷ· «Τί τοῦτο ἐποίησας ἡμῖν; μήτι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ᾿ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔρ­γον ὃ οὐδεὶς ποιήσει πεποίηκάς μοι». 10 εἶπε δὲ ἀβιμέλεχ τῷ ᾿Αβραάμ· «Τί ἐνιδὼν ἐποίησας τοῦτο;» 11 εἶπε δὲ ᾿Αβραάμ· «Εἶπα γάρ· ἄρα οὐκ ἔστι θεο­σέβεια ἐν τῷ τόπῳ τούτῳ 11β ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου. 12 καὶ γὰρ ἀληθῶς ἀδελφή μου ἐστὶν ἐκ πατρός, ἀλλ᾿ οὐκ ἐκ μητρός· 12β ἐγενήθη δέ μοι εἰς γυναῖκα. 13 ἐγένετο δέ, ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ· 13β “Ταύτην τὴν δικαιοσύνην ποιή­σεις εἰς ἐμέ, εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, 13γ εἰπὸν ἐμέ(2), ὅτι ᾿Αδελφός μου ἐστίν”». 14 ἔλαβε δὲ ἀβιμέλεχ χίλια δίδραχμα καὶ πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας 14β καὶ ἔδωκε τῷ ᾿Αβραὰμ καὶ ἀπέ­δωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ. 15 καὶ εἶπεν ἀβιμέλεχ τῷ ᾿Αβρα­άμ· 15β «᾿Ιδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ κατοίκει». 16 τῇ δὲ Σάρρᾳ εἶπεν· «᾿Ιδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· 16β ταῦτα ἔσται σοι(3) εἰς τὴν τιμὴν τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· 16γ καὶ πάντα ἀλήθευσον». 17 καὶ(4) προσηύξατο ᾿Αβραὰμ πρὸς τὸν Θεόν, 17β καὶ ἰάσατο ὁ Θεὸς τὸν ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐ­τοῦ, καὶ ἔτεκον· 18 ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ ἀβιμέλεχ, ἕνεκεν Σάρρας τῆς γυναικὸς ᾿Αβραάμ.

 

Παραπομπαί

20. 1) 10:7,14· 12:10-20· 16:7,14· 18:1· 26:6-7,17.

2) 12:11-15· 26:1,7,16. 2Παρ 19:2· 20:37· 32:31. Πρμ 24:16. Εκ 7:20. Γαλ 2:11,12. Εφ 4:25. Κλσ 3:9.

3) 20:7· 28:12· 31:24· 37:5,9· 40:8· 41:1-36· 46:2. 3Βασ 3:5. Ιωβ 4:12,13· 33:15. Ψ 104:14. Ιεζ 33:14,15. Ιωνα 3:4. Μτ 1:20· 2:12,13-19· 27:19.

4) 20:6,17,18· 18:23-25· 19:24. 2Βασ 4:11. 1Παρ 21:17.

5) ΙσΝ 22:22. 3Βασ 9:4. 4Βασ 20:3. 1Παρ 29:17. Ψ 7:8· 23:4· 24:21· 25:6· 72:13· 77:72. Ιωβ 33:9. Πρμ 11:3· 20:7. Δν 6:22. 2Κορ 1:12. 1Θεσ 2:10. 1Τιμ 1:13.

6) 20:18· 3:3· 26:11· 31:7· 35:5· 39:9. Εξ 34:24. Λευ 6:2. 1Βασ 25:26,34. Ψ 50:4· 80:12· 83:11· 14. Πρμ 21:1. Ωσ 2:6,7. 2Θεσ 2:7,11. 1Κορ 7:1. 2Κορ 6:17. Ιδ 24.

7) 2:17· 20:17. Εξ 32:11,31. Αρ 16:32,33. Δευτ 18:15· 34:10. 1Βασ 7:5,8-13· 12:23. 3Βασ 13:6. 4Βασ 5:11· 7:5. Ιωβ 42:8. Ιερ 7:16. Ιω 8:56. 1Ιω 5:16. Ιακ 5:14,15.

8) 19:27.

9) 11:29· 12:18,22· 26:10· 34:7· 38:24· 39:9. Εξ 32:21,35. Λευ 20:10. ΙσΝ 7:25. 1Βασ 26:18,19. 2Βασ 12:5,10,11· 13:12. Πρμ 28:10. Ρμ 2:11. Εβρ 13:4. Ττ 1:11.

10) 4:10· 12:18.

11) 12:12· 22:12· 26:7· 42:18. Νε 5:15. Ιωβ 1:1· 28:28. Ψ 13:4· 35:1-4· 110:10. Πρμ 1:7· 2:5. 8:13· 16:6. Ρμ 3:18.

12) 11:29· 12:13. Λευ 18:9. 1Θεσ 5:22.

13) 12:1,9,11-20. 1Βασ 23:21. Ψ 63:5. Πρξ 5:9· 7:3-5. Εβρ 11:8.

14) 20:2,7,11· 12:16,19,20· 23:14.

15) 13:9· 34:10· 47:6.

16) 20:5· 24:65· 26:11.

17) 20:7· 12:17· 18:16-33· 29:31. Εξ 15:26. 1Βασ 5:11,12. 4Βασ 20:5. Εσρ 6:10. Ιωβ 42:9,10. Πρμ 15:8,29. Ησ 45:11. Μτ 7:7· 21:22. Πρξ 3:24. Φιλ 4:6. 1Θεσ 5:25. Ιακ 5:16.

18) 20:7· 12:17· 16:2· 30:2. 1Βασ 1:6· 5:10.

 

 

Σημειώσεις 20οῦ κεφαλαίου

(1) ᾿Ενιαχοῦ προστίθεται· ἐγὼ

(2) ῾Ετέρα γραφή· εἰπὸν περὶ ἐμοῦ

(3) ᾿Ενιαχοῦ παραλείπεται.

(4) προσηύξατο δὲ ᾿Αβραὰμ ΠΜ καὶ ἕτεροι ἐκδόται.

῞Ετεραι παραπομπαί. 11) Σιρὰχ 1:14-16.

 

 

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων