1. Βίβλος Κείμενον τῆς Βίβλου Α΄ Κορινθίους, κεφ. 11 (κείμενον)

PostHeaderIcon Α΄ Κορινθίους, κεφ. 11 (κείμενον)

 

Α΄ πρὸς Κορινθίους

ἐπιστολὴ Παύλου

 

ΚΕΦΑΛΑΙΟΝ 11

 

 

[Λόγος 12ος (11:2-16)]

 

2 ᾿Επαινῶ δὲ ὑμᾶς, ἀδελφοί, ὅτι πάντα μου μέμνησθε καὶ καθὼς πα­ρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε. 3 θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός. 4 πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ. 5 πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς· ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ. 6 εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακα­λυπτέσθω. 7 ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστιν. 8 οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· 9 καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. 10 διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσί­αν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. 11 πλὴν οὔτε ἀνὴρ χωρὶς γυ­ναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ· 12 ὥς περ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀν­δρός, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός, τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ.

13 ᾿Εν ὑμῖν αὐτοῖς κρίνατε· 13β πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; 14 ἢ οὐδὲ αὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι, 15 γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; 15β ὅτι ἡ κό­μη ἀντὶ περιβολαίου δέδοται αὐτῇ.

16 Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχο­μεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ.

 

[Λόγος 13ος (11:17-34)]

 

17 Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ᾿ εἰς τὸ ἧττον συνέρχεσθε. 18 πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ 18β ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω· 19 δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. 20 συνερχο­μένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν· 21 ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, 21β καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. 22 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; 22β ἢ τῆς ἐκ­κλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; 22γ τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς ἐν τούτῳ; οὐκ ἐπαινῶ.

23 ᾿Εγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, 23β ὅτι ὁ Κύριος ᾿Ιησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο 23γ ἔλαβεν ἄρτον καὶ εὐχαριστή­σας ἔκλασε καὶ εἶπε· 24 «Λάβετε φάγετε· τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον· 24β τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν». 25 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων· 25β «Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· 25γ τοῦτο ποιεῖτε, ὁσάκις ἂν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν». 26 ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, 26β τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ. 27 ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον τοῦτον ἢ πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, 27β ἔνοχος ἔσται τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου. 28 δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, 28β καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· 29 ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, 29β μὴ διακρίνων τὸ σῶμα τοῦ Κυρίου. 30 διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί. 31 εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· 32 κρινόμενοι δὲ ὑπὸ [τοῦ] Κυρίου παιδευ­όμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.

33 ῞Ωστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε· 34 εἰ δέ τις πεινᾷ ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρῖμα συνέρχησθε. 34β Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.

 

Παραπομπαί

11. 2) 11:17,22,23· 4:17· 7:17· 15:2. 1Θεσ 4:1,2. 2Θεσ 2:15· 3:6. Λκ 1:6. Πρμ 31:28-31.

3) Γεν 3:16. Ησ 49:3-6· 52:13· 55:4· 61:1-4. 1Κορ 3:23· 10:1· 14:34· 15:27,28. Εφ 1:20-22,23· 4:15· 5:22-24. Φιλ 2:7-11. Κλσ 1:18· 2:1,10,19· Κλσ 3:18. 1Τιμ 2:11,12. 1Πετ 3:1,5,6. Μτ 28:18. Ιω 3:34-36· 5:20-30· 14:28· 17:2-5.

4) 11:7,14· 12:10,28· 14:1-25. 2Βασ 15:30· 19:4.

5-6) 11:13,15· 14:35.

5) Λκ 2:36. Πρξ 2:17· 21:9. Γεν 38:15. Δευτ 21:12.

6) Αρ 5:18. Δευτ 22:5.

7) Γεν 1:26,27· 3:16· 5:1· 9:6. Ψ 8:6. Ιακ 3:9. 1Κορ 11:3. Κλσ 3:10.

8-9) Γεν 2:18,21-23. 1Κορ 11:3. 1Τιμ 2:13. 9) Γεν 2:20,24.

10) Ψ 137:1. Απ 1:20· 2:1 - 3:14. Μτ 18:10.

11) 7:10-14· 12:12-22. Εφ 5:25-33. Γαλ 3:28.

12) 8:6· 11:8. Μτ 11:11. Ρμ 11:36. Εβρ 1:2,3. Γαλ 4:4. Ιω 8:47. Πρμ 16:4.

13) 10:15. Λκ 12:57. Ιω 7:24.

14-15) 11:4-7· 14:35. (2Βασ 14:26).

16) 4:17· 7:17· 14:33,34,38· 16:1. 1Θεσ 2:14. 1Τιμ 6:3,4. Πρξ 21:21,24. Ιεζ 3:7. Πρμ 10:15· 29:22.

17) 11:2,20,22,34· 14:23,26. Ρμ 13:3. Εβρ 10:25. 1Πετ 2:14. Λευ 19:17. Πρμ 27:5. Ησ 1:13,14· 58:1-4. Ιερ 7:9,10.

18) 1:10-12· 3:3· 5:1· 6:1.

19) 1Τιμ 4:1,2. 2Κορ 13:5-7. Γαλ 5:20. Ττ 3:10. 2Πετ 2:1,2. 1Ιω 2:19. Μτ 18:7. Λκ 2:35· 17:1,2. Πρξ 5:17· 15:5· 20:30· 24:5,14· 26:5· 28:22. Δευτ 13:3.

20) Ιδ 12.

21) 11:23-25, 33· 10:16-18. Πρξ 2:44,45· 4:32-35· 6:1. 2Πετ 2:13. Ιδ 12.

22) 11:17,34· 10:32· 15:9. 1Τιμ 3:5,15. Ιακ 2:5,6. Πρξ 20:28. Ιω 26. Πρμ 17:5.

23-25) 15:3. Μτ 26:26-28. Λκ 22:17-20.

23) Δευτ 4:5. Μτ 26:2,17,34· 28:20. 1Κορ 10:16. Γαλ 1:1,11,12. 1Θεσ 4:2. Μρ 14:22-24. Πρξ 20:7.

24) 5:7,8· 10:3,4,16,17· 11:27,28. Ιω 6:53-58· 13:26-30. Μτ 26:13,26. Εβρ 10:1. Ψ 21:26,29· 110:4. Πρμ 9:5. Ασμ 1:4· 5:1. Ησ 25:6· 26:8· 55:1-3. Εξ 12:14. ΙσΝ 4:7.

25) 11:27,28. 2Κορ 3:6,14. Εβρ 9:15-20· 13:20. Εξ 24:8. Ζχ 9:11.

26) 4:5· 15:23. Μτ 26:29. Λκ 22:16. Ιω 14:3· 21:22. Πρξ 1:11. 1Θεσ 4:16. 2Θεσ 1:10· 2:2,3. Εβρ 9:28. 2Πετ 3:10. 1Ιω 2:28. Ιδ 14. Απ 1:7· 20:11,12· 22:20.

27) 10:16,21· 11:29. Εβρ 6:6· 10:29. Μτ 22:11. Ιω 6:51,63,64· 13:18-27. Λευ 10:1-3. Αρ 9:10,13. 2Παρ 30:18-20.

28) 11:31. 2Κορ 13:5. Γαλ 6:4. 1Ιω 3:20,21. Μτ 5:23,24. Αρ 9:10-13. Ψ 25:2-7. Θρ 3:40. Αγγ 1:5,7. Ζαχ 7:5-7.

29) Ρμ 13:2.

30) 11:32. Εβρ 12:5-11. 1Κορ 15:51. 1Θεσ 4:14. Λκ 13:2-5. Ιω 11:13,14. Απ 3:19. Πρξ 13:36. Εξ 15:26. Αρ 20:12,24· 21:6-9. 2Βασ 12:14-18. 3Βασ 13:21-24. Ψ 37:1-8· 77:30,31· 88:31-34. Αμ 3:2. Μιχ 7:9.

31-32) Ψ 31:3-5. 1Κορ 5:5. Εβρ 12:5-11.

31) 11:28. Πρμ 18:17. Ιερ 38(31):18-20. Λκ 15:18-20. 1Ιω 1:9. Απ 2:5· 3:2,3. Ρμ 2:15.

32) 11:30. Δευτ 8:5. Ιωβ 5:17,18· 33:18-30· 34:31,32. Ψ 93:12,13· 117:18. Πρμ 3:11,12. Ησ 1:5. Ιερ 7:28. Σφν 3:2. Ρμ 3:19. Εβρ 12:7. 1Ιω 5:19.

33-34) 11:21,22. 34) 7:17. Ττ 1:5. 1Κορ 4:19· 16:2,5.

 

 

Σημειώσεις 11ου κεφαλαίου

῞Ετεραι παραπομπαί. 5) Σωσάννα 32. 10) Τωβὶτ 12:12,13. Σύνοδος Γάγγρας, κανὼν 17. 17) ᾿Εσθὴρ 9:19,22. Σύνοδος Πενθέκτη, κανὼν 74· Λαοδικείας, κανόνες 27, 28· Καρθαγένης, 49· Γάγγρας, 11. 20) Σύνοδος Καρθαγένης, κανὼν 48. 31) Σιρὰχ 18:20.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων