1. Βίβλος Κείμενον τῆς Βίβλου ᾿Αποκάλυψις, κεφ. 2 (κείμενον)

PostHeaderIcon ᾿Αποκάλυψις, κεφ. 2 (κείμενον)

 

ΑΠΟΚΑΛΥΨΙΣ

ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

 

ΚΕΦΑΛΑΙΟΝ 2

 

§3

1 »Τῷ ἀγγέλῳ τῆς ἐν ᾿Εφέσῳ ἐκκλησίας γράψον· “Τάδε λέγει ὁ κρα­τῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν· 2 Οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου καὶ τὴν ὑπο­μονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ἐπείρασας τοὺς λέγον­τας ἑαυτοὺς ἀποστόλους εἶναι, καὶ οὐκ εἰσί, καὶ εὗρες αὐτοὺς ψευδεῖς· 3 καὶ ὑπομονὴν ἔχεις, καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου, καὶ οὐ κεκοπίακας. 4 ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας. 5 μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. 6 ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. 7 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ μου”.

 

[Λόγος 2ος]

 

§4

8 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· “Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· 9 Οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν· ἀλλὰ πλούσιος εἶ· καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων ᾿Ιουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ. 10 μηδὲν φοβοῦ ἃ μέλλεις παθεῖν. 10β ἰδοὺ δὴ μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμέρας δέκα. 10γ γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. 11 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. 11β ῾Ο νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου”.

§5

12 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· 12β “Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· 13 Οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς· ὅπου ὁ θρόνος τοῦ σατανᾶ· 13β καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου 13γ καὶ ἐν ταῖς ἡμέραις αἷς ᾿Αντίπας ὁ μάρ­τυς μου ὁ πιστός, ὃς ἀπεκτάνθη παρ᾿ ὑμῖν, ὅπου ὁ σατανᾶς κατοικεῖ. 14 ἀλ­λὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, 14β ὃς ἐδίδαξε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν ᾿Ισραὴλ καὶ φα­γεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. 15 οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν δι­δαχὴν τῶν Νικολαϊτῶν ὁμοίως. 16 μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ᾿ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. 17 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. 17β Τῷ νικῶντι δώ­σω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου καὶ δώσω αὐτῷ ψῆφον λευκήν, 17γ καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμ­βάνων”.

§6

18 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· 18β “Τάδε λέ­γει ὁ υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, 18γ καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· 19 Οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγά­πην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, 19β καὶ τὰ ἔρ­γα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων. 20 ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἀφεῖς τὴν γυναῖκά σου ᾿Ιεζάβελ, ἣ λέγει ἑαυτὴν προφῆτιν, 20β καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. 21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνεί­ας αὐτῆς. 22 ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ᾿ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς, 23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ, 23β καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας, 23γ καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. 24 ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, 24β οἵ τινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ σα­τανᾶ, ὡς λέγουσιν· οὐ βάλλω ἐφ᾿ ὑμᾶς ἄλλο βάρος· 25 πλὴν ὃ ἔχετε κρατή­σατε ἄχρις οὗ ἂν ἥξω. 26 Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, 27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται, 28 ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου· καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωινόν. 29 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις”.

 

 

Παραπομπαί

(ἡ παραπομπὴ Χ:0 σημαίνει ὅλον τὸ Χ κεφάλαιον)

2. 1) 1:11-13,16,20· 2:8,12,18· 3:1,7,14· 8:10-12· 12:1. 1Τιμ 1:5-11. Πρξ 18:19-21· 19:0· 20:16. Ιω 5:35. Μτ 18:20· 28:20. Ιεζ 28:13,14. Ψ 84:4. Ιωβ 38:31.

2) 2:6,9,13-15,19-21· 3:1,8,15. Μτ 7:23. 1Θεσ 1:3· 5:21. 2Τιμ 2:19. Εβρ 6:10. Γαλ 1:7. Εφ 4:14. 2Κορ 11:13-15. 2Πετ 2:1-3. 1Ιω 2:21,22· 4:1,2. Ψ 1:6· 32:15.

3) 1:9· 3:10. Μρ 15:21. Λκ 8:15· 14:27· 18:1· 21:19. Πρξ 20:29. 1Κορ 13:7· 15:58· 16:16. 2Κορ 4:1,16· 5:9· 6:5· 10:15· 11:23. Γαλ 6:2,9. Εβρ 6:10,12,15· 10:36· 12:1,3-5· 13:13. Ρμ 2:7· 5:3,4· 8:25· 12:12· 15:4,5· 16:12. Κλσ 1:11. 1Θεσ 1:3· 2:9· 5:12. 2Θεσ 3:5,8,13. Φιλ 2:16· 4:3. 1Τιμ 4:10· 5:17. Ιακ 1:3,4· 5:7-11. 2Πετ 1:6. 1Ιω 4:1. Ψ 8:2· 37:7· 69:7. Μιχ 7:9.

4) 2:14,20· 3:14-17. Μτ 22:37-38· 23:36-38· 24:12,13. Ιω 15:13. Ρμ 5:8· 8:25,38-39. Φιλ 1:9· 3:13-16. 1Θεσ 4:9,10. 2Θεσ 1:3. Εβρ 6:10,11. — Ιερ 2:2-5. 1Τιμ 5:12.

5) Απ 2:16,19,21,22· 1:20· 3:2,3,19· 9:20,21· 16:9. Γαλ 5:4. Ιδ 24. 2Πετ 1:12,13. Πρξ 17:30,31. Λκ 1:17. Μτ 21:41-43· 24:48-51. Μρ 12:9. Λκ 12:45,46· 20:16. Ψ 30:10· 54:5. Ησ 1:26· 14:12. Ιεζ 16:61-63· 20:43· 36:31. Ιερ 2:2,3. Ωσ 9:10· 14:1. Μλχ 3:4· 4:6.

6) 2:14,15,20. 2Ιω 9,10. Μρ 3:5. Πρξ 6:5. 1Κορ 6:13. 2Πετ 2:1. Ιδ 4. 2Παρ 19:2. Ψ 26:5· 101:3· 138:21,22.

7) 2:11,17,26-28,29· 3:5,6,12,13,21,22· 12:10,11· 13:9· 14:13· 15:2· 21:7· 22:2,14,17,19. 1Κορ 2:10· 12:4-12. 2Κορ 12:4. Ιω 4:24· 16:33· 17:3· 20:17. 1Ιω 5:4,5,20. Μτ 11:15· 13:9,43. Μρ 4:9· 7:16. Λκ 8:8· 23:43. Γεν 2:9· 3:22-24. Πρμ 3:18· 11:30· 13:12· 15:4. Ησ 50:4.

8-9) 2:1,2· 1:5,8,11,17,18· 3:9,17,18. Ιακ 2:5,6. Εβρ 10:34. 2Κορ 6:10· 8:2,9· 11:14,15. Πρξ 13:45· 18:6. Ιω 8:41-44.

8) 1Πετ 2:21. Εβρ 1:1· 12:2· 13:8. Ρμ 5:10.

9) 7:14. Ιω 8:44· 16:33. Πρξ 5:39· 14:22· 26:11. Ρμ 2:17,28-29· 5:3· 8:35·9:6· 12:12. 1Θεσ 3:4. 2Θεσ 1:6,7. 2Κορ 6:10· 8:9. Ιακ 2:5. Λκ 4:18· 6:20· 12:21· 22:65. 1Τιμ 1:13· 6:18. Αρ 16:3· 20:4· 31:16. Ησ 58:3. (Πρξ 7:11. 2Κορ 8:2,13. Φιλ 4:14.)

10) 2:7,9,11,17· 3:11,17· 12:9-11· 13:2,7,15-17· 21:7. Ιακ 1:12. Εβρ 12:4. 2Τιμ 2:5· 4:7-8. 1Κορ 9:24-25· 11:19. Λκ 12:4-7· 21:12, 16-19· 22:31. Μτ 10:22,23,28· 24:13,22. Ιω 12:25· 13:2,27. Εφ 2:2· 6:12. 1Πετ 1:6,7· 5:4,8. Μρ 8:35· 13:13. Πρξ 14:22· 20:24· 21:13. — Δν 1:12,14· 3:16-18. Αβ 2:3.

11) 2:7· 13:9· 20:6,14· 21:8. Μτ 8:22. 1Πετ 5:4. 2Τιμ 4:8. Γεν 3:19.

12-13) 2:1,16· 1:11,16· 3:8· 13:2.

12) Εβρ 4:12. Εφ 6:17. Ιω 12:48. Μτ 10:34.

13) 2:2,9,10,24,25· 3:3,9,11. 1Θεσ 5:21. 1Τιμ 5:8. 2Τιμ 1:13· 2:12. Εβρ 3:6· 10:23. Μτ 10:23· 24:9. Λκ 21:17. Πρξ 9:14· 22:20. Ιακ 2:7. Ιδ 3,4.

14) Αρ 24:0· 25:1-3· 31:8,16. ΙσΝ 24:9. Ησ 57:14. Ιερ 6:21. Ιεζ 3:20· 44:12. Απ 2:4,6,20· 3:4· 21:8· 22:15. Ιδ 11. 1Πετ 2:8. 2Πετ 2:14-18. Ιδ 11. Μτ 18:7. Ρμ 9:32· 11:9· 14:13,21. 1Ιω 5:21. 1Κορ 1:23· 6:13-18· 7:2· 8:4-13· (8:9)· 10:19-20 (10:18-31)· 15:33. Πρξ 15:20,21,29· 21:25. Εβρ 13:4. Ιακ 3:2.

15) 2:6. 2Πετ 2:14-18. 1Τιμ 5:22.

16) 2:5,12,21,22· 1:13,16· 3:19· 16:9· 19:15,21. Πρξ 17:30,31. Εφ 6:17. 2Θεσ 2:8. Ρμ 11:33. Ησ 11:4· 49:2.

17) Εξ 16:0. Ησ 56:4· 62:2· 65:13,15. Ψ 24:14· 35:8· 77:24. Πρμ 3:32· 14:10. Απ 1:14· 2:7,11· 3:5,6,12,13,22· 5:9· 19:8,12,13,14· 20:11· 21:1,5. Μτ 13:11. Λκ 10:20. Ιω 4:32· 6:31-32,48-58. Κλσ 3:3. 1Κορ 2:9,14. 1Πετ 3:4.

18) 2:1,8,24· 1:11-15. Πρξ 8:37· 16:14. Μτ 3:17· 4:3-6· 17:5· 27:54. Λκ 1:35. Ιω 1:14,49· 3:16,18,35,36· 5:25· 10:36. Ρμ 1:4· 8:32. Ψ 2:7. Πρμ 5:21· 15:3.

19) 2:2,3,4,9,13. 1Θεσ 1:3· 3:6. 2Θεσ 1:3. 1Κορ 13:1-8· 16:15. Πρξ 11:29. Μτ 12:45. Μρ 12:30. Κλσ 3:14. Φιλ 3:14. 1Τιμ 1:5. 2Τιμ 2:19. Ιω 15:2. 1Πετ 4:8. 2Πετ 1:7· 3:18. Εξ 33:17. Ιωβ 17:9. Ψ 91:14. Πρμ 4:18.

20) 2:4,14· 17:0. — 3Βασ 16:31· 17:4,13· 18:4· 19:1,2,10· 20:25· 21:7-15,23-25. 4Βασ 9:7,22,30-37. — Εξ 34:15. Αρ 25:1,2. — Πρξ 15:20,29. 1Κορ 8:10-12· 10:18-21,28.

21) 9:20,21. 1Πετ 3:20. 2Πετ 3:9,15. Ρμ 2:3-6· 3:23· 9:22. 1Ιω 1:8· 4:8. Ψ 7:10. Ιερ 8:4-6.

22-23) 17:2· 18:9· 20:12. Ρμ 2:5-11· 8:27. Λκ 16:15. Μτ 16:27. Ψ 7:9.

22) 18:3· 19:18-21. Λκ 13:3,5. 2Κορ 12:21. 2Τιμ 2:25,26. Ψ 40:4. Ιερ 36:3. Ιεζ 16:37-41· 18:30-32· 23:29,45-48· 33:11. Σφν 3:7.

23) 2:7,11· 6:8. Ιω 2:24,25· 21:17. Πρξ 1:24. Ρμ 8:27· 4:12. Εβρ 4:13. 1Κορ 2:10. 2Κορ 5:10. Γαλ 6:5. 1Πετ 1:17. Δευτ 13:11· 17:13· 19:20· 21:21. Σφν 1:11. 1Βασ 16:7. 1Παρ 28:9· 29:17. 2Παρ 6:30. Ψ 7:10· 43:21· 61:12. Ησ 3:10,11. Ιερ 11:20· 17:10· 20:12· 23:24.

24-25) 2:18,20· 3:11. Πρξ 15:10,26-28,29.

24) 12:9· 13:14. 2Κορ 2:11· 11:3,13-15. Εφ 6:11,12. 2Θεσ 2:7,9-12. 1Τιμ 3:16. 2Τιμ 2:24.

25) 1:7· 3:3· 22:7,20. Πρξ 11:28. Ρμ 12:9. 1Θεσ 5:21. Εβρ 3:6· 4:14· 10:23. Ιω 14:3· 21:22,23· 1Κορ 4:5· 11:26. 2Πετ 3:10.

26-29) Ψ 2:7,8,9. Απ 2:7,11,17· 3:21· 12:5· 19:15· 22:16. Μτ 12:41· 13:43. Ιω 1:14-15.

26) 3:5,12,21· 20:4· 21:7· 22:5. Ρμ 2:7· 8:37. 1Ιω 2:19· 3:23· 5:5. Μτ 19:28· 24:13· 25:21-28. Λκ 8:13-15· 19:17· 22:29,30. 1Κορ 6:3,4. Ιω 6:29· 8:31,32. 1Θεσ 3:5. Εβρ 10:38,39. Ιακ 2:20. — Ψ 44:17· 48:14. Δν 7:18,22,27.

27) Ψ 48:14· 149:5-9. Δν 7:22. Μτ 11:27· 12:41· 28:18. Λκ 22:29. Ιω 10:18· 17:24.

28) 22:16. Λκ 1:78,79. 2Πετ 1:19. (Ησ 14:9,12. Λκ 10:18. Ρμ 5:5· 16:20. 2Πετ 1:10.)

29) 2:7.

 

Σημειώσεις 2ου κεφαλαίου

῞Ετεραι παραπομπαί. 1) ᾿Ιγνατίου Θεοφόρου, Πρὸς ᾿Εφ., κεφ. 3, 7, 9, καὶ 20. 6) Κλήμ., Στρωμ. Γ΄ 522 κ.ἑ.. 9) ᾿Ιουστ., Διάλ. πρὸς Τρύφ. 16,4· 17,1· 96,2. Μαρτ. Πολυκάρπου, ΒΕΠΕΣ 3,24. 12) Μαρτ. Πολυκάρπου, κεφ. 8. 18) Σιρὰχ 23:18-20.

 

 

᾿Εξηγήσεις συμβόλων καὶ στοιχείων